ΚΕΦ. ΛΗ.
ἑκατοντάρχῳ ὀνόματι Ἰουλίῳ, σπείρης Σεβαστῆς. ἐπιβάντες
δὲ πλοίῳ Ἀδραμυττηνῷ, μέλλοντι πλεῖν ἐπὶ τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν
ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα·
τῷ Παύλῳ· καλῶς καὶ χρησίμως πάρεστιν ὁ Ἀρίσταρχος, μέλλων ἅπαντα ἀπαγγέλλειν εἰς Μακεδονίαν τὰ περὶ αὐτοῦ.
τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους. τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, κατήλθομεν εἰς Μύρα τῆς Λυκίας.
καὶ περιπίπτουσι ναυαγίῳ χειμῶνος.
πλέον εἰς Ἰταλίαν, ἀνεβίβασεν ἡμᾶς εἰς αὐτό. ἐν ἱσαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος τοῦ ἀνέμου, ὑπεπλεύ-
1
σαμεν τὴν Κρήτην κατὰ Σαλμώνην· μόλις τε παραλε- γόνοι αὐτὴν, ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Κα. λοὺς Λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασία.
τούτους εἰς τὴν Λυκίαν· ὅρα τὸν Θεὸν οὐδὲν καινίζοντα οὐδὲ μετα- βάλλοντα· ἀλλὰ ἀφιέντα αὐτὸν εἰς τοὺς ἀνέμους τοὺς ἀνεπιτη- δείους πλεῖν· οὐκ ἀφῆκεν αὐτοὺς εἰς πέλαγος, ἀλλ’ ἀεὶ παρὰ γῆν ἔπλεον.
σφαλοῦς τοῦ πλόος, διὰ τὸ καὶ νηστείαν ἤδη παρελή- παρεληλυθέναι, παρῄνει ὁ Παῦλος, λέγων αὐτοῖς,
Κρήτης· καὶ τοῦτο δὲ οὐ μικρὸν θαῦμα τὸ διασωθῆναι, καὶ δι’ αὐτὸν ἐκείνους.
φύσιν τοῦ πράγματος, ἀπώλοντο ἂν, ἀλλ’ ὁ Θεὸς ἐκώλυεν.
ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμα- σίαν, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴπως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ᾄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην.
κίνδυνον φέροντος, τῆς τύχης καὶ εἱμαρμένης εἰπὼν προὖπτον κοιμωμένης, ἣ γρηγορούσης μὲν, μηδὲν δὲ δυναμένης ἀντιπράξασθαι κατὰ τῆς προαιρέσεως τῆς τῶν ἀνθρώπων· κἀς ἣν ᾧτ’ ἃν βούλωνται, τὰ ἐφ’ ἑαυτῆς πράγματα ἄγουσι καὶ φέρουσιν, ὡς καὶ οἱ σὺν τῷ Παύλῳ ἐκδημοῦντες· οὕτω δὲ κατὰ προαίρεσιν ἔπραττον, ὅτι εὐθέως
ἐπιτηδείου τυχόντες ἀνέμου ἔχαιρον κατὰ τὸ ῥῆτον· φησὶ γὰρ, “ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατη- “ κέναι,” ὧν τὸ ἀπειθὲς κατελέγχων ὁ Παῦλος φησὶν, “ ἔδει μὲν, “ ἄνδρες, πειθαρχήσαντάς μοι, μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης.”
ὁ καλούμενος εὐρυκλύδων. συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες
ἐφερόμεθα· νησίον δέ τι ὑποδραμόντες Κλαύδην,
μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης· ἢν ᾄραντες, βοηθείας ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον·
τὸ σκεῦος, οὕτως ἐφερόμεθα. σφοδρῶς δὲ χειμαζομένων
ἡμῶν, τῆ ἑξῆς ἐκβολὴν ἐποιοῦντο. καὶ τῇ
τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔρριψαν· μήτε δὲ ἡλίου, μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνος δὲ οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιηρεῖτο πᾶσα ἐλπὶς τοῦ σώζεσθαι ἡμᾶς.
γενόμενον ἀπὸ τοῦ καιροῦ ἐγένετο, τὸ δὲ θαῦμα μεῖζον, ὅτι ἐν καιρῷ τοιούτῳ ἐκ μέσων ἐσώθησαν τῶν κινδύνων, αὐτός τε καὶ δι’ αὐτὸν οἱ λοιποὶ. Καὶ μετ’ ὀλίγα—Εἶτα χαλεπὸς ὁ χειμὼν, πολὺ τὸ σκότος· καὶ ἵνα μὴ ἐπιλάθωνται, καὶ τὸ πλοῖον διαλύεται, καὶ ὁ σῖτος ῥίπτεται καὶ πάντα, ἴνα μὴ ἔχωσι μετὰ ταύτα αναισχυν-
τεῖν· διὰ γὰρ τοῦτο καὶ τὸ πλοῖον διαλύεται καὶ ἐπισφίγγονται αὐτῶν αἱ ψυχαί.
μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε
τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμιᾶς ἔσται ἐξ
ὑμῶν, πλὴν τοῦ πλοίου. παρέστη γάρ μοι ταύτῃ τῇ
νυκτὶ τοῦ Θεοῦ, οὗ ἐγὼ λατρεύω, ἄγγελος, λέγων, μὴ
φοβοῦ, Παῦλε, Καίσαρί σε δεῖ παραστῆναι·
δεῖ, καὶ ὅτι τὸ μὲν πλοῖον ἀπολεῖται, οἱ δὲ ἐνόντες σωθήσονται· ὅπερ οὐκ ἦν στοχασμοῦ ἀλλὰ προφητείας· καὶ ὅτι “ Καίσαρι “ δεῖ παραστῆναι.”
μετὰ σοῦ. διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ
Θεῷ, ὅτι οὕτως ἔσται καθ’ ὃν τρόπον λελάληταί μοι. εἰς νῆσον δέ τινα δεῖ ὑμᾶς ἐκπεσεῖν.
γοῦν προφητεύει καὶ λέγει “ ὁ Θεὸς ᾧ λατρεύω, ἐνάγων αὐτούς. πῶς οὖν οὐκ ἐγένετο μετὰ ζημίας ψυχῶν; ἐγένετο ἂν, εἰ μὴ ὁ Θεὸς διέσωσεν· ὅσον γὰρ κατὰ τὴν φύσιν τοῦ πράγματος, ἀπώλοντο ἄν· ἀλλ’ ὁ Θεὸς ἐκώλυσεν· εἶτα ἵνα δειχθῇ ὅτι οὐκ ἀπὸ στοχασμοῦ ταῦτα ἔλεγεν, ὁ κυβερνήτης τὰ ἐναντία ἔλεγε, καὶ
ταύτα ἔμπειρος ὢν οὕτως οὐκ ἄπο στοχασμοῦ ἢν τὰ λεγόμενα· καὶ ὁ τόπος ταῦτα παρῄνει ἀνεύθετος ὢν, καὶ οἱ πλείους ἀπὸ στοχασμοῦ μᾶλλον ἐφαίνοντο λέγοντες· εἶτα χαλεπὸς ὁ χειμὼν, πολὺ τὸ σκότος, καὶ ἵνα μὴ ἐπιλάθωνται καὶ τὸ πλοῖον διαλύεται· καὶ ἐπισφίγγονται αὐτῶν αἱ ψυχαί· οὐ μικρὰ δὲ πρὸς τὴν ἀκρόασιν
συνεβάλλετο καὶ ὁ χειμὼν καὶ τὸ σκότος· ὅρα γοῦν πῶς πείθεται ὁ ἑκατοντάρχης· καὶ ὁ τόπος χαλεπὸς κατὰ τὸν Ἀδρίαν, καὶ ἀσιτία πολλή· ἐν μέσῳ γὰρ ἦσαν θανάτου.
τοῦτο δωρησαμένου αὐτοῖς τιμῇ τοῦ δικαίου· ἔπειτα δὲ εἰ εἵμαρτο πάντας ἀπολέσθαι, ὅσον ἐκ τῶν εἰκότων, ἐν πελάγει ἄσιτος μείνας δεκατέσσαρας ἡμέρας ἐν τῷ πλοίῳ, καὶ ὕστερον ναυαγήσας· εἶπεγὰρ ὁ ψευδὴς λόγος,
ἔδει γὰρ καὶ τοὺς καλοὺς καὶ τοὺς κακοὺς ἐν ἑνὶ πεσόντας πτώματι ἀναμφίβολον φέροντι θάνατον, ἀποθανεῖν· ἀλλὰ τὸ ἐναντίον εἶπεν ἡ γραφὴ, ὅτι ὁ δίκαιος ἐσώζετο ἐξ ὡμολογημένου κινδύνου, καίτοι πάντων τῶν ἐν αὐτῷ ἀποθνησκόντων· οὕτω γὰρ ἦν τῷ Θεῷ δόξαν ἀπελθεῖν αὐτὸν ἐν Ῥώμῃ· καὶ ἠδύνατο μὲν ὁ Θεὸς καὶ ἁρπάσας
ἀπὸ Ἱερουσαλὴμ δι’ ἀγγέλου στῆσαι ἐν Ῥώμῃ, καθὼς τὸν Ἀμβακοῦμ ἐξ Ἰουδαίας ἁρπάσας παρέστησεν ἐν Βαβυλῶνι τῷ λάκκῳ τοῦ Δανιήλ· ἀλλ’ οὐκ ἐποίησε· καὶ τοῦτο θαυματουργίας ἔργον εἶναι δείξας, τὸ ἐξ ἀνελπίστου κινδύνου σῶσαι τὸν Παῦλον καὶ τοὺς σὺν αὐτῷ· ἐχαρίσατο δὲ τὰς μὲν ψυχὰς τῷ Παύλῳ, φιλόστοργος
γὰρ ἦν καὶ φιλάδελφος· τὸ δὲ πλοῖον καὶ τὰ σὺν αὐτῷ, ὡς μὴ ἀντιποιουμένου τοῦ θεοφιλοῦς τῶν ἐπὶ γῆς, μηδὲ ἀχθομένου ἐπὶ τῆ τούτων ἀπωλείᾳ· ὧδε οὖν διὰ τὸν δίκαιον ζῶσιν οἱ ἀσεβεῖς ἔστι δὲ ὅτε τὸ ἐναντίον καὶ πρὸ ὥρας ὁ ἀσεβὴς άπόλλυται διὰ τὴν ἑαυτοῦ κακίαν· τοῦ Θεοῦ οὕτως πάλιν βουλομένου,
καθὼς ὁ Ἐκκλησιαστὴς φησὶ, “ μὴ ἀσεβήσῃς πολὺ, μηδὲ γίνου “ σκληρὸς, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται πάντα μὲν δυνατὰ τῷ πιστεύοντι πλὴν οὕτος οὐ διὰ πίστεως καὶ εὐχῆς ἤνυσε τὴν σωτηρίαν τῶν συμπλεόντων, ἀλλὰ πιστεύσας ὅτι οὕτως ἔσται, ὡς ἐλαλήθη αὐτῷ.
ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· καὶ βολίσαντες, εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν
βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε· φοβούμενοί τε
μήπως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι.
τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ἐκ πρῴρας ἀγκύρας μελλόντων ἐκτείνειν,
φιλοσοφίαν· πῶς ἐκ μέσων αὐτῶν ἔσωσε τῶν κινδύνων· οἰκονομικῶς ἀπιστεῖται ὁ Παῦλος, ἵνα μετὰ πείρας τῶν πραγμάτων πιστευθῇ· ὅπερ οὖν καὶ γέγονεν· ὅρα γοῦν πῶς πείθεται ὁ ἑκατόνταρχος, ὥστε καὶ τὴν σκάφην ἀφεῖναι καὶ ἀπόλεσαι· εἰ δὲ οἱ ναῦται οὐδέπω ἐπείσθησαν, ἀλλ’ ὕστερον πείθονται· καὶ γὰρ τὸ γένος τὸ τούτων ἰταμόν πὼς ἐστὶν, οὐκ ἔστιν εὐπαράδεκτον· ἐγκαλῶν τίς ἐν συμφορᾷ τότε εὐπαράδεκτος γίνεται· τότε τοίνυν ἐπιτίθεται, ὅτε πᾶσα ἡ ἐλπὶς τοῦ σωθῆναι περιαιρεθῇ· ἵνα μήτις εἴπῃ, ὅτι οὐδὲν γέγονεν, ὁ φόβος μαρτυρεῖ· τότε τὰ χρηστὰ
λέγει.
οῦ δύνασθε. τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
τοῦ θεοσεβοῦς συμβουλὴν, εἴων ἀπελθεῖν τοὺς ναύτας λέγοντες, ὅτι οὐκ ἃν οὗτοι ἀπέλθωσι, μὴ φέρῃ δὲ ἡμᾶς ἀποθανεῖν οὐδὲν τοῦτο ποιεῖ· ἀλλ’ οὐκ εἶπον οὔτε ἐποίησαν τὸ ἠλίθιον τοῦτο, καὶ πάσης γέμον Ψευδαπάτης καὶ ἀγνοία; δι’ ἃ ἐκ πολλῶν ἐκβλητέος ὁ περὶ εἱμαρμένης ἣ τύχης λόγος.
καὶ ἄσιτοι διαμένετε, μηδὲν προσλαβόμενοι. διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς·
ὑπὲρ τῶν ἐσχάτων κινδυνεύειν· τὸ μὲν οὖν γενόμενον ἀπὸ τοῦ καιροῦ ἐγένετο· τὸ δὲ θαῦμα μεῖζον ὅτι ἐν καιρῷ τοιούτῳ, ἐκ μέσων ἐσώθη πάντων κινδύνων, αὐτός τε καὶ δι’ αὐτὸν οἱ λοιποί.
γὰρ ψυχῆς πεπληροφορημένης, ὅτι σωθήσονται.
Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας ἤρξατο ἐσθίειν. εὔθυμοι δὲ γενόμενοι πάντες, καὶ αὐτοὶ προσελάβοντο τροφῆς·
κλᾶν ἄρτον εἰ μὴ πρῶτον εὐχαριστήσαντας τῷ μόνῳ Θεῷ, καὶ οὕτως ἐσθίειν καὶ ἧμας ’δε τὸ αὐτὸ διδάσκει ο ’δε τῆς ευχαριστίας τρόπος τοῦτο δοκεῖ ἔχειν, ὅτι εὐχαριστοῦμεν σοι, ὤη Θεὸς, ὅτι ἠξίωσας ἡμᾶς ζῆσαι ἕως ἄρτι, ἀσίτους μείναντας· διό σοι δόξαν ἀναπέμποντες, κλῶμεν τὸν ἄρτον ἐπὶ τῷ μετασχεῖν τροφῆς.
ἑβδομηκονταέξ. κορεσθέντες δὲ τροφῆς, ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
ἅτε οὐ περὶ τῶν τυχόντων ὄντος τοῦ λόγου· εἰκὸς ἢν αὐτοὺς έρωτᾶν τὴν αἰτίαν δι’ ἣν πλέουσι, καὶ μαθεῖν πάντα· οὐκ ἁπλῶς οὐδὲ ἡ παρολκὴ τοῦ πλοῦς, ἀλλὰ παρέσχε τῷ Παύλῳ διδασκαλίας καιρόν.
κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν, εἰς ὃν ἐβουλεύοντο,
εἰ δυνατὸν, ἐξῶσαι τὸ πλοῖον. καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς 2 ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμωνα, τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν.
Παύλῳ ἐχαρίσθησαν· διὰ γὰρ αὐτὸν οὐκ εἴασεν αὐτοὺς ἀναιρεθῆναι ὁ ἑκατοντάρχης· οὕτως ἐμοὶ δοκοῦσιν ὡμολογημένοι εἶναι κακοὶ ἐκεῖνοι ὥστε ἑλέσθαι αὐτοὺς ἀνελεῖν.
ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων. τῶν δὲ στρατιωτῶν ἡ βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι,
μή τις ἐκκολυμβήσας διαφύγῃ. ὁ δὲ ἑκατοντάρχης
βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος,
ἀλλ’ ἡ βουλὴ καὶ ἡ αὐθαίρετος γνώμη καὶ πράττει ἃ θέλει, καὶ οὐ πράττει ἃ μὴ βούλεται· μωρὸν οὖν τὸ ἐνθυμεῖσθαί τι πέρι ἀσυστάτων ὀνομάτων.
πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, καὶ τοὺς λοιποὺς, οὓς
μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου.
οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· ἀνάψαντες γὰρ πυρὰν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ
ψῦχος.
ἐμάνθανον τίς ὁ Παῦλος ἦν· ἀλλ’ εἴποιεν ἄν τις, διατὶ μὴ καὶ τὸ πλοῖον διέσωσεν; ἵνα μάθωσιν οἷον κίνδυνον διέφυγον· ὅτι οὐκ ἀνθρωπίνης βοηθείας ἦν τὸ πᾶν, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος χωρὶς πλοίου σωζούσης· ὥστε οἱ δίκαιοι, κἂν ἐν χειμῶνι ὦσι, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πελάγει, οὐδὲν πάσχουσιν· ἔπλεον, ἐκινδύνευον,
καὶ ναυάγιον ὑπέμεινον, καὶ δεσμῶται διὰ Παῦλον ἐσώθησαν· ἐννόησον τι ἐστιν ἔχειν ἅγιον ἄνδρα ἐν οἰκίᾳ· πολλοὶ γὰρ οἱ χειμῶνες καὶ ἡμῖν ἐφίστανται, καὶ πολλῷ τούτων χαλεπώτεροι· ἀλλὰ δύναται ἡμᾶς ὁ Θεὸς χαρίσασθαι, μόνον ἐὰν πειθώμεθα τοῖς ἁγίοις· καθάπερ ἐκεῖνοι ἂν ποιῶμεν ἃ πράττουσιν· οὐ γὰρ ἁπλῶς σώζονται,
ἀλλὰ καὶ αὐτοὶ πίστιν εἰσήνεγκαν· κἂν δέσμιος ᾖ ὁ ἅγιος, τῶν λελυμένων μείζον’ ἐργάζεται· ὁ λελυμένος ἑκατοντάρχης αὐτοῦ ἐδεῖτο τοῦ δεδεμένου· ὁ ἐπιστήμων κυβερνήτης, τοῦ μὴ κυβερνήτου ἔχρηζε· μᾶλλον δὲ τοῦ ὄντος κυβερνήτου· οὐ γὰρ τοιοῦτο κυβερνᾷ σκάφος, ἀλλὰ τῆς οἰκουμένης τὴν Ἐκκλησίαν· παρ’
ἐκείνου μάθωμεν, τοῦ καὶ θαλάσσης δεσπότου· πειθώμεθα Παύλῳ, κἂν ἐν μέσῳ ὦμεν χειμῶνι, πάντων ἀπαλλαγησόμεθα τῶν κινδύνων· κατέχωμεν παρ’ ἑαυτοῖς τοὺς ἁγίους, καὶ οὐκ ἔσται χειμών· μᾶλλον δὲ κἂν χειμὼν ἦ, ἔσται γαλήνη καὶ εὐδία πολλὴ καὶ ἀπαλλαγὴ κινδύνων· ὅταν δὴ τὸν ἅγιον ἅγιον φίλον ἐκείνη ἡ χήρα, καὶ
θάνατος ἐλύθη τοῦ παιδίου, καὶ τὸν παῖδα πάλιν ζῶντα ἀπελάμβανεν· ἔνθα πόδες ἁγίων ἐπιβαίνουσιν οὐδὲν ἔσται λυπηρὸν, κἂν γένηται προσδοκιμὴν καὶ πρὸς μείζονα δόξαν Θεοῦ. ἔθισον τὸ ἔδαφος τῆς οἰκίας σου ὑπὸ τοιούτων πατεῖσθαι ποδῶν, καὶ οὐ πατήσει δαίμων ἐκεῖ· ἀλλ’ ὥσπερ ἔνθα ἄκανθα, ἐκεῖ θηρία· ἔνθα δὲ φιλοζενίαι, οὐκ εἰσὶν ἄκανθαι· ἡ γὰρ ἐλεημοσύνη ἐπεισελθοῦσα παντὸς δρεπάνου τομώτερον ἀναιρεῖ τὰς ἀκάνθας, παντὸς πυρὸς k σφοδρότερον· αἰδεῖται τὰ ἴχνη τῶν ἁγίων, καθάπερ λέοντας ἀλώπεκες· “ δίκαιος γάρ,’ φησιν, “ ὡς λέων πέποιθεν·” εἰσάγωμεν τούτους
τοὺς λέοντας εἰς τὴν οἰκίαν, καὶ πάντα φυγαδεύεται τὰ θηρία· οὐ βοώντων αὐτῶν μεγάλα, ἀλλ’ ἁπλῶς φθεγγομένων· οὐ γὰρ οὕτως βρυχηθμὸς 1 λέοντος φυγαδεύει τὰ θηρία, ὡς εὐχὴ δικαίου φυγαδεύει δαιμόνας· ἃν φθέγξηται μόνον κατεπτήχασι· καὶ ποῦ τοιοῦτοι φησὶν, εἰσί; πολλαχοῦ· ἃν πιστεύωμεν ἡμεῖς, ἃν ζητῶμεν, ἃν
περιεργαζώμεθα· ποῦ ἐζήτησας; εἶπέ μοι· πότε τοῦτο ἔργον ἔσχες; πότε πρᾶγμα ἔθου τοῦτο; εἰ δὲ οὐ ζητεῖς, μὴ θαυμάσῃς ὅτι οὐχ εὑρίσκεις· ὁ γὰρ ζητῶν εὑρίσκει, οὐχ ὁ μὴ ζητῶν· ἄκουσον τοὺς ἐν ταῖς ἐρημίαις ὄντας· ἀπάγαγε χρυσίον καὶ ἀργύριον· πανταχοῦ τῆς οἰκουμένης εἰσί· κἂν μὴ τῇ οἰκίᾳ δέξῃ· ἄπελθε σὺ
πρὸς αὐτὸν, συγγενοῦ τῷ ἀνδρί· πρὸς τὸ οἴκημα γενοῦ τὸ ἐκείνου, ἵνα δυνηθῇς ἐπιτυγχάνειν· σπουδάζωμεν ἵνα διὰ τῶν εὐχῶν τούτων βοηθούμενοι, τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀπολαύσωμεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.
ἐπιθέντος ἐπὶ τὴν πυρὰν, ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελθοῦσα καθήψατο τῆς χειρὸς αὐτοῦ.
φρύγανα ἐπιτίθησιν· οὐδὲν δὲ τετυφωμένον, ἀλλ’ ὥστε διασωθῆναι αὐτοὺς, καὶ θέρμης τινὸς ἀπολαῦσαι.
καὶ πληγαῖς καὶ μάστιξι τὸ ἀκόλαστον σωφρονίζοντι. πίστεως ἐστιν ἀπόδειξις τὰ θηρία· πέποιθας ἐπὶ Κύριον; ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήση λέοντα καὶ 4 δράκοντα· καὶ ἔχεις διὰ τῆς πίστεως ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων· οὐχ ὁρᾷς ὅτι φρυγανιζομένῳ τῷ Παύλῳ ἐνάψασα ἔχις, οὐδεμίαν προσετρίψατο βλάβην, διὰ τὸ πληρωτὴν πίστεως εὑρεθῆναι τὸν ἅγιον· εἰ δὲ ἀπιστεῖς, φοβοῦ μὴ μᾶλλον τὸ θηρίον ἢ τὴν σεαυτοῦ ἀπιστίαν, δι’ ἧς πάσῃ φθορᾷ ἑαυτὸν εὐάλωτον
κατασκεύασας.
δὲ τὰ θηρία δεδοίκαμεν, ἐπειδὴ τῆς ἀρετῆς τὴν πανοπλίαν οὐκ ἔχομεν.
βλέπουσιν, ἵνα μᾶλλον θαυμάσωσιν.
εἴασεν. ὁ μὲν οὖν ἀποτιναξάμενος τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν.
πολλῷ τῶν φιλοσόφων οὗτοι οἱ βάρβαροι φιλοσοφώτεροι ἐτύγχανον· οὐκ ἀφίησι προνοίας ἀπολαύειν τὰ ὑπὸ σελήνην, καὶ πανταχοῦ νομίζουσιν αὐτοὶ παρεῖναι τὸν Θεόν· καὶ ὅτι κἂν πολλά τις διαφύγῃ, οὐ διαφεύξεται εἰς τέλος· καὶ οὐκ ἐπιτίθενται, ἀλλ’ αἰδοῦνται τέως διὰ τὴν συμφοράν· καὶ οὐκ ἐκπομπεύουσιν, ἀλλὰ
πρὸς ἀλλήλους λέγουσι· τὰ γὰρ δεσμὰ τοῦτο ἐδίδασκεν ὑποπτεύειν· καίτοι δεσμῶται ἦσαν· αἰσχυνέσθωσαν οἱ λέγοντες μὴ εὐ m ποίει τοῖς ἐν n ταῖς φυλακαῖς· αἰσχυνθῶμεν τοὺς βαρβάρους· 5 οὐ γὰρ ᾔδεσαν τίνες ἦσαν ἐκεῖνοι, ἀλλ’ ἀπὸ τῆς συμφορᾶς, τέως ὅτι ἄνθρωποι ἦσαν. Ἀμμωνίου. “ Ὁ μὲν οὖν ἀποτιναξάμενος τὸ θηρίον εἰς τὸ πῦρ· οἱ γὰρ πιστοὶ κρείττους εἰσὶ πάσης ἐπιβουλῆς, εἴτε ὑπὸ ανθρώπων, εἴτε ὑπὸ θηρίων γινομένης· καὶ ὅμοιοι εἰσι θεοῖς, καθὼς καὶ ἡ
γραφή “ ἐγὼ εἶπα, θεοί ἐστε. ὑμεῖς δὲ δι’ ἀπιστίαν, ὡς ἄνθρωποι θνήσκετε· διὸ καὶ οἱ βάρβαροι ἑωρακότες τοῦτον μὴ ἀποθανόντα, ἀλλ’ ἐκφυγόντα τὸν ἀμφίβολον θάνατον, θεὸν αὐτὸν ἐνόμισαν εἶναι· ὡς ἔθος ἔχοντες πάντα τὸν ποιοῦντά τι παράδοξον θεὸν νομίζειν· ὥσπερ καὶ τοὺς παλαιοὺς θεοὺς ὠνόμαζον, ἢ δι’ ἰσχὺν περισσὸν
τί τῶν καθ’ ἑαυτοὺς ποιοῦντας, οἷος ἦν ὁ Ἡρακλῆς ὁ ἐκ Σεμέλης· ἢ διὰ μαγείαν ἐξιστάνων τοὺς ὁρῶντας· τἷος ἦν ὁ Σίμων ἐν Σαμαρείᾳ. “ προσεδόκων μέλλειν ἐμπίπρασθαι.”
καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον.
ἡμέρας ἐξένισεν αὐτούς.
ἰάσατο αὐτόν. τούτου οὖν γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενείας ἐν τῆ νήσῳ, προσήρχοντο καὶ ἐθεραπευοντο·
τῆς ἀποδοχῆς, ἰάσατο αὐτόν.
“ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.”
ὥστε ἀπὸ τούτου τεκμήριον μέγα τοῦ πλήθους τῶν πιστευόντων ἐστιν ἰδεῖν.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.