ΚΕΦ. Μ.
τοὺς δεσμίους τῷ στρατοπεδάρχη· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ’ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτη.
τῶν ἄλλων ἠρίθμουν αὐτόν· λοιπὸν γὰρ αἰδέσιμος ἦν ὁ Παῦλος ὥστε καὶ καθ’ ἑαυτὸν μένειν· εἰ γὰρ καὶ πρὸ τούτου φιλανθρώπως ἐχρήσαντο αὐτῷ, πολλῷ μᾶλλον νῦν· “ σὺν τῷ φυλάσσοντι αὐτὸν “ στρατιώτῃ,” ὥστε μὴ ἐξεῖναι μηδὲ ἐκεῖ ἐπιβουλὴν τινὰ αὐτὸν ὑποστῆναι, οὐ γὰρ ἐνῆν στασιάσαι λοιπόν· ὥστε οὐκ ἐκεῖνον ἐφύλασσον,
ἁλλ’ ὥστε μὴ γενέσθαι τι τῶν ἀηδῶν· οὐ γὰρ ἐξῆν λοιπὸν καὶ πόλεως οὔσης τοσαύτης, καὶ βασιλέως ὄντος, καὶ ἐφέσεως οὔσης, γενέσθαι τι παρὰ τὴν ἀκολουθίαν. οὕτως ἀεὶ διὰ τῶν δοκούντων εἶναι καθ’ ἡμῶν, ὑπὲρ ἡμῶν πάντα γίγνεται· φύλαξ γὰρ ἦν τοῦ Παύλου.
προστῆναι αὐτοῖς τὰ λεγόμενα· οἱ μὲν οὖν Ἰουδαῖοι τοσαῦτα ὁρῶντες σημεῖα, ἐδίωκον, ἤλαυνον· διελέγετο αὐτοῖς· ἀντιλέγοντες δὲ ἀνεχώρησαν· καὶ ὑβρίζονται παρ’ αὐτοῦ, καὶ οὐδὲν τολμῶσιν εἰπεῖν· οὐ γὰρ τῇ ἐξουσίᾳ αὐτῶν ἐπετρέπετο τὸ κατ’ αὐτόν· τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ διὰ τῶν δοκούντων εἶναι πρὸς ἀσφάλειαν, ἀλλὰ καὶ διὰ τῶν ἐναντίων πάντα ὑπὲρ ἡμῶν γίνεται.
ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην
εἰς τὰς χεῖρας τῶν Ῥωμαίων· οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί.
μαρτυροῦσιν οἱ Ῥωμαίων ἄρχοντές, φησιν, οἳ ἐβούλοντό με ἀπολῦσαι· πῶς οὖν οὐκ ἀπέλυσαν ἀντιλεγόντων τῶν Ἰουδαίων; ὅρα πῶς καθαιρεῖ αὐτῶν τὰ ἐγκλήματα· εἰ γὰρ ἐβούλετο αὐξῆσαι, ἐνῆν καταφορικώτερον χρήσασθαι· διὸ, φησὶν, “ἠναγκάσθην ἐπι- “ καλέσασθαι Καίσαρα· ὥστε συγγνώμης τὸ πᾶν ἐστίν.
καὶ καταλλήλως αὐτὸ ἐκλήψεται, καὶ τὰ πάτρια ἤθη εἶναι νοητά· καὶ ἐπεὶ οὕτως προηγουμένως ὁ Θεὸς ταῦτα δεδώκει, οἱ τούτοις ἐμμένοντες λαός εἰσι Θεοῦ. οὐδὲν ἐναντίον ποιήσας κατὰ τὸ εὐαγγέλιον πολιτευσάμενος Παῦλος, ἀλλ’ οὐδὲ τῷ νόμῳ ἢ τοῖς πατρίοις ἔθεσι, δεσμώτης εἰς τὰς χεῖρας τῶν Ῥωμαίων παρεδόθη,
πεμφθεὶς ὑπὸ τῶν τότε κατοικούντων τὴν Ἱερουσαλὴμ Ἰουδαίων, πάντα κατὰ σκιὰν ἐκλαμβανόντων τὰ τοῦ νόμου καὶ τῶν ἐθῶν τῶν πατρῴων. μηδεὶς οὖν εἰρηκότα τὸν Ἀπόστολον τὰ προκείμενα ψεύδεσθαι αὐτὸν ἡγήσηται· οἱ γὰρ τοιοῦτοι ἀπεναντίας πολλὰ ποιοῦσι τῷ μετὰ τὸ Εὐαγγέλιον περιέπειν τὴν σήν n.
ἄκριτον αὐτῶν βουλήν. “ ἀντιλεγόντων Ἰουδαίων ἠναγκάσθην ἐπι- “ καλέσασθαι Καίσαρα· εἰδὼς ὁ Παῦλος ὅτι ἄτοπον ἦν ὅλως δικάσασθαι, καὶ μάλιστα παρὰ ἀπίστῳ, περὶ ἀμφοτέρων ἀπολογεῖται, ὅτι οὔτε παρὰ τὸν νενομισμένον πράξας ἀλλὰ συκοφαντηθεὶς ἀνεκλήθην ὑπὸ Ἰουδαίων, οὔτε ἑκὼν ἐπεκαλεσάμην Καίσαρα, ἀλλ’
αὐτῶν δεδωκότων τὴν αἰτίαν· ἀνθ’ ὧν οὐκ ἠνείχοντο, οὔτε κατὰ τὸν τῆς Ἐκκλησίας νόμον δικάσαι μοι· οὔτε ταῖς τῶν ἀρχόντων πειθαρχῆσαι ἐννόμοις ἀποφάσεσι· εἵνεκα γὰρ τῆς ἐλπίδος τοῦ Ισραὴλ, μία γὰρ ἦν ἐλπὶς σωτηρία τοῖς Ἰουδαίοις περιλιμπανομένη ἐκ τῶν γραφῶν, ὁ Χριστὸς, ὃν ἐγὼ κηρύσσων εἰς ταύτην
ἦλθον τὴν κατάστασιν τῶν δεσμῶν.
οὔ φησιν, ἀλλ’ ὥστε διαφυγεῖν τὸν κίνδυνον.
ἐξεῖναι τινὰ κατηγορεῖν, καὶ τὰ παριστάμενα λέγειν, ὅτι δὴ τὰς χεῖρας αὐτῶν διαφυγὼν, ἐπὶ τὸ αὐτὸ ἦλθον, οὐχ ἑτέροις διδοὺς κακὰ, ἀλλ’ αὐτὸς φεύγων κακά.
τις τῶν ἀδελφῶν, ἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πόνηρον.
τὴν Ἱερουσαλὴμ οἰκοῦντες ἱερεῖς καὶ γραμματεῖς καὶ πρεσβύτεροι, γράμματα διαχαράξαντες, εἰς πάντα διεπέμψαντο τὰ ἔθνη τοῖς ἁπανταχοῦ Ἰουδαίοις διαβάλλοντες τὴν τοῦ Χριστοῦ διδασκαλίαν ὡς ἀλλοτρίαν τοῦ Θεοῦ· παρήγγελλόν τε δι’ ἐπιστολῶν μὴ παραδέξασθαι αὐτήν· τοῦτο δὴ αὐτὸ σημαίνειν ἔοικε καὶ ἡ
λέγουσα προφητεία Ἡσαίου· “ οὐαὶ γῆς, πλοίων πτέρυγες ἐπέ- “ κείνα ποταμῶν Αἰθιοπίας, ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ “ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος· δι’ ὧν σημαίνει, ὡς καὶ παρὰ τῆς Αἰθιόπων χώρας καὶ τῶν ἐσχατιῶν τῆς γῆς ὁ τῆς πονηρίας ἦχος τῶν τὴν Ἰουδαίαν οἰκούντων διά τινων ὥσπερ ἱπταμένων
πλοίων προῆλθεν· οἱ τε ἀπόστολοι αὐτῶν ἐπιστολὰς βυβλίνας ἐπικομιζόμενοι ὑπεράνω ο τὲ τῶν ὑδάτων ναυτιλλόμενοι, καὶ τὴν θάλασσαν ἐμπλέοντες, πανταχοῦ γῆς διέτρεχον τὸν περὶ τοῦ Σωτῆρος ἡμῶν διαβάλλοντες λόγον· ἀποστόλους δὲ εἰσέτι νῦν ἔθος ἐστὶν Ἰουδαίοις ὀνομάζειν, τοὺς ἐγκύκλια γράμματα παρὰ
τῶν ἀρχόντων αὐτῶν ἐπικομιζομένους· τὸ δὲ ἑξῆς τῆς προφητείας περὶ τῶν μαθητῶν τοῦ Σωτῆρος ἡμῶν εἰρῆσθαι, οὓς διὰ τὸ πᾶσιν ἀνθρώποις ἀγαθῶν εὐαγγελιστὰς εἶναι, ἀγγέλους κούφους ὠνόμασε, πρὸς ἀντιδιαστολὴν ὧν ἐδήλωσεν Ἱουδαϊκῶν ἀποστόλων.
ἐστιν,
ἣ καὶ ἄλλως αἱρετικοὶ, μὴ συμφωνοῦντες τῇ ἀληθῇ πίστει· ἔδει γὰρ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανῶσι, καὶ πληρωθῇ διὰ πάντων τὸ προφητευθὲν εἰς τὸν Χριστὸν διὰ Συμεὼν τοῦ προ- 2 φήτου εἰπόντος περὶ αὐτοῦ, “ ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ “ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγό- “ μενον.”
λόγους ὁ Παῦλος· καὶ οὐδὲ ἐξ ἀσήμων καὶ ἀκανονίστων βιβλίων, οὐδὲ ἐξ ἀλλοτρίας θρησκείας, ἀλλ’ ἐξ ἑαυτῶν· διό φησι, “ καλῶς “ τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν. Καὶ μετ’ ὀλίγα—Ἀλλ᾿ ἐκ Μώσεως καὶ τῶν προφητῶν· διὸ πρὸς τοὺς μὴ πεισθέντας, ὡς κακοήθως καὶ ἄνευ
λόγου ἀποτρεπομένους, αὐτὴν παρήγαγε τὴν Ἡσαΐου χρῆσιν· ἐν οἷς φησὶ, “ καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐ- “ τῶν ἐκάμμυσαν·” δεικνὺς ὅτι ἐν εἰδήσει ὄντες τοῦ ἀληθοῦς, ἀποπροσποιοῦνται, μὴ θέλοντες πεισθῆναι· “ καὶ οἱ μὲν ἐπείθοντο τοῖς “ λεγομένοις, οἱ δὲ ἠπίστουν·” ἀνενδότως εἶχε περὶ τὸ πρᾶγμα ὁ
Παῦλος, μὴ ἀποκάμνων πρὸς τὸ ἔργον τῆς σωτηριώδους πίστεως, καὶ πρὸς τὸν εὐαγγελικὸν λόγον· διὸ καὶ ἔπειθε τινὰς, τῶν ἄλλων δία κακίαν ἀπιστούντων.
ἠπίστουν. ἀσύμφωνοί τε ὄντες πρὸς ἀλλήλους ἀπε-
λύοντο,
ἔπασχον δεινά· εἰ δὲ κηρύττων τὰ Ἰουδαϊκὰ τοῦτο ἔπασχεν· εἰ ἐκήρυττε τὰ τῆς δόξης τοῦ Χριστοῦ, πῶς ἃν ἠνέσχοντο; ἁγνιζόμενος οὐκ ἐγένετο φορητός· καὶ πῶς κηρύσσων φορητὸς ἢν; τί ἐγκαλεῖτε ὑμεῖς; τί ἠκούσατε; οὐδὲν τοιοῦτον εἶπεν· ἁπλῶς ὤφθη, καὶ πάντας παρώξυνεν· εἰκότως ἄρα τοῖς ἔθνεσιν ἀπενεμήθη· εἰκότως
μακρὰν ἐπέμφθη· καὶ ἐκεῖ μέλλων τοῖς ἔθνεσι διαλέγεσθαι, πρώτους Ἰουδαίους καλεῖ· ἔπειτα δείξας αὐτοῖς τὰ πράγματα, τότε ἔπι τὰ ἔθνη ἔρχεται.
πατέρας ἤμων,
πάντων ὕπερ ἤμων γίνεται·
“ καλῶς εἶπε,” φησὶ, “ τὸ Πνεῦμα τὸ Ἅγιον·” ἀλλ’ ἐκεῖνο οὐκ ἔτι· ὅταν διήγηται τις περὶ τῶν ὑπὸ τοῦ ἀγγέλου λεχθέντων, οὐ λέγει, καλῶς εἶπεν ὁ ἄγγελος· ἀλλὰ καλῶς εἶπεν ὁ Κύριος· ἀλλὰ καλῶς εἶπε τὸ Πνεῦμα· ἀντὶ τοῦ, οὐκ ἐμοὶ ἀπιστεῖτε, ἀλλ’ ἄνωθεν τοῦτο προῄδει ὁ Θεός.
τῷ διαλεχθησομένῳ καὶ διδάξοντι καὶ οὐκ ἀκουσθησομένῳ πρὸς αὐτῶν, καὶ σημεῖα καὶ θεοπρεπέστατα θαύματα δείξοντι, καὶ οὐ θεαθησομένῳ διὰ τὴν αὐτῶν αἰτίαν· ἐπήγαγε γὰρ εὐθὺς ὁ λόγος, ἵνα μή τις φιλαιτίως ταύτην ἐπὶ Θεὸν ἀναφέρῃ τὸ “ἐπαχύνθη “ γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως
“ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι “ τοῖς ὀφθαλμοι-ς καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, “ καὶ ἐπιστρέψωσι πρός με, καὶ ἰάσομαι αὐτούς· τοῦτο ὑποστί- ζοντας οὕτως ἀναγινώσκειν προσήκει· “ καὶ τοὺς ὀφθαλμοὺς αὐ- “ τῶν ἐκάμμυσαν, μήποτε ἴδωσι·” καὶ γὰρ τῆς ἄκρας αὐτῶν
παχύτητος τῆς καρδίας, καὶ τῆς τυφλώσεως τῶν τῆς διανοίας ὀφθαλμῶν κατηγορίαν ἔχει μεγίστην· οὕτω γάρ φησι, τὴν καρ- δίαν ἐπάχυναν καὶ τοὺς ὀφθαλμοὺς ἔμυσαν· τάχα που καὶ δεδιότες μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς· καὶ οὐχ ὡς ἐκ Θεοῦ σπουδάζοντος μὴ ἰδεῖν αὐτοὺς, τοῦτο λέγεται, τοῦ βουλομένου πάντας σωθῆναι,
καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὥσπερ φθονοῦντος μὴ ἄρα που κατακούσωσι· τοῦτο γὰρ κἂν τῇ συνηθείᾳ λέγειν εἰώθασιν ἐπὶ τῶν πόρρω φευγόντων καὶ μὴ βουλομένων ἀκοῦσαι λόγον σωτηρίας· ὁ ἄνθρωπος οὗτος τοσοῦτον φεύγει καὶ ἀπάγει τὴν ἀκοὴν, φοβού- φοβούμενος μήποτε καὶ ἀκούσῃ λόγον τὸν ἐπιστρέφοντα καὶ ἀναχασί-
ζοντα τῆς κακίας αὐτόν.
ψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ
ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν· μήποτε ἴδωσι τοῖς ὀφ- θαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.
ὡς θεόθεν ἀποφθεγγόμενον παρασκευάζει· ἐπείπερ ἤκουσεν ὁ λαὸς τοῦ Ἰησοῦ λόγον καὶ οὐ συνῆκε, καὶ βλέπων τὰ ὑπ’ αὐτοῦ γινόμενα τεράστια οὐχ ἑώρα· εἰς μέλλοντα γὰρ χρόνον ἐγκλῖνον τὸ ῥητὸν, ἐμφαίνει τὴν εἰς ὑστέρους χρόνους τῶν προφητευομένων ἀναφοράν· καὶ ἐν τούτῳ τὸ εὔλογον τῆς τοῦ Θεοῦ κρίσεως ἀναφαίνεται·
εἰπόντος γὰρ τοῦ Ἡσαου ὅτι “ ἀκάθαρτα χείλη ἔχω, καὶ συνάψαντος περὶ τοῦ λαοῦ, ὅτι “ ἐν μέσῳ λαοῦ οἰκῶ ἀκάθαρτα “ χείλη ἔχοντος,” αὐτῷ μὲν ἐδόθη χάρις τῆς συγχωρήσεως, καὶ ἡ κάθαρσις δι’ ἑνὸς τῶν Σεραφεὶμ, τῷ δὲ λαῷ οὐκέτι· ἐπειδὴ οὐδὲ τὴν διάθεσιν ὁμοίαν εἶχον ὁ τε προφήτης καὶ ὁ λαός· ὁ μὲν γὰρ
εἶδε Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ ἐπίστευσεν οἷς ἐθεάσατο· οἱ δὲ βλέποντες ἐπιδημήσαντα τὸν Κύριον, οὐκ ἐπίστευον· καὶ ὁ μὲν ἀκούσας τῶν Σεραφεὶμ συνῆκε τῆς δοξολογίας αὐτῶν· οἱ δὲ ἀκούοντες τῶν ῥημάτων τοῦ Σωτῆρος, οὐ κατεδέχοντο· καὶ τοῦ μὲν ἡ καρδία κατανυγεῖσα συνήσθετο τῆς ἰδίας
ἁμαρτίας· διὸ εἶπεν, “ ὣ τάλας ἐγὼ ὅτι κατανένυγμαι τῶν δὲ ἐπεσχέθη ἡ καρδία πρὸς τὸ μηδεμίαν λαβεῖν ἔννοιαν ὧν ἡμάρτανον, μηδὲ προσελθεῖν τῷ δυναμένῳ αὐτοῖς ἀφιέναι ἁμαρτίας· διὰ τοῦτο ὁ μὲν ἐκαθαρίσθη, οἱ δὲ ἀφείθησαν ἐν ταῖς ἁμαρτιαις.
τὴν καρδίαν βαρύναντες· οὐ γὰρ μόνον οὐκ ἤκουον, ἀλλὰ καὶ βαρέως ἤκουον· ἐποίησαν δὲ τοῦτό, φησι, “ μήποτε ἐπιστρέψωσι, καὶ “ ἰάσομαι αὐτούς··’ ἐπιτεταμένην αὐτῶν πονηρίαν καὶ τὴν μετὰ σπουδῆς ἀποστροφήν· καὶ τοῦτο λέγει ἐφελκόμενος αὐτοὺς καὶ ἐρεθίζων, καὶ δεικνὺς, ὅτι ἐὰν ἐπιστρέψωσιν ἰάσεται αὐτούς.
τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ, αὐτοὶ καὶ ἀκούσονται. καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.
τοῦτο οὐδὲν οὖν θαυμαστὸν, εἰ ἀντέλεγον· ἄνωθεν τοῦτο προελέγετο· πάλιν τὸν ζῆλον αὐτῶν κινεῖ τῶν ἐξ ἐθνῶν. Καὶ μετ’ ὀλίγα—“ Αὐτοί,” φησι, “ καὶ ἀκούσονται· τι οὖν ἡμῖν διαλέγῃ ταῦτα οὐκ ᾔδεις; ναί ἀλλ’ ὥς τε πεισθῆναι καὶ ἀπολογήσασθαί με, καὶ μηδενὶ δοῦναι λαβήν.
αὐτὸν,
ὑμᾶς· πρὸς δὲ ὑμᾶς ἀπὸ μέρους· ὅρα πῶς πάντα προεώρα ἡ ἁγία καὶ θεία κεφαλὴ, ὁ τῶν οὐρανῶν ὑψηλότερος πάντων, ὁ ψυχὴν πάντα ὁμοῦ δυναμένην περιλαβεῖν, ὁ τὰ πάντα κατέχων Παῦλος· οὗ τοῖς εἰδόσι καὶ τὸ ὄνομα μόνον ἀρκεῖ πρὸς διέγερσιν ψυχῆς, πρὸς νῆψιν, πρὸς πάντα ὕπνον ἀποτινάξασθαι·
ἐδέξατο αὐτὸν Ῥώμη δεδεμένον, ἀπὸ θαλάσσης ἀναβαίνοντα, ἐκ ναυαγίου διασωθέντα· καὶ ἀπηλλάγη τοῦ ναυαγίου τῆς πλάνης. καθάπερ τις βασιλεὺς ναυμαχήσας καὶ νικήσας, ἔβαινε τῆς βασιλικωτάτης ἐκείνης νεώς· περὶ τούτου γάρ, φησι, “ ἐλεύσομαι, “ καὶ συναναπαύσομαι ὑμῖν ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγε-
“ λίου·” ἐγγύτερος ἦν λοιπὸν τοῦ οὐρανοῦ· ἐδέξατο αὐτὸν ἡ Ῥώμηδεδεμένον, καὶ εἶδε στεφανωθέντα καὶ ἀνακηρυχθέντα ἐκεῖ· συναναπαύσομαι ὑμῖν, φησι· τὸ δὲ ἀρχὴ τοῦ δρόμου πάλιν ἦν· καὶ τρόπαια τροπαίοις συνῆπτεν ἀκατάπληκτος ὤν. Κόρινθος αὐτὸν κατέσχε δύο ἔτη, καὶ Ἀσία τρία· καὶ αὐτὴ δύο τέως· δεύτερον ἐπέβη πάλιν, ὅτε καὶ ἐτελειώθη. “ ἐν τῇ πρώτῃ ἀπολογίᾳ, φησιν, “ οὐδείς μοι συμπαρεγένετο·” οὕτω διέφυγε τότε, καὶ πᾶσαν ἐμπλήσας οἰκουμένην, κατέλυσεν οὕτω τὸν βίον· τί ἐβούλου μαθεῖν τὰ μετὰ ταῦτα; τοιαῦτα ἐστὶ καὶ ἐκεῖνα· τὰ δεσμὰ, βάσανοι,
μάχαι, φυλακαὶ, ἐπιβουλαὶ, συκοφαντίαι, θάνατοι καθημερινοί· εἶδες αὐτοῦ μικρὸν μέρος χρυσοῦν, ὅσον ἂν ἴδῃς τοιοῦτός ἐστι· λοιπὸν οὐρανοῦ μέρος ἃν ἴδῃς ἕν· ὅπου δ᾿ ἂν ἀπέλθῃς, τοιοῦτον ὄψει ἡλίου τὰς ἀκτῖνας, κἂν ἐκ μέρους ἴδῃς, στόχασαι τὸ λοιπόν· οὕτω καὶ Παύλου τὰς πράξεις εἶδες ἐκ μέρους· πᾶσαι τοιαῦται
τυγχάνουσι· κινδύνων γέμουσιν· οὐρανὸς ἦν ἐκεῖνος ἥλιον δικαιοσύνης ἔχων, οὐ τοιοῦτον, ὥστε καὶ οὐρανοῦ βελτίων ὁ ἀνήρ· ἢ μικρὸν οἴει τοῦτο εἶναι; ὅταν Ἀπόστολον εἴς, εὐθέως οἱ πάντες ἐννοοῦσιν, ὥσπερ ὅταν βαπτιστὴν, εὐθέως τὸν Ἰωάννην.
περιβεβλημένος καὶ πίθον οἰκῶν εἰς οὐδὲν δέον, ἐξέπληξε μὲν πολλοὺς, ὠφέλησε δὲ οὐδένα· ὁ δὲ Παῦλος τούτων μὲν οὐδὲν ἐποίει· οὐδὲ γὰρ πρὸς φιλοτιμίαν ἔβλεπεν· ἀλλὰ καὶ ἱμάτια περιεβέβλητο μετ’ εὐσχημοσύνης ἁπάσης, καὶ οἰκίαν ᾤκει διηνεκῶς, καὶ τὴν ἀκρίβειαν πᾶσαν ἐπὶ τῆς ἄλλης ἀρετῆς ἐπεδείκνυτο· ἧς ὁ
Κυνικὸς κατεφρόνει, ζῶν ἀσελγῶς, καὶ δημοσίᾳ ἀσχημονῶν, καὶ ὑπὸ τῆς περὶ τὴν δόξαν μανίας συρόμενος· ἃν γὰρ ἔρηται τις τῆς τοῦ πίθου οἰκήσεως τὴν αἰτίαν, οὐδεμίαν ἑτέραν εὑρήσειεν, ἀλλ’ ἢ κενοδοξίαν μόνην· ὁ δὲ Παῦλος καὶ μισθὸν παρεῖχε τῆς οἰκίας ἐν ᾗ κατέμενεν ἐν τῇ Ῥώμῃ· καίτοιγε ὁ τὰ πολλὰ συντονώτερα δυνηθεὶς,
πολλῷ μᾶλλον τοῦτο ἴσχυσεν ἄν· ἀλλ’ οὐχ εὥρα πρὸς δόξαν, τὸ χαλεπὸν θήριον, τὸν δαίμονα τὸν δεινὸν, τὴν λύμην τῆς οἰδουμένης, τὴν ἔχιν τὴν ἰοβόλον.
ἀλλὰ ταῖς ἐλπίσιν αὐτοὺς ἔτρεφεν, οὐκ ἔχων ἐπιδείξασθαι ἀπὸ τῶν καθ’ ἑαυτόν.
ἀπέτεμεν ἄλλοι δέ φησιν, ὅτι καὶ τὰς παλλακὰς αὐτοῦ κατήχησεν.
τῶν Ἀποστόλων r ἀποκαλεῖ, καὶ Λουκᾶς ὁ τὰς Πραξεῖς τῶν Ἀποστόλων γραφῇ παραδούς· κἀκεῖσε οὖν ἐπὶ τῆς Ῥωμαίων ὁ Παῦλος διετίαν ὅλην αὖθις ἐφυλάττετο· ταῦτα γὰρ καὶ μέχρι τούτων ἱστορεῖ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, κατ’ ἐκεῖνο καιροῦ τὸ βιβλίον συγγραψάμενος· καὶ καθεξῆς ἥκιστα τότε
γινώσκων· οὐδὲ γὰρ τὸ μαρτύριον τούτου ἐγκατέθετο τῇ βίβλῳ· καταλιπόντες γὰρ αὐτὸν Λουκᾶς τε καὶ Ἀρίσταρχος ἐξῆλθον. Εὐσέβιος δὲ τοὺς μετέπειτα χρόνους ἀκριβῶς περιεργασάμενος, ἱστόρησεν ἡμῖν καὶ ἐν τῷ β΄ τόμῳ τῆς Ἐκκλησιαστικῆς ἱστορίας τούτου καὶ τὸ μαρτύριον· καί φησι τὸν Παῦλον ἄνετον διατρίψαι,
καὶ τὸν τοῦ Θεοῦ λόγον ἀκωλύτως κηρύξαι ἐπισημηνάμενος. τότε μὲν οὖν ἐπὶ Νέρωνος ἀπολογησάμενον τὸν Παῦλον αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν λόγος ἔχει στείλασθαι, πρὸς Καίσαρος ἀπολυθέντα, καὶ εὐαγγελίσασθαι ἐφ’ ἑτέροις δέκα ἔτεσιν. εἰς ἄκρον δὲ μανίας ὁ Νέρων ἀφικόμενος, ἀνεῖλε μὲν Ἀγριππίναν πρῶτον
τὴν ἰδίαν μητέρα, ἔτι δὲ καὶ τὴν ἀδελφὴν τοῦ πατρὸς, καὶ τὴν Οκταουΐαν s τὴν ἑαυτοῦ γυναῖκα, καὶ ἄλλους μυρίους τῷ γένει προσήκοντας· μετέπειτα δὲ καθολικὸν διωγμὸν ἐκίνησε κατὰ τῶν 3 Χριστιανῶν· καὶ οὕτως ἐπὶ τὰς κατὰ τῶν Ἀποστόλων ἐπήρθη σφαγάς. μεταστειλάμενος γὰρ τὸν Παῦλον, αὖθις ἐπὶ τοῦ βήματος παριστᾷ· συνῆλθε πάλιν ὁ Λουκᾶς αὐτῷ· ἔνθα δὴ συνέβη τῷ Παύλῳ λς΄ ἔτει τοῦ σωτηρίου πάθους, τρισκαιδεκάτῳ δὲ Νέρωνος, μαρτυρῆσαι, ξίφει τὴν κεφαλὴν ἀποτμηθέντα. Ἔστι τοίνυν ἀπὸ
τοῦ ἲς ἔτους Τιβερίου Καίσαρος, ἐξ οὗ κηρύσσειν τὸ Εὐαγγέλιον ἤρξατο, ἕως κβ, ἔτη δ· καὶ τὰ Ησΐου δὲ ὡσαύτως ἔτη δ· αὖθις δὲ καὶ τὰ Κλαυδίου ἔτη μικρῷ ἔλαττον ιδ΄· ὃν διαδεξάμενος Νέρων τρισκαιδεκάτῳ ἔτει τῆς αὐτοῦ ἀρχῆς τὸν Ἀπόστολον ἀνεῖλε· γράφει δ᾿ οὖν ὁ Ἀπόστολος Τιμοθέῳ, περὶ μὲν τῆς πρώτης αὐτοῦ ἀπολογίας
φάσκων τάδε· “ ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι “ παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· “ ὁ δὲ Κύριος παρέστη, καὶ ἐνεδυνάμωσέ με· ἵνα δι’ ἐμοῦ τὸ κή- “ ρυγμα πληροφορηθῇ, καὶ ἀκούσωσι πάντα τὰ ἔθνη· καὶ ἐρρύσθην “ ἐκ στόματος λέοντος” τοῦτον τὸν Νέρωνα εἶναι λέγων. περὶ δὲ
τῆς β΄, ἐν ᾗ τελειοῦται τῷ κατ’ αὐτὸν μαρτυρίῳ, φησὶ, “ τὴν “ καλὴν διακονίαν σου πληροφόρησον· ἐγὼ γὰρ ἤδη σπένδομαι, “ καὶ ὁ καιρὸς τῆς ἀναλύσεως μου ἐφέστηκε· καὶ ὅτι Λουκᾶς ἦν πάλιν σὺν αὐτῷ, μετ’ ὀλίγα τῆς Ἐπιστολῆς “ ἀσπάζεται σε, γράφει, “ Λουκᾶς ὁ σὺν ἐμοί. Ἔστιν οὖν ὁ πᾶς χρόνος τοῦ κηρύγματος
Παύλου κα ἔτος, καὶ ἕτερα β΄ ἔτη, ἃ ἐτέλεσεν ἐν τῷ κατὰ Καισαρείαν δεσμωτηρίῳ· πρὸς δὲ τούτους πάλιν τὰ ἐν Ῥώμῃ ἕτερα δύο· καὶ τὰ τελευταία δὲ ἔτη δέκα· ὥστε εἶναι τὰ πάντα ἀπὸ τῆς κλήσεως αὐτοῦ μέχρι τελειώσεως, δέ. Ἀλλὰ μήτις ἐπὶ τούτοις ἐμοὶ καταμεμφέσθω καὶ παραγραφέσθω τὰ καθεξῆς
τῶν Πραξέων, λέγων τὸν Λουκᾶν ταῦτα μὴ φάσκειν· ὃν ἐρήσεταί τις ἐχέφρων ἀνὴρ, εἰ τοὺς χρόνους, ὅταν t οὐκ εἰσδέχῃ τοὺς μετέπειτα τῶν πράξεων, δός μοι, φησὶ, τὸν Λουκᾶν ἱστοροῦντα τοῦ Παύλου τὸ μαρτύριον· εἰ μὲν γὰρ τοῖς δυσὶ τούτοις μόνοις ἔτεσιν ὁ Λουκᾶς ἐμέτρησε Παύλου τὴν ἐν Ῥώμῃ ζωὴν, τὸ μαρτύριον
ἡμῖν ὑφηγησάμενος, οὐδεμιᾶς τινὸς ἡμῶν ἐδεῖτο περιεργίας τῶν χρόνων· ἀλλ’ ἐπειδὴ τὸ μαρτύριον ἡμῖν u οὗτος οὐ γράφει, ἔξωρον γὰρ καὶ μετὰ πολὺ τῆς βίβλου γεγένηται, πείθου λοιπὸν Εὐσεβίῳ τῷ χρονογράφῳ, καὶ τὴν ἱστορίαν εὐγνωμόνως ὡς φίλος εἰσδέ- 4 χοῦ· οἱ γὰρ τοῦ Χριστοῦ μαθηταὶ πειθοῖ καὶ πίστει τὰς τῶν πατέρων διδασκαλίας τε καὶ παραδόσεις πρὸς οἰκοδομὴν παραδεχόμενοι, τῆς οὐρανίου βασιλείας κληρόνομοι καθίστανται.
Παῦλος ὁ Ἀπόστολος ξίφει τὴν κεφαλὴν ἄποτ’ μηθεὶς ἐν τῷ λς΄ ἔτει τοῦ σωτηρίου πάθους, τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος ἐν Ῥώμῃ· πέμπτῃ ἡμέρᾳ τοῦ Πανέμου μηνὸς, ἥτις λέγοιτ’ ἃν παρὰ Ῥωμαίοις ἡ πρὸ τριῶν Καλανδῶν Ἰουλίων· καθ’ ἣν ἐτελειώθη ὁ ἅγιος Ἀπόστολος τῷ κατ’ αὐτὸν μαρτυρίῳ ξθ΄ ἔτει τῆς τοῦ Σωτῆρος ἡμῶν
παρουσίας. ἔστιν οὖν ὁ πᾶς χρόνος ἐξ οὗ ἐμαρτύρησε, τλ΄ ἔτη μέχρι τῆς ὑπατίας, τετάρτης μὲν Ἀρκαδίου, τρίτης δὲ Ὀνωρίου, τῶν δύο ἀδελφῶν αὐτοκρατόρων Αὐγούστων, θ΄ ἰνδικτιῶνος τῆς ἴε ἐτηρικῆς περιόδου, μηνὶ Ἰουνίῳ κθ΄ ἡμέρᾳ.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.