ΚΕΦ. ΙΒ.
ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν, ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη
ἐστὶν ἔρημος. καὶ ἀναστὰς ἐπορεύθη.
Σαμαρείας πρὸς μεσημβρίαν αὕτη ἔστι, φησὶν, ἔρημος, ὥστε μὴ φοβηθῆναι τῶν Ἰουδαίων τὴν ἐπιστασίαν· καὶ οὐκ ἠρώτησε διατὶ; ἀλλ’ “ἀναστὰς ἐπορεύθη·” ὅρα ἀγγέλους συναντιλαμβανομένους τῷ κηρύγματι· καὶ αὐτοὺς μὲν οὐ κηρύττοντας, τούτους δὲ καλοῦντας· τὸ δὲ θαυμαστὸν καὶ ἐνταῦθα δείκνυται, ὅπερ δὲ πάλαι σπάνιον
ἦν, καὶ μόλις ἐγίνετο, τοῦτο ἐνταῦθα εὐχερῶς· ὅρα μεθ’ ὅσης ἀφθονίας· ἅμα δὲ καὶ παραμυθία αὐτοῖς ἦν· ὅτι καὶ τῶν ἀλλοφύλων κρατήσουσι· καὶ γὰρ τὸ τῶν πιστευόντων ἀξιόπιστον ἱκανὸν αὐτοὺς ἆραι· διατί μὴ τῷ εὐνούχῳ φαίνεται καὶ ἄγει αὐτὸν πρὸς Φίλιππον; ὅτι ἴσως οὐκ ἂν ἐπείσθη, ἀλλὰ κἂν ἐξεπλάγη μᾶλλον.
αὐτῆς· ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱεροtκταλὴμ, ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκεν ῾Ησαΐαν τὸν προφήτην.
οὕτω Βίων ἐν πρώτῳ Αἰθιοπικῶν Ρ· “Αἰθίοπες τοὺς βασιλέων πα- “τέρας οὐκ ἐκφαίνουσιν, ἀλλ’ ὡς ὄντας υἱοὺς ἡλίου παραδιδόασιν· “ἑκάστου δὲ τὴν μητέρα καλοῦσι Κανδάκην.
τῷ ἅρματι τούτῳ. προσδραμὼν δὲ ὁ Φίλιππος
ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαίαν τὸν προφήτην·
βιβλίον· καὶ φιλοπόνως μὲν ἐγκεῖσθαι τῇ ἀναγνώσει, τῇ δὲ διανοίᾳ μὴ γινώσκειν ἃ διὰ γλώττης ἐφθέγγετο· καὶ ὡς οὕτως ἔχοντα φιλοθέως αὐτὸν εἶδεν ὁ τῶν καρδιῶν θεατὴς, ὁ βουλόμενος πάντας ἀνθρώπους πίστει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τὸν Φίλιππον αὐτῶ, τῶν οἰκείων μαθητῶν ἕνα, κατὰ τὴν ὁδὸν
ἀδοκήτως ἐπέστησεν· ὃς ἐξ αὐτῶν ὧν ἀνεγίνωσκε τῆς μυσταγωγίας ἀρξάμενος, καὶ τὸν τοῖς ῥήμασι τοῖς προφητικοῖς ἐγεκεκρυμμένον νοῦν ἀνακαλύψας, καὶ εἰς τὸ ἐμφανὲς ἀγαγὼν, ἔδειξεν ὡς ὁ ὑπὸ τῶν προφητῶν ἐπηγγελμένος ἐπὶ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους παρέσεσθαι, Χριστὸς ἦν Ἰησοῦς· ὁ σαρκωθεὶς ἀτρέπτως δι’
ἡμᾶς τοῦ Θεοῦ Λόγος, ὁ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθεὶς, καὶ τὸν σωτήριον σταυρὸν ὑπὲρ ἡμῶν ἐθελοντὴς ὑπομείνας, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ θανάτου καταλύσας τὸ κράτος· καὶ πρωτότοκος ἡμῶν γενόμενος ἐκ νεκρῶν, καὶ τῆς ἐλπιζομένης ἡμῖν ἀθανασίας διὰ τῆς ἰδίας σαρκὸς ἀπαρξάμενος, ἣν καθ’ ὑπόστασιν
ἥνωσεν ἑαυτῷ, ψυχὴν ἔχουσαν λογικήν τε καὶ νοεράν· καὶ τελείαν ἡμῖν τὴν σωτηρίαν χαρίσεται.
τὴν γραφὴν, ὡς αὐτὸς ὁ εὐνοῦχος πεισθεὶς καὶ παραυτίκα ἀξιῶν βαπτισθῆναι ἔλεγε, “πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν “Χριστόν·” ὃς καὶ ἐπέμφθη εἰς τὰ κλίματα Αἰθιοπίας κηρύξων τοῦτο ὅπερ ἐπίστευσε· Θεὸν μὲν ἕνα τὸν διὰ τῶν προφητῶν κεκηρυγμένον, τούτου δὲ τὸν Υἱὸν τὴν κατὰ ἄνθρωπον ἤδη πεποιῆσθαι
παρουσίαν, καὶ “ὡς πρόβατον εἰς σφαγὴν ἤχθη, καὶ τὰ λοιπὰ, ὅσα οἱ προφῆται λέγουσι περὶ αὐτοῦ.
Καλῶς ὁ εὐνοῦχος οὐκ εἶδεν εἰς τὸ σχῆμα· οὐκ εἶπεν, σὺ τίς εἶ; οὐκ ἐμέμψατο, οὐκ ἀλαζονεύεται, οὐ λέγει εἰδέναι, ἀλλ’ ὁμολογεῖ ἀγνοεῖν· διὸ καὶ μανθάνει· ἐπιδεικνύει τὸ τραῦμα τῷ ἰατρῷ· συνεῖδεν ὅτι καὶ οἲδε ταῦτα, καὶ βούλεται διδάξαι.
γὰρ εἰς τὸ καρθῆναι κατὰ καιροὺς τὰ πρόβατα, καὶ τὰς κουρίδας μαχαίρας ἐπιφέρουσιν οἱ ποιμένες· καίτοι πάσχοντα, τοῖς τοῦτο δρῶσιν οὐκ ἐπιπηδᾶ· οὕτως καὶ ὁ Χριστὸς λοιδορούμενος οὐκ ἀντιλοιδόρει· πάσχων οὐκ ἠπείλει· ἐπειδή περ καὶ ὑπὲρ φύσιν τὴν καθ’ ἡμᾶς πεπρᾶχθαι πιστεύεται τὸ τῆς κατὰ σάρκα γεννήσεως
αὐτοῦ μυστήριον· διὰ τοῦτό, φησιν, ὅτι “τὴν γενεὰν αὐτοῦ τίς “διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀντὶ τοῦ ἐπαίρεται, καὶ ὑψηλοτέρα τῶν ἐπὶ γῆς ἐστὶν ἡ ζωὴ αὐτοῦ, τουτέστιν ἡ πολιτεία· αἴρεται δὲ καὶ ἑτέρως, καὶ ὑπὲρ πάντας ἐστὶν ἡ ζωὴ αὐτοῦ· τουτέστιν ἡ ὑπάρξις τοῦ μονογενοῦς· ὅταν ἔξω σαρκὸς καὶ οὔπω κἀς ἡμᾶς γενόμενος.
οὐδὲ βληχᾶσθαι τὸ ἐνδόσιμον ἔχει, οὕτως αὐτὸς ἑκὼν ἐν τῷ πάσχειν ἀπεσιώπα.
πίστει λυτρουμένων.
ὅταν εἰς ἔννοιαν ἔλθῃ, τίς ὣν καὶ ποῖος, καὶ ἐκ Θεοῦ γεγενημένος μονογενὴς Υἱὸς ταῦτα πάντα ὑπέστη.
κύριος τῶν δυνάμεων, καὶ θρόνον ἔχων τὸν ἀνωτάτω· καθὰ καὶ αἱ δυνάμεις αἱ ἐν οὐρανοῖς ἐπέγνωσάν τε καὶ ὡμολόγησαν· ἣ καὶ διὰ τὴν περὶ ἡμᾶς οἰκονομίαν, καὶ τὴν ἑκούσιον κένωσιν τῆς κατὰ τὸ 2 πάθος ἐπὶ γῆς ἀτιμίας καὶ ἀδοξίας ἠνέσχετο· τοῦτο διδούσης εὐλόγως αὐτῷ τῆς καθ’ ὑπόστασιν αὐτῷ καὶ ἀδιαιρέτως ἡνωμένης σαρκός· περὶ ἣν τὸ πάθος καὶ ἡ ἐντεῦθεν ἀτιμία συνέβαινε· κατὰ Θεοῦ μὲν τολμωμένη τοῦ σεσαρκωμένου, ψαῦσαι δὲ μηδὲ δυναμένη τοῦ ἀπαθοῦς, ὅπερ ἀδύνατον.
ἢ περὶ ἑτέρου τινός; ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
σθῆναι;
κατεφρόνουν τοῦ σωματικωτέρου· συμβάλλεται γὰρ καὶ τοῦτο εἰς σωτηρίαν, κατὰ τὴν ἀνάστασιν τοῦ σώματος. ἔστι δὲ διὰ τῆς προκειμένης βίβλου τῶν Πραξέων τῶν Ἀποστόλων πολλὰ θηρεῦσαι παραστατικὰ τοῦ χρησίμου τοῦ ἐξ ὕδατος βαπτίσματος.
ἔξεστιν· ἀποκριθεὶς δὲ εἶπε, πιστεύω τὸν Υἱὸν τοῦ
Θεοῦ εἶναι Ἰησοῦν Χριστόν· καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος
καὶ ὁ εὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν· ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Ἅγιον ἐπέπεσεν ἐπὶ
’τον εὐνοῦχον.
αὐτοῦ χαίρων.
τόπου, εἰς ἕτερον χῶρον μετενεχθῆναι· κἂν ὅπου μὲν σημαίνηται τὰ ὀνόματα τῶν τόπων εἰς ἃ μετενέχθησαν, ὅπου δὲ μὴ σημαίνηται. οἱ ἁρπαγέντες καὶ ἀναληφθέντες, Φίλιππος μετὰ τὴν ἀρπαγὴν εὑρέθη εἰς Ἄζωτον· Παῦλος εἰς τρίτον οὐρανὸν καὶ ἕως τοῦ Παραδείσου μετατεθεὶς, ἤκουσεν ἀρρήτων ῥημάτων. Εἰς τοῦτο
λήψῃ καὶ τὸν Ἀμβακούμ· καὶ αὐτὸς γὰρ μετεωρίσθη ὑπὸ ἀγγέλου ἐκ τῆς ῾Ιερουσαλὴμ εἰς Βαβυλῶνα· ᾿Ηλίας δὲ ἀνελήφθη μετενεχθεὶς οὐκ ἐν ὡρισμένῳ τόπῳ· εἴρηται γὰρ ἀναληφθῆναι αὐτὸν ὡς εἰς τὸν οὐρανόν· αὕτη δὲ ἡ λέξις δηλοῖ ὅτι οὐκ εἰς τὸν οὐρανόν· οὐ μὴν ποῦ γέγονεν ὁρίζει. συμφώνως τοῖς εἰρημένοις
καὶ Ἑνὼχ μετατεθεὶς ἐκ τόπου εἰς τόπον γέγονε· σαφῶς γὰρ τοῦτο παρίσταται ἐκ τοῦ μετατεθεῖσθαι αὐτόν. Ἐπειδὴ δὲ οὐκ εἴρηται ποῦ ἐν ταῖς δεδημοσιευμέναις βίβλοις, ἐν ἀποκρύφοις λέγεται ὅτι ἐν τῷ Παραδείσῳ. Ἐὰν οὕτως ἔχῃ, συνεπίσκεψαι καὶ περὶ τοῦ Ἡλιοῦ, μὴ ἄρα τὸ ὡς εἰς τὸν οὐρανὸν ταὐτόν ἐστι τοῦ
ἐν τῷ Παραδείσῳ· ἀναμφιβόλως δὲ περὶ τοῦ Σωτῆρος εἴρηται, ὡς μετὰ τὴν ἀνάστασιν εἰς τὸν οὐρανὸν ἀνελήφθη· πολλαὶ γὰρ μαρτυριαι εἰσι πέρι τουτου.
τὸ Πνεῦμα, ἐπεὶ ἠξίωσεν ἂν καὶ συναπελθεῖν αὐτῷ ὁ εὐνοῦχος, καὶ ἐλύπησεν ἂν ἐκεῖνος ἀνανεύσας καὶ ἀρνησάμενος, οὔπω τοῦ καιροῦ ὄντος·
ἄλλων, εἶδεν ἐπ’ αὐτοῦ γενόμενον· ἐντεῦθεν δείκνυται πολλὴν ὁδὸν ἀπελθὼν, εἴγε ἐν Ἀζώτῳ εὑρέθη· ἐκεῖ αὐτὸν ἔστησεν, ἔνθα λοιπὸν καὶ εὐαγγελίζεσθαι ἔδει.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.