ΚΕΦ. ΙΔ.
ἐστίν· ὅτε πρὸς τοὺς ἄρχοντας, οὗτος· ὅτε πρὸς Ἀνανίαν· ὅτε ἀπὸ τῆς σκιᾶς αἱ ἰάσεις ἐγένοντο, αὐτὸς ἦν. καὶ θέα· ἔνθα μὲν γὰρ ἢν κίνδυνος, οὗτος· καὶ ἔνθα οἰκονομία· ἔνθα δὲ γαλήνης τὰ πράγματα γέμει, κοινῇ πάντες· οὐκ ἀπαιτεῖ τιμὴν μείζονα· ὅτε θαυματουργῆσαι ἔδει, αὐτὸς προπηδᾷ· καὶ ἐνταῦθα πάλιν οὗτος
πονεῖ καὶ ταλαιπωρεῖ.
καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα u, ἰᾶταί σε ὁ Κύριος Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ
εὐθέως ἀνέστη· καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σαρωνᾶν, οἵτινες ἐπέστρεψαν πρὸς Κύριον.
τοῦ σημείου· οὐ γὰρ δὴ τῶν νοσημάτων ἀπηλλάττοντο μόνον, ἀλλὰ καὶ τὴν ὑγείαν παρεῖχον καὶ τὴν ἰσχύν· καὶ τότε οὔπω ἦσαν τεκμήρια τῆς οἰκείας παρασχόντες δυνάμεως ὥστε οὐκ εἰκότως ἀπῃτεῖτο τὴν πίστιν ὁ ἀνὴρ, ἐπειδὴ οὐδὲ τὸν χωλὸν ἀπῄτησαν· καθάπερ οὖν ὁ Χριστὸς ἀρχόμενος τῶν σημείων οὐκ ἀπῄτει πίστιν,
οὕτως οὐδὲ οὗτοι· ἐν Ἱεροσολύμοις μὲν γὰρ εἰκότως ἡ πίστις αὐτῶν πρότερον ἐγένετο· “ἵνα ἐρχομένου Πέτρου κἂν ἡ “σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.” πολλὰ γὰρ ἐγίνετο ἐκεῖ σημεῖα· ἐνταῦθα δὲ τοῦτο πρῶτον ἐπιβαίνει· τὰ μὲν γὰρ τῶν σημείων ὑπὲρ τοῦ τοὺς ἄλλους ἐπισπάσασθαι ἐγίνετο· τὰ δὲ καὶ ὑπὲρ τῆς τῶν
πιστευόντων παρακλήσεως.
“Αἰνέᾳ ἰᾶται σε Ἰησοῦς ὁ Χριστὸς, ἀνάστα, στρῶσον σεαυτῷ, τὸ σημεῖον εἰργάσατο· Ἰησοῦς δὲ φήσας, “ἔγειρε, ἆρον τὸν κρά- “βάττον σου καὶ περιπάτει, οἷα Θεὸς τὸ τεράστιον πεποίηκεν. εἶχε δὲ παραλλαγὴν πολλὴν τὰ πρὸς ἑκατέρους εἰρημένα· τῷ μὲν γὰρ ἐλέχθη, “ἀνάστα, καὶ ἆρον τὸν κράβαττον καὶ περιπάτει·”
ἐμφαίνει γὰρ ἡ πρόσταξις ἰσχὺν πολλὴν σὺν ὑγείᾳ βεβαίᾳ ἐγγεγονέναι τῷ εὐεργετουμένῳ· μάλιστα ὅτι ἐπιφέρεται “ἀνάστας “οὖν ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.” τῷ δὲ, “ἀνάστα, “στρῶσον σεαυτῷ.” οὐ γὰρ τοσαύτη ἐμφαίνεται ἰσχὺς τοῦ δυνηθέντος στρῶσαι μετὰ πολλὴν νόσον, ὅσον τοῦ τὸν κράβαττον
αἴροντος καὶ περιπατοῦντος s. ἐσημειωσάμεθα δὲ ταῦτα, προφάσει τῆς ἀναγωγῆς, ἀλλ’ οὐ συγκρίνοντες τὸν ᾿Ιησοῦν Πέτρῳ· ὁ μὲν γὰρ ὡς Θεὸς ἐποίει, ὁ δὲ πιστεύων εἰς Θεόν. φησὶ γὰρ, “ἰᾶται “σε ᾿Ιησοῦς Χριστός·” ὡς ἑκάτερα ταῦτα Χριστοῦ εἶναι ἔργα.
πλὴν οὐχ οἱαδήποτε πίστις συμβάλλεται, ἀλλ’ ἡ εἰς τοὺς ὄντας ἁγίους.
ἔργων, ὅσα ἐποίει. μετ’ αὐτῶν, φησιν, οὖσα· πολλὴ ἡ ταπεινοφροσύνη· οὐχ ὥσπερ ἡμεῖς, ἀλλὰ καὶ κοινῇ πάντες ἦσαν· καὶ ἐποίει καὶ εἰργάζετο.
ἐλεγκτέον αὐτοὺς ἐκ τῆς προκειμένης γραφῆς μαρτυρούσης, ὡς ἄρα ἡ Δορκὰς “πλήρης πάντων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὣν ἐποίει, ὑπῆρχε· ἀκολουθεῖ γὰρ τὸν οὕτω κατορθοῦντα, βίον ἔχειν ἀκηλίδωτον· πλήρης δὲ ἐλεημοσυνῶν ὧν ἐποίει, ἥτις εὑρίσκεται· ὅταν διὰ τὸ κοινωνικὸν καὶ Θεοῦ ἐντολὴν ποιῇ αὐτὰς, καὶ μὴ ὅπως θηρεύσῃ
τὸν ἀπὸ τῶν ἀνθρώπων ἔπαινον. τὸ αὐτὸ ἐρεῖς καὶ περὶ τῶν ἄλλων ἀγαθῶν, ὧν πλήρης ἡ ἐπαινουμένη ἄνθρωπος ὑπῆρχεν.
πιστεύομεν ὡς νῦν ὁρωμένοις· οὐχ ἁπλῶς ἀπέθανεν ἡ Ταβιθὰ, ἀλλ’ ἐν ἀρρωστίᾳ γενομένη· καὶ οὐκ ἐκάλεσε Πέτρον, ἕως ὅτε ἐτελεύτα· εἶτα ἀποστείλαντες ἔλεγον μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Καὶ μετ’ ὀλίγα—Οὐδαμοῦ κοπετὸς, οὐδαμοῦ θρῆνος· ὅρα πῶς διακαθαίρεται τὰ πράγματα· “λούσαντες,” φησὶν, “ἔθηκαν ἐν ὑπερῴῳ· τουτέστι τὰ ἔπι νεκρῷ πάντα ἐποίησαν.
ὑπὲρ τῶν τοιούτων τοὺς μαθητὰς σκύλλειν, καὶ τοῦ κηρύγματος παρασπᾶν· ἐπεὶ καὶ διὰ τοῦτο λέγει, ὅτι ἐγγὺς ἦν, εἴπου ἐν τάξει παρέργου τοῦτο ᾔτουν·
ἕως αὐτῶν. ἀναστὰς δὲ ὁ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν
αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορ- κἀς.
προτροπὴ.
ὁ γὰρ καὶ τὰ χωρία καὶ τὰς οἰκίας καὶ τὸ χρύσιον ἐπὶ τῆς γῆς περιφέρων, ὅπου περ ἂν φανῇ, μετὰ τοῦ πλούτου φαίνεται τούτου· καὶ πῶς ἔνι τοῦτο γενέσθαι φησίν; ἔνι καὶ μετὰ πλείονος εὐκολίας· ἃν γὰρ εἰς τὸν οὐρανὸν αὐτὰ μεταθῇς διὰ τῆς τῶν πενήτων χειρος, άπαντα εἰς τὴν σαυτοῦ ψυχὴν μεταθήσεις κἂν
θάνατος ἐπέλθῃ, λοιπὸν οὐδείς σε αὐτὰ ἀφαιρήσεται· ἀλλ’ ἀπελεύσῃ κἀκεῖ πλουτῶν· τοιοῦτον εἶχεν ἡ Ταβιθὰ θησαυρόν· διὰ τοῦτο οὐχ ἡ οἰκία αὐτὴν ἐκήρυττεν, οὐδὲ οἱ τοῖχοι, οὐδὲ οἱ λίθοι, οὐδὲ οἱ κίονες, ἀλλὰ σώματα χηρῶν ἐνδεδυμένα, καὶ δάκρυα ἐκχεόμενα, καὶ θάνατος δραπετεύων, καὶ ζωὴ ἐπανιοῦσα· τοιαύτας καὶ ἡμεῖς κατασκευάσωμεν ἑαυτοῖς ἀποθήκας· τοιαύτας καὶ ἡμεῖς κατασκευάσωμεν οἰκίας· οὕτω καὶ τὸν Θεὸν συνεργὸν ἕξομεν, καὶ αὐτοὶ αὐτοῦ συνεργοὶ ἐσόμεθα· αὐτὸς μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε
τοὺς πενομένους· σὺ δὲ παραχθέντας καὶ γενομένους u οὐκ ἐᾶς διαφθαρῆναι τῷ λιμῷ καὶ τῇ λοιπῇ ταλαιπωρίᾳ, θεραπεύων, διορθούμενος, πάντοθεν ἀνέχων τοῦ Θεοῦ τὸν ναόν· οὗ τί γένοιτ’ ἃν ἶσον καὶ εἰς ὠφελείας καὶ εὐδοξίας λόγον.
πίστεως συμβάλλεται, ὅτι καὶ τὴν ὧδε καὶ τὴν αἰώνιον προξενεῖ ζωήν.
πίστις τῶν προσιόντων συνήργει· ταύτην πρώτην νεκρὰν ἀνίστησιν.
τὸν Πέτρον, ἀνεκάθισε· δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν
ἀυτὴν.
τὴν δύναμιν ἔλαβεν· ὅρα τὸν καρπὸν οὐ πρὸς ἐπίδειξιν ὄντα· διὰ τοῦτο καὶ βάλλει πάντας ἔξω· τὸν διδάσκαλον κἀν τούτῳ μιμού- μενος.
ἐπίστευον ἐπὶ τὸν Κύριον.
εἰ μὴ πάλιν εἶδον σημεῖα· τῶν ἁγίων καὶ δίχα τοῦ σημείου πιστευόντων, ὅτι δυνατός ἐστιν ὁ τοῦ Θεοῦ δοῦλος ἀναστῆσαι ἀμελητὶ νεκρόν· ἐπεὶ πῶς αὐτὸν μετεστείλαντο;
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.