ΚΕΦ. ΛΘ.
ἐν τῆ νήσῳ Ἀλεξανδρινῷ, παρασήμῳ Διοσκούροις·
καὶ καταχθέντες εἰς Συρακούσας, ἐπεμείναμεν
ἡμέρας τρεῖς· ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον,
πιστεῦσαι τοὺς δεσμώτας, τοὺς στρατιώτας, τὸν ἑκατοντάρχην· εἰ γὰρ αὐτοὶ λίθινοι ἦσαν δι’ ὧν συμβουλεύσαντος ἤκουσαν, καὶ 1 δἰ ὧν προειπόντος, καὶ δι’ ὧν θαυματουργήσαντος, καὶ μεγάλα ἃν ἐφαντάσθησαν περὶ αὐτοῦ.
μένειν· εἰ γὰρ καὶ πρὸ τούτου φιλανθρώπως ἐχρήσαντο αὐτῷ, πολλῷ μᾶλλον νῦν. Καὶ μετ’ ὀλίγα — Ἤδῃ καὶ τῆς Σικελίας τὸ κήρυγμα ἥψατο· ὅρα πῶς διέδραμεν· ἐν Ποτιόλοις εὗρόν τινας, εἶτα ἀπήντησαν καὶ ἀλλοί· τοσαύτη ἦν ἡ προθυμία τῶν ἀδελφῶν· οὐκ ἐθορύβησεν αὐτοὺς τὸ ἐν δεσμοῖς εἶναι τὸν Παῦλον.
“ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύ- “σουσιν.”
ἤλθομεν εἰς Ποτιόλους· οὗ εὑρόντες ἀδελφοὺς, παρεκλήθημεν παρ’ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως
εἰς τὴν Ῥώμην ἤλθομεν.
ηὐχαρίστει.
εἰκόνα τινὰ Ἀππίου ἔχοντα ὡς εἰκὸς, καὶ Φόρον ἐκείνου καλουμένην. καὶ μέχρι τοῦ νῦν αἱ τῶν βασιλέων εἰκόνες Φόροι προσαγορεύονται· τὰ δὲ τῶν Ταβερνῶν πανδοχείων τινῶν ἢ καπηλείων χρῆσιν αἰνίσσονται, τῇ Ῥωμαίων φωνῇ οὕτως ὀνομαζόμενα.
καὶ ἀπὸ τούτου μανθάνομεν, ὅτι ἀνθρωπίνως καὶ παρεκαλεῖτο καὶ τοὐναντίον.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.