ΚΕΦ. ΙΑ.
Ἁγίου Πνεύματος δίδοται.
αὐτοῖς χρήματα, λέγων, δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἃν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ
Πνεῦμα Ἅγιον.
διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῶ λόγω τούτῳ.
ταῦτα ἀρωμένου ἀλλὰ παιδεύοντος, σοί, φησι, τῷ τοιούτῳ· ὡς ἃν εἴποι, εἴποι, συναπόλοιτο μετὰ τῆς προαιρέσεως· οὕτω μικρὰ φρονεῖς περὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι προσεδόκησας ὅλως ἀνθρώπινον εἶναι τὸ πρᾶγμα.
χειροτονίας ἠσφαλίζοντο, ἐξ ὀρθῆς πίστεως καὶ βίου σεμνοῦ τὴν μαρτυρίαν ἐχούσας· ἐφόβει γὰρ αὐτοὺς τὰ ἐπὶ τοῦ ῾Ιεροβοὰμ κακὰ, ἵνα μὴ μελέτη καὶ ἔθος τοῖς ἀσεβοῦσι γένηται, χρυσίῳ νομίζειν τὴν τῆς ἱερωσύνης τιμήν.
τὸ Ἅγιον ἡγησάμενος.
ἀρκεῖ πρὸς διόρθωσιν τὸ ἐλέγξαι τὸ τὰ ἐν τῇ καρδίᾳ εἰπεῖν· ἀρκεῖ τὸ ἐκεῖνον ὁμολογῆσαι ὅτι ἑάλω· τὸ γὰρ εἰπεῖν ὅτι “δεήθητε ὑμεῖς “ὑπὲρ ἐμοῦ·” τοῦτό ἐστιν ὁμολογοῦντος τὸ πλημμέλημα.
καὶ ταύτην αὐτοῦ τὴν κατὰ τῆς δωρεᾶς τοῦ Θεοῦ τόλμαν καὶ ἐπιχείρησιν, Πέτρος δικαίως ἐκινήθη, καὶ κινηθεὶς εἶπε πρὸς αὐτὸν, τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν εἰ καὶ μὴ δεῖ, ἀλλὰ διὰ τὴν τόλμαν σου ταύτην, “ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας “διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ
“λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ “Θεοῦ·” καὶ τοσαῦτα κατ’ αὐτοῦ εἰπὼν ὀρθῶς καὶ δικαίως, οὐδὲν τούτων ἀνίατον ἡγησάμεθα τῷ τῆς μετανοίας φαρμάκῳ· θεραπευτικὰ δὲ ταῦτα κρίνας εἶναι, ἐπήγαγε “μετανόησον οὖν ἀπὸ “τῆς κακίας σου καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεται σοι
“ἡ ἐπίνοια τῆς καρδίας σου·” μέγα γάρ σοι καὶ τοῦτο· καὶ μὴ ἤδη τὴν δωρεὰν οὕτως ἀκαθάρτως καὶ ῥυπαρῶς διὰ χρημάτων σπεῦδε· ἀλλὰ τέως τῆς πικρίας σου καὶ τῆς κακῆς ταύτης ἐπινοίας παυσάμενος, “μετανόησον, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια “τῆς καρδίας σου· σου·” οὐχ ὡς ἀμφιβάλλων, ἀλλ’ ὅτι τὰ δυσίατα
πάθη οὐκ ἀνίατα μέντοι ἀλλὰ δυσίατα· εἰ γὰρ ἦν ἀνίατον, περισσὸν ἦν τὸ “μετανόησον ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι “τοῦ Κυρίου·” ἀλλ᾿ ὅτι ἡ μετάνοια μὲν ἰσχύει διὰ τούτων ὅτι δὲ μετὰ πολλῆς μετανοίας καὶ ἐπιμελείας χρεῖα τοῖς βαρυνθεῖσιν εἰς κακίαν, παριστῶν ἐπήγαγεν, “εἰ ἄρα ἀφεθήσεται σοι ἡ ἐπί-
“νοια τῆς καρδίας σου· εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον “ἀδικίας ὁρῶ σε ὄντα· καὶ τοσοῦτον ἴσχυσεν ἡ εἰς μετάνοιαν προτροπὴ τοῦ μεγάλου τούτου Ἀποστόλου, καὶ πρὸς τοσοῦτον μάγον, καὶ πρὸς τὸν οὕτω χολῆς καὶ πικρίας μεστὸν, καὶ τοσούτων κακῶν πεπληρωμένον, ὡς ἤδη ἐπιμελείας ἑαυτὸν δοῦναι, καὶ ταῦτα
αὐτῷ εἰπόντι τὴν γραφὴν ἐπιμαρτυρεῖν· “δεήθητε ὑμεῖς ὑπὲρ “ἐμοῦ πρὸς τὸν Κύριον·” οὐ γὰρ ἐμοὶ παρρησία μέτεστιν· “ὅπως “μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε· οὔτε δὲ ἀπηγόρευσε ταῦτα αὐτῷ ὁ θεῖος ᾿Απόστολος, οὔτ’ ἀπηρνήσατο· πῶς γὰρ ὁ καὶ υποθέμενος καὶ εἰπών; τοσοῦτον δὲ ὠφελήθη οὗτος αὐτὸς ὁ τηλικοῦτος
μάγος ἀπὸ τῆς ἐλπίδος τῆς εἰς μετάνοιαν, ὡς ἤδη τοσοῦτον τῆς πονηρίας καὶ πικρίας αὐτὸν μεταβληθέντα εἰπεῖν, ἐγὼ μὲν οὐκ εἰμὶ ἱκανὸς ὑπὲρ ἐμαυτοῦ δεηθῆναι, “ὑμεῖς δὲ δεήθητε ὑπὲρ ἐμοῦ πρὸς Κύριον.
πρὸς τὸν Κύριον, ὅπως μηδὲν n ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρή- κατε.
ἀπαγορεύειν, καὶ μὴ λέγειν, ἐὰν δὲ τόδε ποιήσης, συγχωρηθήσεταί σοι· ἀλλ’ ὅτι πάντως ἔσται ἡ τιμωρία. σὺ δέ μοι θαύμασον, πῶς καὶ ἐν καίρῳ συμφορᾶς οὐκ ἠμέλουν, ἀλλὰ τοῦ κηρύγματος εἴχοντο. ὅρα δὲ καθάπερ ἐπὶ Μωϋσέως ἀπὸ συγκρίσεως ἐγένετο τὰ θαύματα· οὕτω καὶ ἐνταῦθα μαγεία ἦν· καὶ οὕτω φανερὰ
ταῦτα σημεῖα ἦν. καίτοι οὐδένα ἔδει εἶναι ἐκεῖ δαιμονῶντα, εἴγε ἱκανῷ χρόνῳ ἦν ταῖς μαγείαις ἐξιστῶν αὐτούς. εἰ δὲ πολλοὶ οἱ δαιμονῶντες, πολλοὶ οἱ παραλυτικοί· ἐκεῖνα οὐκ ἀλήθεια ἦν· οὗτος δὲ λόγῳ αὐτοὺς προσήγετο, περὶ βασιλείας καὶ Χριστοῦ διαλε- γομενος.
νοῦσιν.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.