ΚΕΦ. ΙΕ.
ἵνα μείζων ἡ εὐλάβεια δειχθῇ· θαυμαστότερον γὰρ ὅταν ἐν πλούτῳ καὶ δυναστείᾳ τις ὢν, τοιοῦτος ἦ· τοῦτό τε ἐκείνου ἐγκώμιον, τοσαύτην ἀποδημίαν στέλλεσθαι, καὶ τὸ μηδὲ καιροῦ καλοῦντος· 1 καὶ τὸ ἐν ὁδῷ ἀναγινώσκειν, καὶ ἐπὶ ὀχήματος φερόμενον, καὶ τὸ τὸν Φίλιππον παρακαλεῖν, καὶ μυρία ἕτερα.
δεῖ τοῖς τοιούτοις. “ἀνὴρ,” φησὶν, “εὐσεβὴς καὶ φοβούμενος “τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ·” ἀκούσωμεν ὅσοι τῶν οἰκείων ἀμελοῦμεν· οὗτος δὲ καὶ στρατιωτῶν ἐπεμελεῖτο.
θεοσεβείας θύραν ἀγνοῶν Ἰησοῦν τὸν μέγαν Θεὸν, τὸν ἐν εὐαγγελίοις μεγαλοφώνως βοήσαντα· “ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν “τις εἰσέλθῃ σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ “νομὴν εὑρήσει·” καὶ δὴ καὶ ἀπέστελλεν αὐτῷ τῶν οἰκείων λειτουργῶν ἄγγελον ἕνα, πρὸς τὸ τῆς ἀληθείας φῶς ποδηγήσαντα, καὶ
ὑποσημανοῦντα τὴν τῆς σωτηρίας ὁδόν.
τοῦ Θεοῦ διαπαντός.
σπεῖρα δέ ἐστιν ὃ καλοῦμεν νυνὶ νούμερον.
θωτο.
ὁ ἔπαινος τοῦ φόβου τὸ τραχὺ κατεμάλαξεν.
δαμάλεως σφαττομένης οὐδὲ δέρματος καιομένου, ἀλλὰ ψυχῆς πνευματικῆς τὰ παρ’ ἑαυτῆς εἰσφερούσης· φιλανθρωπίας γὰρ πάσης τοιαύτη θυσία εὐδοκιμώτερα.
οὐκ ἔχοντα· ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον· ὥστε τοὺς καλῶς ἀθλοῦντας στεφανῶσαι τῇ πίστει, ὡς φησὶν ὁ ἄγγελος· “Κορνήλιε, αἱ προσευχαὶ σου καὶ αἱ ἐλεημοσύναι σου “ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, καὶ αἱ ἐλεημοσύναι ἀνέβησαν, τί μοι τὸ λεῖπον
εἰς δικαιοσύνην; ἀλλὰ πέμψον εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου· οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν· εἰ γὰρ ἐξ ὧν κηρύσσει Πέτρος σώζεται, οὐκ εἶχεν οὐδέπω ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῷ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις· διὰ τοῦτο καὶ Πέτρος ἐλθὼν ἐκ τῆς Ἰόππης, καὶ θεασάμενος τοῦ Θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένους ἀλλοφύλοις, ἐπιγνώμων γενόμενος τῆς τοῦ Θεοῦ κρίσεως λέγει, “ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπο-
“λήπτης ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ “ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν. οὐκ εἶπεν, ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην σώζεται, ἀλλὰ “δεκτός ἐστι·” τουτέστι ἄξιος γίνεται τοῦ δεχθῆναι· δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν, καὶ ἀκολουθεῖν τῇ πίστει τὰ ἔργα· μήτε τὴν πίστιν ὑβρίζέτω
τῇ ἀκαρπίᾳ· μήτε τὰ ἔργα ὑβριζέτω τῇ ἀπιστίᾳ.
ἣ τόδε τὸ πρᾶγμα, εἰ Θεῷ ἀρέσκον ἐστὶν ἢ οὐ, ὀφείλει ἐκτενῶς δεηθῆναι τοῦ Θεοῦ, καὶ ἀποκαλύπτεται αὐτῷ τὸ ἀληθές· μάλιστα δὲ εἰ περὶ τὴν πίστιν ἀπορεῖ, τὸ πῶς δεῖ φρονεῖν ἢ τίνι πιστεῦσαι· διότι πολλαὶ εἰσὶν αἱρέσεις ἐν τοῖς δοκοῦσιν εἶναι Χριστιανοῖς. οὕτως λέγουσι καὶ τὸν ἐν ἁγίοις πατέρα καὶ ἐπίσκοπον Γρηγόριον,
δι’ ὀπτασίας νύκτωρ κατηχηθῆναι τὸ μυστήριον τῆς τριάδος ὅπως δεῖ φρονεῖν.
δυνατὴ καὶ ὑπόπτερος γίνεται· “αἱ εὐχαὶ γάρ σου,” φησὶν, “καὶ “αἱ ἐλεημοσύναι ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ·” οὐκ εὐχὴ δὲ μόνον, ἀλλὰ καὶ νηστεία ἐνταῦθα τὰ νεῦρα ἔχει· κἂν νηστεύῃς χωρὶς ἐλεημοσύνης, οὐδὲ νηστεία τὸ πρᾶγμα λογίζεται, ἀλλὰ γαστριζομένου καὶ μεθύοντος χείρων ὁ τοιοῦτος· καὶ τοσούτῳ
χείρων, ὅσῳ τρυφῆς ὠμότης χαλεπώτερον· καὶ τι λέγω νηστείαν; κἂν σωφρονῇς καὶ παρθενεύῃς, ἐκτὸς ἕστηκας τοῦ νυμφῶνος, ἐλεημοσυνην οὐκ ἔχων.
Σίμωνά τινα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν ἡ οἰκία παρὰ θάλασσαν. οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν.
οἱ Ἀπόστολοι ἐρημίας ὄντες φίλοι καὶ ἡσυχίας. τι οὖν εἰ συνέβη καὶ ἄλλον εἶναι; ἴδου ἔστι ἄλλο σημεῖον τὸ παρὰ θάλσσαν οἰκεῖν· οὐκ εἶπε διατί· ἵνα μὴ ἐκλύσῃ αὐτὸν ἐν ἐπιθυμίᾳ καὶ πόθῳ τῆς ἀκροάσεως γενέσθαι.
φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
Καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς
εἰς τὴν Ἰόππην.
ἑαυτοῦ θεοσεβεῖς ἄνδρας, διὰ τὸ “μετα ὁσίου ὅσιος ἔσῃ, καὶ τὰ εζης.
διὰ τοῦτο ἐξηγήσατο· οὕτω μέτριος ἦν ὁ ἀνήρ· καίτοι οὐδὲν μέγα ἢν φαντασθῆναι περὶ ἀνδρὸς καταγομένου παρὰ βυρσεῖ.
Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων αὐτῶν καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἐνάτην.
ἔκπληξιν, καὶ τὸ ἔξω τῶν αἰσθητῶν γενέσθαι, ἐπὶ τὰ πνευματικὰ ποδηγούμενον. ἀμέλει ἐκστὰς Πέτρος ἀπήγγειλεν ἃ ε7δε καὶ ἤκουσε. καὶ προσέτι τίνος ἦσαν σύμβολα· οὐκ ἄρα κατὰ τοὺς Φρύγας οἱ προφῆται ὑπὸ τοῦ Πνεύματος κατεχόμενοι ἐν παρα- φροσύνῃ εἰσὶν, ἀγνοοῦντες τί μὲν φθέγγονται, τι δὲ πράττουσι·
δείκνυται δὲ τῷ κορυφαίῳ τῶν Ἀποστόλων διὰ τῆς ὀθόνης τὸ καθαρὸν τῆς Ἐκκλησίας διὰ τῶν τεσσάρων ἀρχῶν· τῶν εὐαγγελίων τὸ σωτήριον κήρυγμα, τὸ συνέχον τὴν Ἐκκλησίαν εἰς μίαν ἑνό- ἦτα πίστεως· διὰ δὲ τῶν θεωρηθέντων, τὸ ἐκ παντὸς ἔθνους διὰ τοῦ βαπτίσματος πεπληρῶσθαι τὴν Ἐκκλησίαν ἁγίων ἅμα καὶ
ἁμαρτωλῶν.
τούτοις τοὺς φύσει κακοὺς λέγουσι τοὺς εἰρημένους λύκους ἅρπα- γας καὶ ἀλώπεκας, καὶ πάντας ἁπαξαπλῶς τοὺς ὀνόμασιν ἀλόγων ζώων δηλουμένους· ἐλεγκτέον οὖν αὐτοὺς ὡς οὐδεὶς ἐκείνων κατὰ φύσιν, ἀλλὰ κατὰ πρόθεσίν ἐστι κακὸς, ἐκ τῆς ἐγκειμένης ὀπτα- σίας. τὸν γὰρ Πέτρον διδάξαι βουλόμενος ὁ Θεὸς μηδένα ἄνθρω-
πον παραιτεῖσθαι ὡς κοινὸν ἣ ἀκάθαρτον ὄντα, σκεῦος ἐμφερές τι ὀθόνης ἐκ τοῦ οὐρανοῦ τέσσαρσιν ἀρχαῖς καθῆκεν ἐπὶ τῆς γῆς· ἐν ᾧ ὑπῆρχε πάντα τὰ γένη τῶν ἀλόγων ζώων· ἀφ’ ὧν θύσας φαγεῖν ὁ Πέτρος προσετάττετο· ὁ δὲ ἀκμὴν ἐμμένων ἐν τῇ Ἰουδαϊκῇ συνηθείᾳ, αἰσθητὰ νομίσας τὰ ὁρώμενα, παρῃτήσατο εἰπὼν,
ἣ ἀκάθαρτον μηδέποτε βεβρωκέναι· ταῦτα αὐτοῦ εἰρηκότος, ὁ χρησμὸς πρὸς αὐτόν ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου ἀφ’ οὐ καὶ γνῶσιν λαβὼν, ὡς περὶ ἠθῶν ἀνθρώπων τούτων εἰρημένων, δεδειχέναι αὐτῷ τὸν Θεὸν, ὡς οὐδεὶς κατὰ φύσιν ἀκάθαρτος ἀνθρώ- πων· διὸ καὶ ἀναντιρρήτως ἀπαντῆσαι πρὸς τὸν Κορνήλιον, ὠφελη- θῆναι θέλοντα σὺν παντὶ τῷ οἴκῳ τὴν εὐαγγελικὴν διδασκαλίαν· ὅθεν ἐπιδέδεικται τὰ τετράποδα καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ ἀναφορὰν ἔχοντα εἰς τὰς ἀνθρώπων καταστάσεις ὑπὸ Θεοῦ χαρισθέντα· οὐ διὰ φύσιν ἀντιπράττουσαν, τὸ ἅγιον ἣ τοὺς μαργαρίτας κεκώλυται κυσὶν ἣ χοίροις διδόναι· ἀλλὰ διὰ προαίρεσιν
χειρίστην ἣν καταλεῖψαι δυνατὸν, μηκέτι κύνα ἣ χοῖρον ὄντα. ἡ Συροφοινίκισσα γοῦν γυνὴ διὰ πίστιν ἐκ κυνὸς ἄνθρωπος γέγονεν· ὅθεν καὶ τὸν ἄρτον τῶν τέκνων παρέσχεν αὐτῇ ὁ Ἰησοῦς.
οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῆς Φρυγίας, φασὶ τοὺς προφήτας κατεχομένους ὑπὸ τοῦ Ἁγίου Πνεύματος μὴ παρακολουθεῖν ἑαυτοῖς παραφερομένοις κατὰ τὸν τῆς προφητείας καιρόν. δοκοῦσι δὲ ἀπόδειξιν ἔχειν ταύτης τῆς κακοδοξίας ἐκ τῆς προκειμένης γραφῆς λεγούσης ἐξεστακέναι τὸν Πέτρον· ἀλλ’ ἴστωσαν οἱ ἠλίθιοι, οἱ ἀληθῶς
παραπαίοντες, ὡς πολλὰ σημαίνει ἡ λέξις αὕτη. δηλοῖ γὰρ καὶ τὴν ἐπὶ θαυμασμῷ ἔκπληξιν· καὶ τὸ ἔξω τῶν αἰσθητῶν γενέσθαι, ποδηγούμενον ἐπὶ τὰ πνευματικά· καὶ τὸ παρακόπτειν· ὅπερ οὐ λεκτέον οὔτε ἐπὶ Πέτρου, οὔτε τῶν προφητῶν· ἀλλὰ τὰ ἄλλα ἐκ τῆς λέξεως σημαινόμενα· ἀμέλει γοῦν ὁ ἐκστὰς Πέτρος παρηκολούθει,
ὡς ἀπαγγέλλειν ἃ εἶδε καὶ ἤκουσε, καὶ τίνος σύμβολα τὰ δειχθέντα ἦν. Ταῦτα καὶ περὶ τῶν προφητῶν πάντων ἐρεῖς παρακολουθούντων οἷς ἔλεγον τὰ θεωρούμενα· σοφοὶ γὰρ ἦσαν νοοῦντες ἀπὸ τοῦ ἰδίου στόματος ἃ προέφερον· τοῦ Κυρίου μετὰ τὴν ἀνάστασιν φανερῶς ἐντειλαμένου μαθητεῦσαι πάντα τὰ ἔθνη z. ἣ πῶς
οἱ ἐν Ἱεροσολύμοις Ἀπόστολοι ἀκούσαντες τὰ κατὰ τὸν Κορνήλιον, διεκρίνοντο πρὸς τὸν Πέτρον· πάνυ μὲν οὖν ἐδεῖτο τῆς περὶ τῶν ἐθνῶν θείας ἀποκαλύψεως ὁ τῶν Ἀποστόλων ἔξαρχος Πέτρος ὁ πανάγιος· οὐ γὰρ ἐγίνωσκεν ὅτι περιτομῆς καὶ ἀκροβυστίας οὐκ ἔστι διαστολὴ κατὰ τὴν πίστιν· οὔτε μὴν ᾔδει σαφῶς ὅτι δίχα
τῆς κατὰ νόμον φαινομένης λατρείας μαθητευθῆναι τὰ ἔθνη ὁ Κύριος εἶπεν, ἕως οὗ τῆς ἀπορρήτου βουλῆς αὐτοῦ καὶ ἀποκαψύψεως ἐφανέρωσε τὸ μυστήριον· διά τε τοῦ κατὰ τὴν σινδόνα 3 παραδείγματος πείσας, διά τε τῆς ἴσως τὴν πίστιν δοθείσης καὶ τοῖς ἔθνεσι χάριτος τοῦ ῾Αγίου Πνεύματος, ὡς οὐκ ἔστιν ἐν Χριστῷ διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὅπερ καὶ οἱ ἐν Ἱεροσολύμοις ἀγνοοῦντες Ἀπόστολοι διεκρίνοντο πρὸς αὐτὸν, ἕως ἔμαθον καὶ αὐτοὶ τὸν ἐν ἀποκρύφοις πλοῦτον τῆς ἐπὶ πάντας ἀνθρώπους θείας
χρηστότητος. θείας γὰρ ζωῆς καὶ καινῆς λατρείας παρὰ τὴν νομικὴν εἰσαγωγὴν, καὶ ψυχῆς ἑκουσίως σώματος ἑαυτὴν ἀπολυούσης καταγνώμην u ὑπῆρχε διδαχῇ, καὶ ἄλλης ἀρχὴ θειοτέρας γενέσεως ὑποτύπωσις ἡ τοῦ κηρύγματος χάρις· καὶ διὰ τοῦτο τῆς τοῦ προστάξαντος ἔχρηζον ἐφ’ ἑκάστῳ λόγῳ διδαχῆς οἱ ταύτην
πιστευθέντες τὴν διακονίαν· εἰ δέ τῳ x μὴ δοκῶ τοῦ δέοντος εἶναι περιεργότερος, πᾶς λόγος θείας ἐντολῆς δεῖται πάντως τοῦ ἐπ’ αὐτῷ πρὸς ἐνέργειαν ὁρισθέντος τρόπου διδαχῆς καὶ ἀποκαλύψεως· οὐ γάρ ἐστι τὸ παράπαν τὸ διαγινῶσκον τόν τινος λόγου τρόπον χωρὶς τοῦ φαμένου τὸν λόγον ἀποκαλύψεως· ὅπερ εἰδὼς καὶ ὁ
πανεύφημος Πέτρος, λαβὼν ἤδη παρὰ τοῦ Κυρίου τὸν περὶ τῶν ἐθνῶν τοῦ κηρύγματος λόγον, οὐκ ἐνεχείρησεν· ἀναμένων διδαχθῆναι παρὰ τοῦ δόντος τὸν λόγον, τοῦ λόγου τὸν τρόπον.
τὸν νόμον φυλάττειν. εἰς ἔθνη ἐπέμπετο· ἵνα οὖν μὴ καὶ οὗτοι αὐτοῦ κατηγορήσωσιν, ὅρα πόσα οἰκονομεῖται· ἵνα γὰρ μὴ δόξῃ φαντασιά τις εἶναι, εἶπον y, φησὶ, “μηδαμῶς Κύριε.
ζῷα τῆς τῶν ἀνθρώπων ἐστὶ καταστάσεως σύμβολα.
καὶ φάγε. ὁ δὲ Πέτρος εἶπε, μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.
ὁμολογῆσαι ὅτι ἀκάθαρτα ἦν, καὶ τὸ ἐκεῖθεν ἥκειν, καὶ τὸ ἐκεῖ ἀνασπασθῆναι μέγα δεῖγμα καθαρότητος. διατί δὲ καὶ τοῦτο γίνεται; διὰ τοὺς μετὰ ταῦτα, οἷς μέλλει ἐξηγεῖσθαι· ἐπεὶ αὐτὸς ἤκουσεν, ὅτι “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· εἰ γὰρ καὶ περιτομῆς ἐδεήθη καὶ θυσίας ὁ Παῦλος, πολλῷ μᾶλλον τότε, ἐν ἀρχῇ τοῦ
κηρύγματος ἀσθενεστέρων ὄντων αὐτῶν.
οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον, ὡς καὶ βόας καὶ αἶγας, καὶ πρόβατα καὶ ὄρνις κοινὰ λέγεσθαι παρ’ αὐτῷ, εὐθὺς ἐλεγχθήσονται ἐκ τῆς προτέρας αὐτοῦ ἀναστροφῆς· μετὰ γὰρ τὸ γῆμαι, καὶ τέκνα κεκτῆσθαι, καὶ πενθερὰν ἔχειν, συνέτυχε τῷ Σωτήρι’ ἐξ ᾿Ιουδαίων ὁρμώμενος· Ἰουδαῖοι δὲ καὶ σάρκας ἐσθίουσι, καὶ κρεωφαγία
παρ’ αὐτοῖς οὐκ ἔστι βδελυκτὴ, οὐδὲ ἀπηγόρευται· ἄρα οὖν αὐτοῦ βεβρωκότος ἀπ’ ἀρχῆς, εἰ καὶ εὐθέως τοῦ συναντῆσαι τῷ Σωτήρι’ εἴποιμεν, δειχθήσεται ὅτι οὐδὲν ἡγήσατο κοινὸν τῶν οὐ κοινῶν λεγομένων· καὶ γὰρ οὐ κατὰ πάντων ἀπεφήνατο τὸ κοινὸν καὶ ἀκάθαρτον, ἀλλὰ περὶ ὧν ἔλεγεν ὁ νόμος κοινῶν καὶ ἀκαθάρτων·
πάλιν δὲ τούτου δειχθέντος, ὅτι οὐ περὶ πάντων κρεῶν ἔλεγεν ὡς κοινῶν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ κοινῶν τε καὶ ἀκαθάρτων, ὁ Θεὸς τῆς ἁγίας Χριστοῦ Ἐκκλησίας τὸν χαρακτῆρα παραδοὺς, ἔλεγεν αὐτῷ μηδὲν κοινὸν ἡγεῖσθαι· πάντα γὰρ αὐτῷ ἐστι καθαρὰ μετὰ εὐχαριστίας καὶ εὐλογίας Θεοῦ λαμβανόμενα· ἀλλ’ εἰ καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν τὸ αἴνιγμα, ἵνα μὴ ἡγήσηται τοὺς ἐν ἀκροβυστίᾳ κοινοὺς ἣ ἀκαθάρτους, ὅμως ὁ λόγος τοῦ Πέτρου οὐ περὶ ἀνθρώπων εἶχε τὴν ἔμφασιν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ ἀπηγορευμένων, ὡς καὶ παντὶ σαφὲς ἃν εἴη.
“ἐγένετο ἐπὶ τρίς.”
διὰ τὸ ἡττῆσθαι y δεινῶς τῇ περὶ τοὺς τύπους αἰδοῖ, καθίησι τὴν ὀθόνην ἐξ οὐρανοῦ Θεὸς, ἐγγεγραμμένων αὐτῇ τῶν ζώων, ἃ ταῖς τοῦ νόμου ψήφοις αἰνιγματωδῶς μὲν, ὡς ἔφην, πλὴν ὡς βέβηλα κατεκρίνετο· καὶ δὴ καὶ σφάττειν ἐκέλευε, καὶ εἴπερ ἕλοιτο ποιεῖσθαι τροφήν· ἀλύοντος δὲ καὶ οὕτω τοῦ μαθητοῦ, καὶ δὴ καὶ
λέγοντος ᾿Ιουδαϊκῶς, “μηδαμῶς Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν “κοινὸν καὶ ἀκάθαρτον·” οὐδὲ εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον· φωνὴ κατεδόθη, μονονουχὶ καὶ ἐπιπλήττοντος αὐτῷ τοῦ Θεοῦ, λέγοντός τε σαφῶς, “ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου· εἰτα συνῆκεν εὐθὺς, ὡς ἐνειστήκει καιρὸς τοῦ μεταπλάττεσθαι
δεῖν πρὸς ἀλήθειαν τὰς σκιάς. ἡ δέ γε τῶν τύπων εἰς ἀλήθειαν μεταφοίτησις, ἀποπεραίνει μᾶλλον αὐτοὺς, καὶ οὐ καθάπερ οἴονταί τινες εἰκῆ τεθειμένους ἀποφήνειεν ἄν· οὐκοῦν οὐ ποτὲ μὲν ὁ νομοθέτης καθαρὸν οἶδε τὸν σῦν, ἤγουν τὰ ἕτερα, ποτὲ δὲ οὐχί· ἀλλ’ οἶδεν εὖ γεγονότα· οὐκοῦν εἰ καὶ μὴ πρόσεστιν ὑσὶ τὸ μαρυκᾶσθαι
τυχὸν, ἀλλ’ οὖν οὐκ ἀκάθαρτον· ἐδώδιμον δὲ μᾶλλον ἐστὶ τὸ ζῶον κατὰ μίαν· εἰ δέ τινας κατ’ οὐδένα τρόπον, τόγε ἧκον εἰς ἰδίαν φύσιν· τύποι γὰρ, ὡς ἔφην, ὁ νόμος, καὶ σκιαὶ μέχρι καιροῦ διορθώσεως ἐπικείμεναι.
αὐτοῦ, ὃν καὶ ὁ Κορνήλιος ἐσέβετο.
μὴν αὐτός ἐστιν ὁ περὶ καθαρῶν καὶ ἀκαθάρτων διαλεχθεὶς ἀνθρώπῳ· ἀλλὰ καὶ ἐκεῖ τετράποδα ἦν, καὶ οὐδὲ οὕτως ᾔδει.
ὀπτασίας· ὥσπερ καὶ ἡ εἰς Τριάδα πίστις τὴν ἀληθῆ θεοσέβειαν παρίστησιν.
Πέτρος ἐνθάδε ξενίζεται. τοῦ δὲ Πέτρου διανοουμένου περὶ τοῦ ὁράματος, εἶπε τὸ Πνεῦμα αὐτῷ,
νεσθαι.
καὶ ἄνω ἐπὶ τοῦ βαπτίσματος Φιλίππου σεσημείωται· ὃν εἶπον διάκονον ὄντα μὴ δύνασθαι δίχα ἀνάγκης βαπτίζειν.
ἀπὸ τοῦ Κορνηλίου πρὸς αὐτὸν, εἶπεν, ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία, δι’ ἢν πάρεστε;
πυνθάνεσθαι, ὡς δὴ θέλων ἑαυτὸν κατακρύψαι· ἵνα ἃν μὲν εὐθέως κατεπείγει, καὶ συνεξέλθῃ· ἂν δὲ μὴ, ἵνα ξενίσῃ εἰς τὸν οἶκον αὐτοὺς.
ὁμ́ως σκανδαλίζονται, εἰ μὴ τοῦτο ἦν· τί οὐκ ἃν ἐγένετο ; ὅρα πόση ἀσφάλεια, ὥστε μηδὲν αὐτοὺς παθεῖν δεινόν.
ἀλλ’ ἐκελεύσθη οὕτως.
καί τινες τῶν ἀδελφῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ· καὶ τῆ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν.
τᾶι μετ’ αὐτοῦ· καὶ τοῦτο οἰκονομικῶς, ὥστε ε-ι’ναι μάρτυρας μετὰ ταῦτα, ὅταν ἀπολογει-σθαι δέῃ Πέτρον.
ἡμέρᾳ, περὶ ὥραν ἐνάτην οὕτως αὐτῷ προσεῖχεν.
ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι· καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε· καὶ εὑρίσκει συνεληλυθότας πολλούς.
ὁ Θεός· καὶ ὅρα πῶς ὁμοῦ καὶ μεγάλα φθέγγεται, καὶ μετριάζει· οὐ γὰρ εἶπεν, ἄνθρωποι, μηδενὶ καταξιοῦντες κολλᾶσθαι ἤλθομεν πρὸς ὑμᾶς, ἀλλάγε, ὑμεῖς ἐπίστασθε, ὁ Θεὸς τοῦτο ἐκέλευσε παρά. νόμον εἰναι κολλᾶσθαι ἣ προσεύχεσθαι ἀλλοφύλῳ.
λέγειν ἄνθρωπον.
καὶ διὰ τοῦτο ἔλεγε· μή τις τὸ ὕδωρ κωλύσαι δύναται τού- 6 “τοὺς, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;“πείθων ἅμα τοὺς συμπαρόντας καὶ σημαίνων, ὅτι εἰ μὴ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς ἐπαναπέπαυτο, ἦν ὁ κωλύσων αὐτοὺς τοῦ βαπτίσματος.
φησιν· ἵνα μὴ δόξη κολακεύειν αὐτόν.
προσευχόμενος ἐν τῳ οἴκῳ μου.
αὐτῷ ὁ ἄγγελος. αὕτη μία ἡμέρα, καὶ ἣν ἀπῆλθον οἱ πεμφθέντες παρὰ Κορνηλίου, μία· καὶ ἣν ἦλθον, μία· καὶ τετάρτη ἐφάνη ὡσεὶ τρίτην ὥραν μεθ’ ἣν προσηύξατο.
σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ· πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, παρὰ
θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι. ἐξαυτῆς οὖν
ἔπεμψα πρὸς σέ· σύ τε καλῶς ἐποίησας παραγενόμενος.
“Κυρίου.”
καταλαμβάνομαι.
θεοσεβῶν τῶν περιοφθέντων; οὐκ ἔστι τινὰ περιοφθῆναι ποτε· ὁ δὲ λέγει τοῦτό ἐστιν, ὅτι οὐδένα ἀπωθεῖται.
οὐδὲ πόρνην, πολλῷ μᾶλλον τοὺς ἐργαζομένους δικαιοσύνην καὶ βουλομένους πάντως.
μένος δικαιοσύνην, δεκτός αὐτῷ ἐστι.
εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ, οὗτός ἐστι πάντων
Κύριος· ὑμεῖς οἴδατε τὸ ῥῆμα τὸ γενόμενον καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης.
καὶ ἐκείνους πείσῃ· διὰ τοῦτο ἀναγκάζει τὸν Κορνήλιον εἰπεῖν· καὶ δίδωσιν αὐτοῖς τοῖς υἱοῖς Ἰσραὴλ τὸ ἐξαίρετον.
10 ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός· καὶ ταῦτα ἅπερ ἔχει κατὰ φύσιν ὡς Θεὸς, λαμβάνειν λέγεται διὰ τὸ ἀνθρώπινον· δέχεται γὰρ οὐχ ἑαυτῷ, μᾶλλον δὲ καθ’ ὃ Θεὸς Λόγος ἐστίν· ἴδια γὰρ ἦν αὐτοῦ. ἀλλ’ ἡμῖν ὡς ἐν ἀπαρχῇ δι’ ἑαυτοῦ.
προφορᾶς, οὐ πάντως ἕπεται τῇ τῶν σημαινομένων πραγμάτων ἁρμονίᾳ· εἰ καὶ ποτε συμπίπτει τοῦτο· διὸ καὶ d πραττόμενον ἐν τῇ προφορᾷ τῆς δυνάμεως τοῦ Θεοῦ εὑρίσκεται τὸ Πνεῦμα, οὐ δεῖ νομίζειν ὅτι οὕτω καὶ τὰ σημαινόμενα ἔχει· ἅμα γὰρ καὶ ἀδιαίρετον φρονοῦντες εἶναι τὴν τριάδα, οὐδὲ περὶ οὐσιώδους διαφορᾶς
ἐννοοῦμεν· τῷ μὴ ἐκ διαφόρων συμπληροῦσθαι τὸν Πατέρα καὶ τὸν Υἱὸν, ἣ τὸ Ἅγιον Πνεῦμα· διὸ κἂν λέγηται ὁ Ἰησοῦς, ὁ ἐκ τῆς παρθένου κυηθεὶς, κεχρῖσθαι Πνεύματι Ἁγίῳ καὶ δυνάμει, οὐχ ἕτερόν τι ἐκ τῆς λέξεως μανθάνομεν, ἣ ὅτι Πνεύματος Ἁγίου καὶ τῆς τοῦ Θεοῦ δυνάμεως ἐπισκιασάσης αὐτῇ, ἵνα
τέκῃ τὸν Ἐμμανουήλ· φαμὲν οὖν τὸ κυηθὲν μὴ ἐξ ἀνδρὸς, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου, καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως γεγονέναι. Ὣς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.
διαβολικὰς, καὶ διαστροφὴν σωμάτων ὑπ’ ἐκείνου γεγενημένας, ὥσπερ καὶ ὁ Χριστὸς ἔλεγεν. Ἠν γὰρ καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων δι’ ἀπιστίας πεδήσας ὁ Σατανᾶς, καὶ τὰ σώματα λωβησάμενος, σάμενος, κατὰ τὸ, “ἀπὸ ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ὁλοκληρία.
ὧν ἐποίησεν ἐν τῆ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλον, κρεμάσαντες ἐπὶ ξύλου·
τοῦτον ὁ Θεὸς ἤγειρεν τῇ τρίτη ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι.
τοῦτο ἀνατίθησι τῷ Θεῷ, “τοῖς προκεχειροτονημένοις” φησίν· ὅρα πόθεν τὴν ἀνάστασιν βεβαιοῦται· διατί μηδὲν ἀναστὰς ἐποίησε σημεῖον, ἀλλ’ ἔφαγε καὶ ἔπιεν; ὅτι αὐτὴ ἡ ἀνάστασις μέγα σημεῖον ἦν· ταύτης δὲ οὐδὲν οὕτω σημεῖον ὡς τὸ φαγεῖν καὶ πιεῖν. “διαμαρτύρασθαι φησὶ, φοβερῶς· ἵνα μὴ ἔχωσιν εἰς ἄγνοιαν καταπεσεῖν i
καὶ οὐκ εἶπεν, ὅτι αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλ’ ὃ μᾶλλον αὐτοὺς ἐφόβει, ἡ καιρία κατασκευὴ ἡ ἀπὸ τῶν προφητῶν· μεγάλην γὰρ δόξαν εἶχον ἐκεῖνοι. ὅτε τῷ φόβῳ κατέσεισε, τότε ἐπάγει τὴν συγχώρησιν, οὐ παρ’ αὐτοῦ λεγομένην, ἀλλὰ παρὰ τῶν προφητῶν.
ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ παρήγγειλεν ἡμῖν κήρυξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
βουλόμενος προσείκατο πάθος· μετὰ δέ γε τὴν ἀνάστασιν οὐκέτι κατὰ χρείαν ἔφαγε καὶ ἔπιεν, ἀλλὰ μόνον πιστούμενος καὶ ἐπιδεικνὺς τοῖς οἰκείοις μαθηταῖς· καὶ τοῖς μετὰ ταῦτα δεῖ κεινῶν πιστεύειν μέλλουσι τὴν ἀληθῆ φύσιν τοῦ σώματος· ὃ καὶ πέπονθεν ἑκὼν καὶ ἀνέστη θεοπρεπῶς, πανταχόθεν ἀπελαύνων τὴν τῆς ἐπαράτου
δοκήσεως καὶ φαντασίας ὑπόνοιαν. ταύτην οὖν καὶ καινὴν βρῶσιν καὶ πόσιν ἐκάλεσε τὴν μετὰ τὴν ἀνάστασιν γενομένην αὐτῷ μετὰ τῶν μαθητῶν, οὐ κατὰ τὴν προτέραν συνήθειαν.
οὕτω καὶ Ἡσαΐας τὸ αὐτοῦ εἰσφέρον πρόσωπον λέγει, “ἐγώ εἰμι “ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ τὰς ἀνομίας σου.”
λία πρὸς τὸν λαὸν τῶν Ἑβραίων, περὶ μετανοίας καὶ πίστεως τῆς εἰς τὸν Πατέρα εἰρήκασι· ἀκολούθως καθόλου δέξεται πάντας τοὺς προφήτας μαρτυρεῖν ἄφεσιν ἁμαρτιῶν δίδοσθαι τῷ πιστεύοντι εἰς τὸν Κύριον.
τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
ἤνεγκεν· οὕτως τὸ πᾶν τῆς πίστεως ἐστιν.
πάντως τὸ βάπτισμα ἄφεσίς ἐστιν ἁμαρτημάτων, τότε ἐπῆλθε τὸ Πνεῦμα. τοῦτο δὲ γίνεται προοικονομοῦντος ἀπολογίαν μεγάλην τῷ Πέτρῳ τοῦ Θεοῦ· καὶ οὐχ ἁπλῶς Πνεῦμα ἐπῆλθεν, ἀλλὰ καὶ γλωσσαῖς ἐλάλουν· ὅπερ ἐξέπληττε τοὺς συνελθόντας· πάνυ ἐπαχθῶς ε7χον πρὸς τὸ πρᾶγμα· διὸ πανταχοῦ τοῦ Θεοῦ τὸ
γίνεται· καὶ ὁ Πέτρος σχεδὸν ἁπλῶς πάρεστι· παιδευόμενος ὅτι δεῖ αὐτοὺς ἅψασθαι τῶν ἐθνῶν· καὶ ὅτι δι’ αὐτῶν δεῖ γενέσθαι τοῦτο. ὅπου γὰρ μετὰ τοσαῦτα, καὶ ἐν Καισαρείᾳ καὶ ἐν lepoao- λύμοις ἀμφισβήτησις γίνεται, τι ἃν ἐγένετο, εἰ μὴ ταῦτα παρη- κολούθησε; καὶ διὰ τοῦτο μεθ’ ὑπερβολῆς γίνεται· καὶ ὁ Πέτρος λαβὼν ἀφορμὴν, ὅρα πῶς ἀπολογεῖται· μήτι τὸ ὕδωρ δύναταί “τις κωλῦσαι, καὶ τὰ ἑξῆς· ὅρα ποῦ τὸ πρᾶγμα ἀνήνεγκε, πῶς ὤδινεν ἐξενεγκεῖν τοῦτο οὕτως τῆς γνώμης ταύτης ἢν μήτι “τὸ ὕδωρ,” φησι, “κωλῦσαι κωλῦσαι δύναταί τις;“σχεδὸν γὰρ ὥσπερ
ἐπεμβαίνοντός ἐστι τοῖς κωλύουσι, τοῖς λέγουσιν ὅτι οὐ χρὴ τοῦτο γενέσθαι· τὸ πᾶν γέγονέ, φησι, τὸ ἀναγκαιότερον· τὸ βάπτισμα γέγονεν ὃ ἡμεῖς ἐβαπτίσθημεν.
ἴστω διὰ τὴν κρίσιν τοῦ Πέτρου καὶ τῶν ἐκ περιτομῆς τὸ τοιοῦτον γεγενῆσθαι.
Εὐαγγέλιον, οἱ τυγχάνοντες τοῦ ἁγίου βαπτίσματος εἰς ἀπόδειξιν τοῦ Πνεῦμα Ἅγιον εἰληφέναι, καὶ γλώσσαις ἐλάλουν καὶ προεφήτενον· φήτευον· ὅτε γὰρ ἤκμαζε τὰ τῆς ἀπιστίας, τότε κατὰ τὸ χρεοῶδες ἤνθει τὰ θαύματα· τῆς δὲ πίστεως πλατυνθείσης οὐ δεῖ σημείων· οὐ γὰρ πρὸς ἐπίδειξιν γίνεται τὰ παρὰ τοῦ Θεοῦ, πρὸς
σωτηρίαν δὲ καὶ θεραπείαν, καὶ τὴν τῶν μετεχόντων εὐεργεσίαν.
ὅτι ὁ ἐθνικὸς, κἂν πάνυ δίκαιος ᾖ, οὐδέποτε μεταλαμβάνει τῆς τοῦ Πνεύματος δωρεᾶς, ἀμέτοχος ὢν καὶ ἄγνωστος τῆς ἀληθινῆς πί- στεως.
Πνεύματος ἐκκέχυται· ἤκουον γὰρ αὐτῶν λαλούντων γλωσσαῖς, καὶ μεγαλυνόντων τὸν Θεόν.
διατὶ ὁ Φίλιππος οὐ κατήγαγε τὸ Πνεῦμα; πάλιν γὰρ οὐ μέλλει αὐτοῖς εἰπεῖν, διατὶ πρὸ τοῦ κατελθεῖν τοὺς περὶ τὸν Κορνήλιον νήλιον καὶ βαπτισθῆναι ὕδατι, ἐπέπεσεν ἐπ’ αὐτοὺς τὸ Πνεῦμα. πρὸς οὓς δεῖ εἰπεῖν, ὅτι τῇ τοῦ Θεοῦ κρίσει ταῦτα γίνεται, καὶ οὐδεὶς δύναται κωλῦσαι τὸ Πνεῦμα κατελθεῖν, καὶ πρὸ τοῦ βαπτισθῆναι
ὕδατι ἐκεῖνον, ἐφ’ ὃν συνορᾶ τὸ Πνεῦμα ἐπιπεσεῖν, ὡς ὁ Πέτρος ἐμαρτύρει. οὕτως οὖν καὶ ἐπὶ τοῦ Φιλίππου d νοητέον· ὅτι οὐκ εὐδόκησεν ὁ Θεὸς ἐπιβαλεῖν τοῖς ὑπ’ αὐτοῦ βαπτισθεῖσι Πνεῦμα, κατὰ τὸν καιρὸν καθ’ ὃν ἐλούσαντο ὕδατι· καὶ ὑπερβαί- νει τὸν ἄνθρωπον ἀναζητεῖν τὴν τοῦ Θεοῦ γνώμην, ἣν μαθεῖν ἀδύνατον
κατὰ τὸ εἰρημένον· “τίς ἔγνω νοῦν Κυρίου;
προσέταξε βαπτισθῆναι, παιδεύων αὐτοὺς διὰ τῶν πραγμάτων· τοσοῦτον ἀπεχθῶς εἶχον οἱ Ἰουδαῖοι· διὰ τοῦτο πρότερον ἀπολογεῖται, καίτοι τῶν πραγμάτων βοώντων· καὶ τότε προσέταξεν.
αὐτὴν ἔχει βεβαιουμένην· ὅθεν οὐ φοβητέον ἐκ τῶν τοιούτων ῥημάτων τὴν Σαβελλίου γνώμην· τριάδα γὰρ τιθέμεθα, ἀλλ’ οὐ τριώνυμον ὑπόστασιν μίαν.
τῷ Θεῷ θάψαι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἀναδεῖξαι τὸν νέον. τρίτον δὲ τοῦτο γίνεται, ἵνα μάθῃς ὅτι δυνάμει Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος τὰ πάντα ἐκεῖ πληροῦται. καὶ ὅτι οὐ στο- χασμὸς τὸ εἰρημένον, ἄκουσον τοῦ Παύλου λέγοντος· “συνετάφη- μὲν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον·” καὶ πάλιν,
“ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη· καὶ πάλιν, σύμ- φυτοὶ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ.”
τοῦ Θεοῦ.
γὰρ μηδὲν τούτων ἦν, οὐκ ἤρκει τὸ κατόρθωμα· ἀλλ’ οὐκ ἀπολογεῖται οὕτω Πέτρος, συνετὸς γὰρ ἦν· μᾶλλον δὲ οὐ τῆς συνέσεως αὐτοῦ ἦν, ἀλλὰ τοῦ Πνεύματος τὰ ῥήματα· καὶ δείκνυσι διὰ τῆς ἀπολογίας, ἑαυτὸν μὲν οὐδαμοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν· ἐπ’ αὐτὸν γὰρ ἔρριψε τὸ πᾶν.
πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς, λέγοντες ὅτι εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας, καὶ συνέφαγεν αὐτοῖς.
μικρῶς· καὶ ὅρα τί προβάλλονται· οὐ λέγουσι, διατὶ κατήγγειλες; ἀλλὰ, διατί συνέφαγες; ὁ δὲ Πέτρος οὐ πρὸς τοῦτο ἵσταται τὸ ψυχρόν· ψυχρὸν γὰρ ὄντως ἦν· ἀλλὰ πρὸς ἐκεῖνο τὸ μέγα· ὅτι εἰ Πνεύματος μετέλαβον, φησὶ, πῶς τούτου μεταδοῦναι οὐκ ἦν;
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.