ΚΕΦ. ΙΓ.
ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν, πρὸς τὰς συναγωγὰς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τὲ καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς ῾Ιερου-
σαλήμ.
“κτένοντες ὑμᾶς δοξοῦσι λατρείαν προσφέρειν τῷ Θεῷ·” οὗτος δὴ οὖν οὕτως ἐποίει, οὐχ ὡς Ἰουδαῖοι, μὴ γένοιτο· ὅτι γὰρ ζήλῳ ἐποίει, δῆλον ἐκ τοῦ καὶ εἰς τὰς ἔξω πόλεις ἀπιέναι· ἐκεῖνοι δὲ οὐκ ἂν οὔτε τῶν ἐν Ἰεροσολύμοις ἐφρόντισαν· ἑνὸς γὰρ ἦσαν μόνου τοῦ τιμῆς ἀπολαύειν· διατί δὲ εἰς Δαμασκὸν ἐπορεύετο; μέγ’ ἄλη
ἡ πόλις ἦν· βασιλικὴ ἦν· ἐφοβεῖτο μὴ ἐκείνη προκαταλήφθη· καὶ ὅρα τὸν πόθον καὶ τὴν σφοδρότητα· οὐ προσέρχεται τῷ ἄρχοντι ἀλλὰ τῷ ἱερεῖ.
ζῆλον μὲν γὰρ εἶχε, τὰ δὲ χρώματα οὐ παρῆν· οὐ γὰρ κατ’ ἐπίγνωσιν τὸν ζῆλον εἶχε· δίδωσιν αὐτὸ τῆς ἀληθείας τὸ ἄνθος, τουτέστι τὴν χάριν· καὶ ἀθρόον βασιλικὴν τὴν εἰκόνα ἀπέδειξε. λαβὼν γὰρ τὰ χρώματα, καὶ μαθὼν ἅπερ ἠγνόει, οὐκ ἀνέμεινε τὸν χρόνον, ἀλλ’ εὐθέως ἐφάνη τεχνίτης ἄριστος· καὶ πρῶτον
δεικνύει τὴν κεφαλὴν βασιλικὴν, τὸν Χριστὸν κηρύττων· εἶτα καὶ τὸ λεῖπον σῶμα τῆς πολιτείας τῆς ἀκριβοῦς. Οἱ μὲν οὑν ζωγράφοι κατακλείσαντες ἑαυτοὺς μετὰ πολλῆς τῆς ἡσυχίας ἅπαντα πράττουσιν, οὐδενὶ τὰς θύρας παρανοίγοντες· οὗτος δὲ ἐν μέσῳ τῆς οἰκουμένης τὸν πίνακα προθεὶς, πάντων ἐναντιουμένων, θορυβουμένων,
ταραττόντων, οὗτος εἰργάζετο τὴν βασιλικὴν ταύτην εἰκόνα, καὶ οὐκ ἐκωλύετο· διὸ καὶ ἔλεγε· “θέατρον ἐγενήθημεν τῷ “κόσμῳ·” ἐν μέσῳ γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ, καὶ τῆς οἰκουμένης ἁπάσης, καὶ τοῦ κόσμου, τοῦ τε αἰσθητοῦ τοῦ τε νοητοῦ, τὴν εἰκόνα ζωγραφῶν. Καὶ μεθ’ ἕτερα—Εἶδες ἀγάπην πυρὸς θερμοτέραν;
οὕτω καὶ ἡμεῖς ἀγαπήσωμεν τὸν Χριστόν· καὶ γὰρ εὔκολον ἐὰν βουλώμεθα· οὐδὲ γὰρ ἐκεῖνος φύσει τοιοῦτος ἦν· διάτοι τοῦτο καὶ τὰ πρότερα ἀναγράφει τὰ ἐναντία τούτοις· ἵνα μαθὼν ὅτι προαιρέσεως τὸ ἔργον, καὶ βουλομένοις ἅπαντα εὔκολα. μὴ τοίνυν ἀπογνῶμεν, ἀλλὰ κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης, κἂν
ὁτιοῦν, ἐννόησον οὖν ὅτι Παῦλος βλάσφημος ἦν, καὶ διώκτης καὶ ὑβρίστης, καὶ τῶν ἁμαρτωλῶν πρῶτος, καὶ ἐξαίφνης πρὸς αὐτὴν ἀνέβη τὴν κορυφὴν τῆς ἀρετῆς· καὶ οὐδὲν αὐτῷ κώλυμα τὰ πρότερα γέγονε· καίτοι οὐδεὶς οὕτω μετὰ τοσαύτης μανίας ἔχεται κακίας μεθ’ ὅσης ἐκεῖνος τοῦ πολέμου τοῦ κατὰ τῆς ἐκκλησίας.
Καὶ μετ’ ὀλίγα—Καὶ ἡνίκα εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας καὶ γυναῖκας, θορύβου καὶ ταραχῆς πάντα πληρῶν· ἀλλ’ ὅμως μετὰ πάντα ἐκεῖνα γέγονε τοιοῦτος, υἷος γέγονε· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν. ποῦ τοίνυν εἰσὶν οἱ τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιτειχίζοντες τῇ τῆς προ-
αἱρέσεως ἐλευθερίᾳ ; ἀκουέτωσαν ταῦτα, καὶ ἐπιστομιζέτωσαν· τὸν γὰρ βουλόμενον γενέσθαι ἀγαθὸν οὐδέν ἐστι τὸ κωλῦον, κἂν τῶν πονηροτάτων ἔμπροσθεν ᾖ· καὶ γὰρ πρὸς τοῦτο ἐπιτηδείως μᾶλλον ἔχομεν, ὅσῳ καὶ κατὰ φύσιν ἐστὶν ἡμῶν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν η πονηρία.
τὰ μέγιστα κατορθοῦν ἐνόμιζε· καθὼς αὐτός τε ἐν ταῖς Ἐπιστολαῖς ὁμολογεῖ, καὶ Λουκᾶς ἱστορεῖ. Καὶ μετ’ ὀλίγα — Κομισάμενος δὲ Παῦλος παρὰ τῶν ἱερέων ἐπιστολὰς πρὸς τοὺς ἐν Δαμασκῷ Ἰουδαίους, ὥρμησε μορμύρων ὥσπερ τις χείμαρρος λάβροςr περι- κλύσειν δοκῶν τοὺς ἐν Δαμασκῷ μαθητὰς, καὶ εἰς τὸ τῆς ἀπω-
λείας αὐτοὺς βάραθρον ἐκπέμψειν. γνοὺς δὲ ὁ Κύριος ὅτι ἄδικον μανίαν δικαίᾳ δῆθεν προαιρέσει ἐκέκτητο, ἐν μέσῃ τῇ ὁδῷ ἐπιφα- νεὶς, ἀπεστέρησε μὲν αὐτὸν τῶν ὀψέωνs τῷ μεγέθει τοῦ φωτὸς, καὶ εἰς τοσοῦτον μέτεισιν, ὥστε τὸν πάλαι οὐδὲν ὅτι τῶν δεινῶν κατὰ τῆς ἐκκλησίας οὐκ ἐπινοοῦντα, καὶ πάντας τοὺς μαθητὰς ἀπολέ-
σεῖν ἄρδην προσδοκῶντα, αὐτίκα δὴ τοῦτον καὶ παραχρῆμα ἀγα- πητὸν ἑαυτοῦ καὶ πιστότατον ἡγήσασθαι· ἱκέτης γὰρ εὐθὺς τοῦ Ἰησοῦ, ὁ πολέμιος γίνεται, καὶ παραυτίκα τὸ σύνταγμα τῆς μα- νίας ἀπορριψάμενος, εἰς πρεσβείαν ἐχώρει, καὶ τὴν εἰς Χριστὸν εὐσέβειαν ὡμολόγει.
ἀυτῷ.
τοῦτον μόνον ἐπήρωσεν, καὶ ἔσβεσεν αὐτοῦ τὸν θυμὸν τῷ φόβῳ, ὥστε ἀκοῦσαι τὰ λεγόμενα.
οὐκ ἤσθιεν· ἕως οὗ πιστεύσας τῷ ᾿Ανανίᾳ λέγοντι αὐτῷ τὸν λόγον, ἰάθη· μετὰ γὰρ τὴν πίστιν ἤρξατο βλέπειν· λοιπὸν ἐβαπτίσθη, καὶ οὕτω τροφῆς μᾶλλον τῆς πνευματικῆς μετασχὼν, ἀνέσφηλεν· σημειωτέον δὲ, ὅτι δεῖ πρῶτον βαπτίζειν, καὶ οὕτω μεταδιδόναι τροφῆς· διὸ κακῶς ποιοῦσιν οἱ μετὰ τροφὴν τοὺς τελείους
βαπτίζοντες.
μέγα ἣ μικρὸν ἠδικημένος ταῦτα ποιεῖς; Καὶ μετ’ ὀλίγα—Μὴ νομίσης πρὸς ἀνθρώπους εἶναί σοι τὸν πόλεμον. καὶ τὴν φωνὴν τοῦ Παύλου ἤκουσαν οἱ συνόντες αὐτῷ, οὐδένα δὲ ἐθεώρουν πρὸς ὃν ἀπεκρίνατο· τῶν γὰρ ἐλαττόνων αὐτοὺς ἐποίησεν ἀκροατάς· εἰ τῆς φωνῆς ἤκουσαν ἐκείνης, κἂν ἠπίστησαν· τὸν δὲ Παῦλον ὁρῶντες
ἐθαύμαζον.
ἣ τὸ ὑπακοῦσαι μόνον Ἰησοῦ Χριστοῦ.
εὐγνώμονα· “τίς εἶ Κύριε; ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· ὢ σοφία δεσπότου· διατὶ μὴ εἶπεν, ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ; ἐγώ εἰμι ὁ ἐν ἀρχῇ Λόγος· ἐγώ εἰμι ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρός· ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων· ὁ τὸν οὐρανὸν τείνας· ὁ τὴν γῆν ἐργασάμενος· ὁ τὴν θάλατταν ἁπλώσας· ὁ τοὺς Ἀγγέλους ποίησας·
ὃ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν· ὁ προὼν καὶ γεννηθείς; διατί μὴ εἶπε τὰ σεμνὰ ἐκεῖνα καὶ μεγάλα καὶ ὑψηλά; ἀλλ’ “ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις·” ἀπὸ τῆς κάτω πόλεως, ἀπὸ τοῦ κάτω χωρίου καὶ τοῦ τόπου; διότι ἠγνόει αὐτὸν ὁ διώκων; εἰ γὰρ ᾔδει αὐτὸν, οὐκ ἂν ἐδίωξεν· ἠγνόει ὅτι ἐκ τοῦ
Πατρὸς ἦν γεννηθείς· ὅτι δὲ ἀπὸ Ναζαρὲτ ἦν, ᾔδει· εἰ οὖν εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ· ὁ ἐν ἀρχῇ Λόγος· ὁ τὸν οὐρανὸν ποιήσας, εἶχεν εἰπεῖν, ἄλλος τὲ ἐκεῖνος, καὶ ἄλλον ἐγὼ διώκω· εἰ εἶπεν αὐτῷ ἐκεῖνα τὰ μεγάλα καὶ λαμπρὰ καὶ ὑψηλὰ, εἶχεν εἰπεῖν, οὐκ ἔστιν οὗτος ὁ σταυρωθείς· ἀλλ’ ἵνα μάθῃ ὅτι ἐκεῖνον διώκει τὸν
σαρκωθέντα, τὸν μορφὴν δούλου λαβόντα, τὸν μετ’ αὐτοῦ συναναστραφέντα, τὸν ἀποθανόντα, τὸν ταφέντα, ἀπὸ τοῦ κάτω χωριου, λέγει, “ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις ὃν οἰδας, ὃν γνωρίζεις, τὸν μετὰ σοῦ ἀναστρεφόμενον· διὰ τοῦτο τὴν δεσποτείαν εὐθέως ὡμολόγησε· κατέβη τοσοῦτον ὁ δεσπότης, ὅσον
ὁ δοῦλος ἀναβῆναι ἠδύνατο.
ἐκ δευτέρου δίδωσιν αὐτῷ χρηστὰς ἐλπίδας, καὶ ὅτι ἀνα- βλέψει.
ταῦτα· μάλιστα εἰδότας, ὅτι προνοητὴς τῶν ὅλων ὑπάρχων, οἶδε τίνι τὸ βλέπειν ὀρέξει καὶ μή· καὶ διατί, καὶ πότε, καὶ πῶς. τὸν γοῦν ἀπὸ γενετῆς Ρ τυφλὸν, διὰ τοῦτο οὕτω γεγεννῆσθαι φησιν, ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ· οὐ κακὸν δὲ τὸ αἴτιον τῆς φανερώσεως τῶν ἔργων τοῦ Θεοῦ· διὸ οὐδὲ ἀπεμφαίνει
εἰπεῖν ὅτι ὁ Θεὸς τυφλοῖ τινά· καὶ ταῦτα μὲν τοῦ ῥητοῦ συναγορευομένου, δυνατῆς οὔσης καὶ τῆς συναγωγῆς τῷ προσχόντι τῷ, “εἰς κρίμα ἦλθον ἐγὼ εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες “βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται· οὐ γὰρ περὶ αἰσθητῆς ὄψεως ἣ τυφλότητος ταῦτα εἴρηται· μάλιστα διὰ τὸ λεχθὲν
πρὸς τοὺς εἰπόντας, “μὴ καὶ ἡμεῖς τυφλοὶ ἐσμὲν;“τὸ “εἰ “τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίας.”
ἐν τῇ κατὰ Παῦλον ὀπτασίᾳ; ἐν μὲν γὰρ τῇ καθ’ ὁδὸν ὀπτασίᾳ ἱστορεῖ ὁ Λουκᾶς, τοὺς μετ’ αὐτὸν ὄντας τῆς φωνῆς μὲν ἀκηκοέναι, μηδένα δὲ θεωρῆσαι· ἐν δὲ τῷ διηγεῖσθαι τὸν Παῦλον ἐπὶ τῶν ἀναβαθμῶν τὴν αὐτὴν ὀπτασίαν, λέγει τοὺς μετ’ αὐτὸν ὄντας τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ
ἀκηκοέναι· κατὰ μὲν τὴν ἱστορίαν ὁ Χρυσόστομος πάνυ ἡρμήνενυσε τὸν τόπον· ἔφη, ὅτι ἡ πρώτη ἐξήγησις ἡ λέγουσα, τῆς φωνῆς ἤκουον οἱ συνόντες, τῆς Παύλου φωνῆς λέγει ἀκούειν αὐτοὺς τῆς λεγούσης, “τίς εἶ Κύριε;“οὐδένα δὲ ἔβλεπον ἄνθρωπον εἰ μὴ Παῦλον· ἡ δὲ δευτέρα ἐξήγησις ἡ λέγουσα, τὸ μὲν φῶς τεθεᾶσθαι,
τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι, φωνῆς λέγει τῆς τοῦ Κυρίου πρὸς τὸν Παῦλον γεγενημένης, μόνον δὲ τὸ φῶς τε- θεᾶσθαι.
ἄνωθεν ἔκραξεν, ὃν κάτω ἐγὼ ᾔδειν; ἱν οὖν μὴ τὰ τοιαῦτα μερίζηται ἡ διάνοια, παρεδόθη τῇ τυφλότητι.
αὐτοὶ οἱ πολέμιοι καὶ ἐχθροὶ εἰσήγαγον αὐτὸν πάντων ὁρώντων.
γίνεται· ἔχουσα μὲν καὶ αὐτόθεν παραμυθιὰν τὸ οὕτως αὐτὸν ἀπελθεῖν· λαβοῦσα δὲ καὶ ταύτην· καὶ αἱ Σαμαρειτῶν δὲ κῶμαι προσαχθεῖσαι μεγίστην παρέσχον παράκλησιν· διατὶ δὲ μὴ ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἀλλὰ μετὰ ταῦτα; ἵνα δειχθῇ, ὅτι ὄντως ἀνέστη Χριστός· ὁ γὰρ ἐλαύνων αὐτὸν, καὶ ἀπιστῶν αὐτοῦ τῇ
τελευτῇ καὶ τῇ ἀναστάσει, ὁ καὶ τοὺς μαθητὰς διώκων, οὗτος πόθεν ἂν ἐπίστευσεν, εἰ μὴ πολλὴ ἦν τῆς ἀναστάσεως ἡ ἰσχύς; ἔστω· ἐκεῖνοι αὐτῷ ἐχαρίζοντο· τί δὴ πρὸς αὐτόν; διατὶ οὖν μὴ μετὰ τὴν ἀνάστασιν εὐθέως; ἵνα σαφέστερος αὐτοῦ δειχθῇ ὁ πόλεμος· ὁ γὰρ οὕτως μαινόμενος, ὡς καὶ αἵματα ἐκχεῖν, καὶ εἰς
δεσμωτήριον ἐμβάλλειν, ἀθρόον πιστεύει· οὐκ ἤρκεσε τὸ μὴ συγγενέσθι τῷ Χριστῷ, ἀλλὰ δὴ καὶ πολεμηθῆναι σφοδρῶς ὑπ’ αὐτοῦ τοὺς πιστούς· οὐδενὶ κατέλιπεν ὑπερβολὴν μανίας· πάντων σφοδρότερος οὗτος ἦν· ἐπειδὴ δὲ τῆς δεσποτείας αὐτοῦ τὰ τεκμήρια καὶ τῆς φιλανθρωπίας εἶδε q, τότε ἀποκρίνεται, ἵνα μή τις
εἴπῃ ὅτι ὑπεκρίνετο· ὁ καὶ αἱμάτων ἐπιθυμῶν, καὶ τοῖς ἱερεῦσι προσελθὼν, καὶ εἰς κινδύνους ἑαυτὸν ῥίπτων, καὶ τοὺς ἔξω ἐλαύνων καὶ τιμωρούμενος, οὕτω δὴ τὴν δεσποτείαν ὁμολογεῖ· διατὶ δὲ οὐκ 4 ἔνδον ἐν τῇ πόλει κατηυγάσθη τῷ φωτὶ, ἀλλὰ πρὸ αὐτῆς; οὐκ ἃν ἐπίστευσαν οἱ πολλοὶ, ἀλλὰ καὶ ἐχλεύασαν· ὅπου γε κἀκεῖ ἀκούοντες ἔλεγον, ὅτι βροντῆς ἐστιν ἄνωθεν ἐνεχθείσης φωνή· οὗτος δὲ ἀξιόπιστος ἦν ἀπαγγέλλων μᾶλλον τὰ αὐτοῦ· καὶ δεδεμένος εἰσήγετο· οὐ περικειμένων αὐτῷ δεσμῶν· καὶ εἷλκον αὐτὸν, τὸν
προσδοκήσαντα αὐτοὺς ἕλξειν· καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν· κατεγίνωσκε γὰρ ἑαυτοῦ ἐπὶ τοῖς γινομένοις, ἐξομολογεῖτο, ηὔχετο, παρεκάλει τὸν Θεόν· εἰ δὲ λέγοι τις ἀνάγκης εἶναι τὸ πρᾶγμα· καὶ ὁ Ἐλύμας τὰ αὐτὰ ἔπαθε· πῶς οὖν οὐ μετέστη; τί δὲ ἀναγκαστικωτερον του σεισμοῦ του ἔπι τῆς ἀναστάσεως; τῶν στρατιωτῶν
τῶν ἀπαγγειλάντων; τῶν σημείων τῶν ἄλλων; τοῦ ἰδεῖν αὐτὸν ἀναστάντα; ἀλλ’ οὐκ ἔστι ταῦτα ἀναγκαστικὰ, ἀλλὰ διδακτικά· οἱ Ἰουδαῖοι διατί οὐκ ἐπίστευσαν ταῦτα ἀκούοντες; ὅτι ἠλήθευε δῆλον ἦν· οὐ γὰρ ἃν μετέθετο μὴ γενομένου τούτου· ὥστε πάντα πιστεῦσαι ἔδει· τῶν τὴν ἀνάστασιν αὐτοῦ κηρυττόντων οὐκ
ἦν οὗτος ἥττων, καὶ ἀξιοπιστότερος ἀθρόον μεταβεβλημένος· οὐ συνεγένετο τινὶ τῶν πιστῶν· ἀλλ’ ἐν Δαμασκῷ μετεβάλετο· μᾶλλον δὲ πρὸ τῆς Δαμάσκου τοῦτο ἔπαθεν.
εἶπεν, ἰδοῦ, ἐγὼ, Κύριε· ὁ δὲ Κύριος πρὸς αὐτόν· ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν· καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, τῷ γένει Ταρσέα.
καὶ αὐτὸς Παῦλος μαρτυρεῖ ἐν τοῖς Κανόσι· διὰ τὸ σπάνιν εἶναι Πρεσβυτέρων ἐν Σαμαρείᾳ διὰ τὸν γεγονότα διωγμόν.
αὐτοῦ τοῦ Χριστοῦ ἐπεὶ καὶ οὕτος ἐδίδαξε μὲν αὐτὸν οὐδὲν, ἐβάπτισε δὲ μόνον· ἅμα γὰρ φωτισθεὶς ἔμελλεν ἐπίστασθαι πολλὴν τοῦ Πνεύματος χάριν, ἀπὸ τοῦ ζήλου καὶ τῆς προθυμίας τῆς πολλῆς· ὅτι γὰρ οὐ τῶν σφόδρα ἐπισήμων ἦν, δῆλον.
τὰς χεῖρας, οὐκ ἔπεισε, πολλῷ μᾶλλον εἰ τοῦτο εἶπε, ὥστε, φησὶν, οὐ διαπιστήσει σοι.
ὀφείλει λαλεῖσθαι· πλὴν εἶ’ καὶ ἰδικὴ τοῦ Σαύλου ἦν ἡ ὠφέλεια· ἀλλ’ οὖν ἴασις παράδοξος συμβᾶσα πάλιν εἰς θεοσέβειαν τὸν ἄνθρωπον προσκαλεῖται.
ἐν Ἰερουσαλήμ·
τὸν ἄγγελον· καὶ τότε τὸ Πνεῦμα προστάττει αὐτῷ κολληθῆναι τῷ ἅρματι· ὅρα δὲ ἐνταῦθα πῶς αὐτοῦ τὸν φόβον ὑποτέμνεται· πηρός ἐστι, φησὶ, καὶ εὔχεται, καὶ σὺ δέδοικας; οὕτω καὶ Μωϋσῆς φοβεῖται· ὥστε τὰ ῥήματα φοβουμένου ἦν καὶ ἀναβαλλομένου, οὐκ ἀπιστοῦντος.
ἐπεὶ καὶ ἐκεῖνοι λέγουσι, “τίς δύναται σωθῆναι;“τοῦτο γεγένηται ἵνα πιστεύση τῷ ἐρχομένῳ· ἐν ὀνείρῳ εἶδε, προεμήνυσεν αὐτῷ· προσεύχεται, φησὶν, μὴ φοβοῦ. Καὶ μετ’ ὀλίγα—“Εἶδε,” φησὶν, 5 “ἐν ὁράματι ἄνδρα ᾿Ανανίαν·” διὰ τοῦτο γὰρ ἐν ὁράματι, ἐπειδὴ πηρὸς ἢ; καὶ οὐδὲ τοῦ θαύματος ἡ ὑπερβολὴ εἷλε τὸν μαθητὴν, οὕτως ἐφοβεῖτο· ὅρα δὲ, Παῦλον τυφλὸν ὄντα ἀναβλέψαι οὕτως ἐποίησε.
τοῦ λέοντος; φοβεῖται, καὶ ταῦτα λέγει, ἵνα μάθωμεν τὴν ἀρετὴν πάντοθεν τοῦ ἀνδρός· τὸ μὲν γὰρ παρὰ ᾿Ιουδαίων ταῦτα λέγεσθαι θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ τούτους οὕτω φοβεῖσθαι μέγιστον τεκμήριον τῆς τοῦ Θεοῦ δυνάμεως δείκνυται· καὶ φόβος δείκνυται, καὶ ὑπακοὴ μείζων μετὰ τὸν φόβον· ὄντως γὰρ ἰσχύος χρεία.
ἠπατῆσθαι νομίζων τὸν Χριστόν· μὴ γένοιτο· ἀλλὰ φοβούμενος καὶ τρέμων, οὐδὲ προσεῖχε τοῖς λεγομένοις, ἀκούσας τὸ ὄνομα Παύλου.
αὕτη γέγονεν, ὅτε ἐξ οἰκείας προαιρέσεως πεισθεὶς ὁ ἀνὴρ τῷ χρησμῷ ἀπῆλθεν ἐπὶ τῷ συντυχεῖν τῷ ᾿Ανανίᾳ· διὸ καὶ ἀκόλουθον τυγχάνει, τὸν τοσαύτην ἐνδειξάμενον μετάνοιαν ἐν ῥοπῇ καιροῦ ὑπάρξαι τοῦ εἶναι ἐκλογῆς σκεῦος· πρὸς τούτοις καὶ μηδὲ φαγεῖν ἐφ’ ὅλας τρεῖς ἡμέρας, δεῖγμα ἦν τῆς σφοδρᾶς μετανοίας καὶ νηστείας· δυνατὸν δὲ εἰπεῖν, ὅτι ὁ Θεὸς ὁ τὰ μέλλοντα γινώσκων ἀκριβῶς ὡς τὰ παρόντα, ἐμαρτύρησε διὰ τὴν μέλλουσαν αὐτοῦ ὑπηρεσίαν, ὡς ἤδη “σκεῦος ἐκλογῆς” ὑπῆρχεν· ἄλλος δὲ λέξει, ὅτι θεοσεβὴς ὣν, ζήλῳ τῷ μετὰ ἀγνοίας ἐδίωκε τοὺς πιστεύοντας τῷ
Σωτήρι’, ὡς ἀποστάτας τοῦ Θεοῦ καὶ τοῦ νόμου αὐτοῦ. καὶ ἐπεὶ θεικῇ πὼς προθέσει τοῦτο ἔπραττεν, εἰ καὶ πεπλανημένως, εἰς τὴν πρόθεσιν αὐτοῦ σκοπήσας ὁ χρηματίσας εἶπε, “τί με διώκεις; εὐθέως γὰρ ἐπήκουσε τῷ καλοῦντι, καὶ κατάλληλα τῇ κλήσει ἔπραξεν· ἐπαύσαντο δὲ ἃν τῆς ἀπάτης οἱ τὰς φύσεις φρονοῦντες,
εἰ ἐπιστήσαντες ἤσαν τοῦ ἐκλογῆς εἶναι αὐτὸν σκεῦος· τοῦ ἐκλεγομένου οὐ φύσιν ἀλλὰ βίον σκοποῦντος.
καὶ τῶν σημείων ἕνεκεν οὐκέτι Παῦλος ἕτερος ἔσται λοιπὸν, τῆς δὲ ἀκριβείας τοῦ βίου τῶν βουλομένων ἕκαστος τοιοῦτος γένοιτο ἄν· εἰ δὲ μὴ εἰσὶ, παρὰ τὸ μὴ βούλεσθαι μόνον.
με κελεύεις ἀνοῖξαι αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἵνα πάλιν δήσῃ; μὴ φοβηθῇς τὸ μέλλον· τῇ γὰρ ἀνοίξει οὐ καθ’ ὑμῶν χρήσεται· πρὸς τὸ ἵνα ἀναβλέψῃ ταῦτα εἴρηται· οὐ γὰρ μόνον, φησὶν, οὐδὲν ἐργάσεται εἰς ὑμᾶς δεινὸν, ἀλλὰ καὶ πείσεται πολλά· τὸ δὴ θαυμαστὸν, ὅτι τὸ πρότερον πείσεται, καὶ τότε ἐμβήσεται εἰς τοὺς
κινδύνους.
ὀλίγα—Ταῦτα λέγων τὰς χεῖρας ἐτίθει· ἀνέβλεψε δὲ παραχρῆμα· τινὲς φασὶ, πηρώσεως εἶναι σημεῖον τοῦτο· διατί μὴ ἐπήρωσεν αὐτοῦ τοὺς ὀφθαλμούς· τοῦτο παραδοξότερον ἦν, ὅτι ἀνεῳγμένων οὐκ ἔβλεπεν· ὅπερ ἔπαθεν ἐπὶ τοῦ νόμου, ἕως τὸ ὄνομα ἐπετέθη τοῦ Ἰησοῦ.
τοῦ χωλοῦ· “τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐλαβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν οὕτω καὶ οὕτος, Ἰησοὺς ὁ “ὀφθείς σοι·” τῶν χειρῶν ἐπικειμένων ταῦτα ἐφθέγγετο· διπλῆ πήρωσις λύεται.
καὶ εὐθέως ἐπήγαγε, θέλων συσκιάσαι τὴν κατηγορίαν· “ὅπως ἀνα- “βλέψῃς, καὶ πλησθῇς Πνεύματος Ἁγίου.” οὐχὶ ἐλέγξαι ἦλθον τὸ γεγενημένον, ἀλλὰ δοῦναι τὴν δωρεάν· ἐμοὶ δοκεῖ καὶ τοῦτον καὶ τὸν Κορνήλιον, τούτων λεγομένων τῶν ῥημάτων, τοῦ Πνεύματος μετασχεῖν.
λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.
ἐπιτεῖναι τὴν ἀθυμίαν, ἐτύφλωσε τὸν ἄνθρωπον, πρὶν ἣ ἐλθεῖν τοῦτον· καὶ ἵνα μὴ νομίσῃ φαντασίαν εἶναι τὴν πήρωσιν, διὰ τοῦτο αἱ λεπίδες· οὐκ ἐδεήθη διδασκαλίας ἑτέρας, ἀλλὰ τὸ συμβὰν γέγονε διδασκαλία.
παρειμένοι γίνονται· οὐκ ἠνέσχετο πρότερον μετασχεῖν τροφῆς, ἕως ὅτε μεγάλων ἔτυχε τῶν δωρεῶν, ὥστε πιστεῦσαι ἐκεῖνον· καὶ οὐ λέγει, Ἰησοῦς ὁ σταυρωθεὶς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ σημεῖα ποιῶν, ἀλλὰ τί; “ὁ ὀφθείς σοι·” ἀπὸ τῶν ἐκείνῳ γνωρίμων· ἐπεὶ καὶ ὁ Χριστὸς οὐδὲν πλέον προσέθηκεν, οὐδὲ εἶπεν, ἐγώ εἰμι ᾿Ιησοῦς ὁ
σταυρωθεὶς, ὁ ἐγερθεὶς, ἀλλὰ τί; “ὃν σὺ διώκεις.” οὐκ εἶπεν, ὁ δεδιωγμένος· ἵνα μὴ δόξῃ ὡς ἐπενθουσιᾶν καὶ ἐπεγγελᾶν.
ἡμέρας τινάς· καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.
καταλύων· ἀλλὰ καὶ ἐν ταῖς συναγωγαῖς· καὶ εὐθέως ἐκ προοιμίων θανατῶν ὁ ἄνθρωπος ἦν πρὸς φόνους παρεσκευασμένος· ὁρᾶς οἷον σημεῖον ἐναργές· καὶ τούτῳ αὐτῷ πάντας ἐξέπληττεν· καὶ ὧδε γάρ, φησιν, εἰς αὐτὸ ἐλήλυθε.
μετὰ τὸ ἐκ τοῦ οὐρανοῦ λαλῆσαι αὐτῷ τὸν Κύριον, καὶ ἐπιδεῖξαι, ὅτι τὸν ἴδιον δεσπότην ἐδίωκε, διώκων τοὺς μαθητὰς αὐτοῦ· καὶ πέμψας Ἀνανίαν πρὸς αὐτὸν καὶ ἀναβλέψαι καὶ βαπτισθῆναι, ἐν ταῖς συναγωγαῖς, φησὶν, ἐν Δαμασκῷ ἐκήρυσσε μετὰ πάσης παρρησίας “τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Χριστός·
τουτέστι τὸ μυστήριον, ὃ λέγει κατὰ ἀποκάλυψιν ἐγνωρίσθαι αὐτῷ· ὅτι ὁ παθὼν ἐπὶ Ποντίου Πιλάτου, οὗτος Κύριος τῶν πάντων, καὶ βασιλεὺς καὶ Θεὸς καὶ κριτής ἐστιν.
δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ,
οὕτως ἀπολογεῖται.
ἐπιζητοῦντες, οὐκέτι ἀνέχονται τούτων, ἀλλὰ τί; λοιπὸν αὐτοὶ δι’ ἑαυτῶν· ἐπειδὴ γὰρ εἶδον ἐπιτεινόμενον τὸ κήρυγμα, οὐδὲ δικαστήριον καθίζουσιν.
αὐτὸν ἀνέλωσι.
πολλῶν ἴσως παραινούντων· ἐπειδὴ δὲ ἔμαθε, τότε ἐπέτρεψε τοῖς μαθηταῖς αὐτοῦ· καὶ γὰρ μαθητὰς εἶχεν εὐθέως· μόνον δὲ αὐτὸν ἐξέπεμψαν, καὶ οὐδένα μετ’ αὐτοῦ· καὶ τοῦτο δὲ συμφερόντως, ὥστε αὐτὸν φανῆναι τοῖς Ἀποστόλοις ἐν Ἰεροσολύμοις· αὐτοὶ μὲν οὖν αὐτὸν ἐξέπεμψαν, ὡς ὀφείλοντα τῇ φυγῇ τὴν σωτηρίαν πορίσσθαι·
αὐτὸς δὲ τοὐναντίον πεποίηκεν· εἰς τοὺς μαινομένους μᾶλλον ἐπήδησε· τοῦτό ἐστι πεπυρῶσθαι· τοῦτο ἀναζεῖν.
ἐμηχανᾶτο, τηρῶν ἑαυτὸν τῷ κηρύγματι· καὶ οὐδὲ παρῃτεῖτο καὶ ἀνθρωπίνοις χρήσασθαι μηχανήμασιν, ἡνίκα ἀπῄτει καιρός.
φησί· καὶ ἡ πεῖρα ἐδίδαξεν· ἔδει γὰρ αὐτὸν τέως δοκιμασθῆναι τοῖς πάθεσι, καὶ καθάπερ ἐν χαλκείῳ τύπτεσθαι ταῖς πρώταις προσβολαῖς, ἱν ἐφ’ ἑαυτῷ πληρώσῃ τὴν θείαν μαρτυρίαν τοῦ προηγορευκότος Χριστοῦ· “ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος· τοῦ “βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν ᾿Ισ-
“ραὴλ,” καὶ τὰ ἑξῆς.
ἣ τοίνυν τοῦτο φησὶν, ὅτι οὐκ ἀπῆλθον ὥστε ἀναθέσθαι· τι γὰρ λέγει; “οὐ προσανεθέμην, οὐδὲ ἀπῆλθον εἰς ῾Ιεροσόλυμα· ἣ εἰ μὴ τοῦτο, ὅτι ἡ ἐπιβουλὴ ἡ ἐν Δαμασκῷ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ Ἀραβίας γέγονε· ἣ εἰ μὴ τοῦτο, πάλιν ἡ ἄνοδος μετὰ τὸ ἐλθεῖν ἀπὸ Ἀραβίας. αὐτὸς γοῦν οὐκ ἀπῆλθε πρὸς τοὺς ᾿Αποστόλους,
ἀλλὰ τοῖς μαθηταῖς ἐπειρᾶτο κολλᾶσθαι· ἅτε διδάσκαλος ὣν καὶ οὐ μαθητής· οὐ διὰ τοῦτο ἀπῆλθον, φησὶν, ἵνα πρὸς τοὺς πρὸ ἐμοῦ Ἀποστόλους ἀπέλθω· οὐδὲν γοῦν παρ’ αὐτῶν ἔμαθον· ἣ ταύτην τὴν ἄνοδον οὐ λέγει, ἀλλ’ ἀφίησιν ὥστε εἶναι οὕτως· ὅτι ἀπῆλθον εἰς Ἀραβίαν, εἶτα ἦλθον εἰς Δαμασκὸν, εἶτα εἰς ῾Ιεροσόλυμα,
εἶτα εἰς Συρίαν· ἣ εἰ μὴ τοῦτο πάλιν, ὅτι ἀνῆλθον εἰς Ἱεροσόλυμα, εἶτα εἰς Δαμασκὸν ἐξεπέμφθη, εἶτα εἰς Ἀραβίαν, εἶτα εἰς Δαμασκὸν πάλιν, εἶτα εἰς Καρσαρείαν· καὶ τὸ διὰ δεκατεσσάρων ἐτῶν, ἴσως ὅτε τοὺς ἀδελφοὺς ἀνήγαγε μετὰ Βαρνάβα· ἣ εἰ μὴ τοῦτο, ἕτερον λέγει καιρόν· ὁ γὰρ ἱστοριογράφος πολλὰ
ἐπιτέμνει, καὶ πολλοὺς συνάγει καιρούς. ὅρα πὼς οὔκ ἐστι φιλότιμος, οὐδὲ διηγεῖται τὴν ὄψιν ἐκείνην· ἀλλ’ “ἐπειρᾶτο,” φησὶ, “κολλᾶσθαι τοῖς μαθηταῖς·” οἱ δὲ “ἐφοβοῦντο αὐτὸν,” καὶ ἀπὸ τούτου πάλιν τὸ θερμὸν Παύλου δείκνυται· οὐκ ἀπὸ Ἀνανίου, οὐδὲ ἀπὸ τῶν θαυμαζόντων αὐτὸν ἐκεῖ, ἀλλ’ ἀπὸ τῶν ἐν ῾Ιεροσολύμοις·
οὐ γὰρ ἦν ὄντως προσδοκίας ἀνθρωπίνης ἐκεῖ.
ἐνήκμαζεν· ἐμοὶ δοκεῖ ὁ Βαρνάβας ἄνωθεν εἶναι αὐτῷ φίλος· ὅρα πῶς οὐδὲν τούτων φησὶν αὐτός· οὐ ἃν εἰς τοὺς ἄλλους ἐξήνεγκεν, εἰ μή τις ἀνάγκη γέγονεν αὐτῷ.
μαθητὰς, ἅτε μαθητὴν ὄντα διὰ τὸ μετριάζειν· οὐκ ἐνομίζετο ἀξιόπιστος εἶναι. Καὶ μετ’ ὀλίγα—Υἱὸς δὲ παρακλήσεως οὗτος λέγεται, ὅθεν καὶ εὐπρόσιτος γέγονε τῷ ἀνδρί· χρηστὸς σφόδρα ἦν· καὶ τοῦτο καὶ ἐκ τοῦ παρόντος καὶ ἐκ τοῦ κατὰ ᾿Ιωάννην δῆλον γέγονεν· ὅθεν οὗτος οὐκ ἐφοβήθη· γοργὸς γὰρ ἦν ὁ ἀνήρ· εἰκὸς
αὐτὸν καὶ ἐν Δαμασκῷ ἀκηκοέναι τὰ κατ’ αὐτόν.
τοῦ Κυρίου, ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλλη- νιστας·
λοιπὸν μὴ ταὐτὸν γένηται, οἷον ἐπὶ Στεφάνου, ἔπεμψαν αὐτὸν εἰς Καισαρείαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσὸν, ἅμα καὶ κηρύττοντα καὶ ἐν ἀσφαλείᾳ μᾶλλον ἐσόμενον, ἅτε ἐν οἰκείᾳ r πατρίδι. ὅρα δὲ πῶς οὐ πάντα χάριτι γίνεται, ἀλλὰ καὶ συγχωρεῖ αὐτοῖς ὁ Θεὸς, καὶ οἰκείᾳ σοφίᾳ οἰκονομεῖν πολλὰ, καὶ ἀνθρωπίνως·
εἰ γὰρ ἐπ’ αὐτοῦ τοῦτο γέγονε, πολλῷ μᾶλλον ἐπ’ αὐτῶν, ἵνα τῶν ῥαθύμων τὴν πρόφασιν ἐκκόψῃ.
ὁ ἔξωθεν.
ἕκαστος.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.