ΚΕΦ. ΛΖ.
οὐχ εὑρίσκει ὁ ἄρχων, τοσαύτης γενομένης ἐξετάσεως· τοῦτον ἄξιον θανάτου ἔφασκον εἶναι.
Ἀμμωνίου. Τέως αὐτὸς ὁ δικαστὴς μαρτυρεῖ αὐτῷ ὅτι ἀνεύθυνος ἦν· πλὴν ὅμως οὐκ ἀπέλυσεν αὐτὸν, τάχα οὕτως οἰδονομήσαντος τοῦ Κυρίου, ἵνα ἐκκαλέσηται, καὶ ἀνάγκῃ τῆς ἐκκλήτου πεμφθῇ εἰς Ῥώμην, μὴν, καὶ πληρωθῇ τὸ προφητευθὲν ὑπ’ αὐτοῦ. “ὅτε “δεῖ με καὶ Ῥώμην ἰδεῖν.
ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς
κατ’ αὐτοῦ αἰτίας σημᾶναι. Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν.
τῆς ἀλογίας ταύτης Ἰουδαῖοι αἴτιοι, ἣν ἔμελλον μανθάνειν καὶ οἱ ἐν τῇ Ῥώμῃ· ὅρα πῶς κήρυκες ἄκοντες καὶ τῆς οἰκείας γίνονται κακίας, καὶ τῆς Παύλου ἀρετῆς, καὶ αὐτῷ τῷ κρατοῦντι· ὥστε λαμπρότερον ἀπήγετο Παῦλος, ἣ εἰ χωρὶς δεσμῶν ἀπῆλθεν· οὐκ- έτι γὰρ ὡς πλάνος καὶ γόης, τοσούτων αὐτὸν ἀφέντων δικαστῶν, ἀπήγετο· πάντα τοίνυν ἀποδυσάμενος, παρ’ οἷς ἐτράφη καὶ ἐτέχθη, καὶ οὐχ ἁπλῶς, οὕτως καθαρὸς ὑποψίας ἐπιβαίνει τῇ Ῥώμᾐ.
εἰς τὸ Εὐαγγέλιον.
μετὰ πολλῆς τῆς παρρησίας, οἷά τε οὐκ ὄντων κυρίων, ἀλλὰ τῆς ἀποφάσεως ἐκείνης κρατούσης, ὅτι πρὸς Καίσαρα πορεύσῃ· δίδωσι λόγον καὶ πολλὰς τὰς εὐθύνας περὶ πάντων, οὐ περὶ τῶν μὲν, περὶ τῶν δὲ οὔ.
Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον, ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι·
νος· καὶ τὴν νίκην αὐτὸς ὁ χειρωθεὶς ὁμολογεῖ λαμπρᾷ τῇ φωνῇ, παρόντων ἁπάντων λέγων, *’ ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γε- “νέσθαι.”
οἱ Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι
μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος·
καὶ τύχῃ καὶ εἱμαρμένῃ τὰ πρακτέα ἀνατιθέντων, καὶ τὸ τῶν ἀνθρώπων αὐτεξούσιον ἀναιρούντων· σημειωτέον δὲ ὅτι καὶ οἱ Φαρισαῖοι αἱρετικοὶ, εἰ καὶ ἀκριβέστερον τῶν ἄλλων αἱρέσεων τῶν Ἱουδαϊκῶν τὰς γραφὰς ἀνακρίνουσιν· ἀκριβῶς δὲ εἶπε καὶ οὐκ ἀληθῶς· οὐ γὰρ εἶχον τὴν ἀληθῆ τῶν γραφῶν γνῶσιν· ἡ οὖν ἀκρίβεια
λεπτολογεῖ καὶ συλλογίζεται· οὐ μὴν ὅτι πάντως γινώσκει τὸ ὃν, ἀλλ’ ἔστιν ὅτε καὶ φρεναπατᾷ τις ἑαυτόν.
εἰς ἢν τὸ δωδεκάφυλον ἡμῶν, ἐν ἐκτενίᾳ νύκτα καὶ ἡμέραν
λατρεῦον, ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι,
ὑπὸ Ἰουδαίων. τί; ἄπιστον κρίνεται παρ’ ἡμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;
δόξαν· ἄλλον δὲ τὸν ἰσχυρότερον τὸν f ἀπὸ πραγμάτων, ὅτι διελέχθη αὐτῷ ὁ Χριστὸς, καὶ κατασκευάζει καὶ τοῦτον ἀπὸ λογισμῶν, τὴν προτέραν αὐτοῦ μανίαν διηγούμενος ἀκριβῶς· εἶτα καὶ μετ’ ἐγκωμίου τῶν Ἰουδαίων· “νύκτα καὶ ἡμέραν,” φησὶ, “ λατρεῦον g, “ ἐλπίζει καταντῆσαι· ὥστε εἰ καὶ μὴ ἀλήπτου βίου ἤμην ὑπὲρ
τούτων, οὐκ ἔδει κρίνεσθαι τι ἄπιστον, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει. Καὶ ἄλλος λογισμός· εἰ γὰρ μὴ τοιαύτη δόξα ἦν· εἰ γὰρ μὴ 2 ἀνατεθραμμένοι ἦσαν ἐν τούτοις τοῖς δόγμασι, νῦν δὲ εἰσεφέρετο, τίς οὐκ ἂν ἐδέξατο τὸν λόγον; ὑπὲρ τῆς αἱρέσεως ταύτης, φησὶν ἐγκαλοῦμαι, καὶ αὐτὴ παρ’ αὐτοῖς πρεσβεύεται· διὰ ταύτην ηὔχοντο, δία ταύτην λατρεύουσιν, ἴνα ταύτης τύχωσι ταύτην ἐγὼ καταγγέλλω.
μετ’ ὀλίγα—Ἀκούεις ὅπως ἐν τούτοις οὐκ ἐρυθριᾷ Παῦλος περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως τὴν αὐτὴν ἔχειν ἐλπίδα τοῖς Ἰουδαίοις ὁμολόγων ἥντινα καὶ πρὸς τοὺς πατέρας ἐπαγγελίαν ἐκάλεσε τοῦ Θεοῦ, ὡς οὐκ Ἰουδαίων, ἀλλὰ τὴν ὑπάρχουσαν.
τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις· καὶ πολλοὺς δὲ τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών· ἀναιρουμένων τὲ αὐτῶν, κατήνεγκα ψῆφον.
καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αύτοῦς,
ἠνάγκαζον βλασφημεῖν· περισσῶς τὲ ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον καὶ εἰς τὰς ἔξω πόλεις.
δείκνυσι τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι ὁ διωκόμενος ὤφθη αὐτῷ· οὐ γὰρ ἐμὲ μόνον εὐηργέτησεν, ἀλλὰ καὶ ἑτέροις ἔπεμψε διδάσκαλον· καὶ δεικνὺς τὴν προφητείαν ἐξελθοῦσαν τὴν λέγουσαν, “ ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν. “ ἐγὼ μὲν οὖν “ ἔδοξα ἐμαυτῷ,” τουτέστιν ἔκρινα “ πολλὰ ἐναντία πρᾶξαι·” οὐκ
ἤμην τῶν μαθητῶν τοῦ Χριστοῦ· τῶν πολεμούντων αὐτῷ ἤμην· ὅθεν καὶ ἀξιόπιστος γίνεται μάρτυς, ὅτι μυρία ποιῶν καὶ πολεμῶν καὶ ἀναιρῶν τοὺς πιστεύοντας καὶ πείθων βλασφημεῖν, καὶ πάντα 3 κινῶν πόλεις καὶ ἄρχοντας· δι’ ἑαυτοῦ ταῦτα πράττων, οὕτως ἐξαίφνης μεταβέβληται· εἶτα πάλιν οἱ μάρτυρες οἱ συνόντες· εἶτα δείκνυσιν ἑαυτὸν δικαίως πεισθέντα, καὶ οὐκ ἀπατηθέντα, ἀπὸ τοῦ φωτὸς, ἀπό τε τῶν προφητῶν, ἀπό τε τῶν ἐκβάσεων, ἀπό τε τῶν νυν γεγενημένων. ὄρα γοῦν πὼς ἄπο προφήτων καὶ ἄπο τουτων
αὐτοὺς πιστοῦται· ἵνα γὰρ μὴ δόξῃ καινοτομεῖν, καίτοι γε ἔχων μεγάλα εἰπεῖν, πάλιν ἐπὶ τοὺς προφήτας καταφεύγει, καὶ τοῦτο μέσον τίθησι· τοῦτο μὲν οὖν ἀξιοπιστότερον, ἅτε νῦν γενόμενον· ἀλλ’ ἐπειδὴ μόνος εἶδε, πάλιν αὐτὰ ἀπὸ προφητῶν πιστοῦται. Καὶ ὅρα αὐτὸν οὐχ ὁμοίως διαλεγόμενον ἐν δικαστηρίῳ καὶ
ἐν ἐκκλησίᾳ· ἐκεῖ μὲν οὖν λέγει, ὅτι καὶ ἀνείλετε· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ὥστε μὴ πλέον ἐκκαῦσαι τὸν θυμόν· ἀλλὰ τὸ αὐτὸ δείκνυσιν εἰπὼν, εἰ παθητὸς ὁ Χριστὸς, οὕτως ἀφίησιν αὐτὸν ἐγκλημάτων· ὅτι καὶ οἱ προφῆται, φησὶ, τοῦτο λέγουσιν, οὐκοῦν δέξασθε. καὶ τὸ λοιπὸν, ἐπειδὴ εἶπε τὴν ὄψιν, λοιπὸν μετ’ ἀδείας
καὶ τὰ κατορθώματα λέγει.
τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ
πορευομένους. πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν
γῆν, ἤκουσα φωνὴν λέγουσαν πρός με τῆ Ἑβραΐδι διαλέκτῳ, Σαοὺλ, Σαοὺλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
τῷ φωτὶ ἐκείνω τὸ τοῦ Ἰησοῦ φῶς, καθὼς δύναται παραδέξασθαι ἀκοῇ ἀνθρώπου λαβεῖν· ὑπερνικᾶν τὸ ἡλιακὸν φῶς ἐκεῖνο φήσας “ ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν,” τῷ ἐθνικῷ διαλεγόμενος, κηρύξαι τὲ αὐτῷ πρῶτον ἀνάστασιν νεκρῶν, ἐπιφέρει, καὶ τὸ δεῖν πιστεύειν τῷ μόνῳ Θεῷ, ἀποστάντα τινὰ τῆς τοῦ Σατανᾶ πλάνης· ἀφίσταται δὲ, εἰ τοῖς λόγοις τοῖς τῶν εὐαγγελιζομένων πεισθῇ τις· εἶτακαταλέγει καὶ τὰ τῶν πιστῶν ἀγαθὰ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ μετὰ τῶν ἁγίων ἐγκαταλεγῆναι.
εἰμὶ Ἰησοῦς, ὃν σὺ διώκεις· ἀλλ’ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα, ὧν τε εἶδες, ὧν τε ὀφθήσομαί σοι,
με ἐπηγάγετο, καὶ οὕτως ἔπεισε μὴ ἀναβάλλεσθαι.
ἐξαποστελῶ σε, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ ἀπὸ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεὸν,
τοῖς ἡγιασμένοις τῆ πίστει τῆ εἰς ἐμέ. ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ ἐν Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν,
ἀπήγγελλον μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν ζῶντα Θεὸν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
κατὰ ὀπτασίαν δέ ἐστιν ἡ καθαρὰ θέα, ἡ ὑπερβαίνουσα ἄνθρωπον· ἅπερ τις ἐν σαρκὶ, δίχα τοῦ ἀποκαλυφθῆναι αὐτοῦ τοὺς ὀφθαλμοὺς, οὐκ ἔστιν ἰδεῖν δυνατός.
ἱερῷ, ἐπειρῶντο διαχειρίσασθαι. ἐπικουρίας οὖν τυχὼν
τῆς ἀπὸ τοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῷ τὲ καὶ μεγάλῳ,
“ εἰ παθητὸς ὁ Χριστός·” εἶτα ἡ ἀνάστασις καὶ ἡ ἐπαγγελία· εἶδε τὴν παρρησίαν ὁ φῆστος, καὶ τι φησιν; ἐπειδὴ ἀεὶ πρὸς τὸν βασιλέα διελέγετο, ὥσπερ ἔπαθέ τι, καὶ φησὶ πρὸς αὐτὸν, “ μαίνῃ Παῦλε,” καὶ τὰ ἑξῆς.
μελλόντων γίνεσθαι, καὶ Μωυσῆς, εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως h νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσι.
“ εἰ πρῶτος ἐξαναστάσεως.”
γὰρ τὸν θάνατον τοῦ Χριστοῦ καὶ τὴν ἀνάστασιν σημαίνει, καὶ μὴν καὶ τὸ πάθος δι’ ὧν πάλιν φησὶν, “ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρε- “ μαμένην ἐπὶ ξύλου ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν.”
“ θὴς ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;” Καὶ μεθ’ ἕτερα—Καὶ αὐτὸς προσδοκία ἐθνῶν· κοίμησις γὰρ ἐν τούτοις ὁ θάνατος, καὶ ἡ ἀνάστασις ἔγερσις λέγεται. μεθ’ ἣν ἀνάστασιν, “ μαθητεύσατε πάντα τὰ ἔθνη, τοὺς γνωρίμους ἔπεμψε· πολλοὶ εἰλήφασι περὶ τοῦ σταυροῦ εἰρῆσθαι παρὰ τῷ Μωσεῖ· “ ὄψεσθε
“ τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν· συγχρήσῃ καὶ τῷ “ εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ” φερομένῳ ἐν Δευτερονομίῳ· πρὸς δεῖξιν τοῦ φωτὸς κατηγγελκέναι τὸν Ἰησοῦν, μὴ μόνον τοῖς ἔθνεσιν ἀλλὰ καὶ τῷ λαῷ Ἰσραήλ· καὶ πάλιν εἰπὼν περὶ Μώσεως ὁ Παῦλος, μείζονα πλοῦτον ἡγησάμενος τὸν
ὀνειδισμὸν τοῦ Χριστοῦ ὑπὲρ τοὺς ἐν Αἰγύπτῳ βασιλικοὺς θησαυροὺς, πάλιν τὸν σταυρὸν σημαίνει.
προεῖπον· εἰ πρῶτος ἐξαναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ, καὶ τοῖς ἔθνεσι τὸ τί· ἀντὶ τοῦ ὅτι ἐστί. Μώσης τε εἶπεν· “ εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξαναστάσεως·” ὅτι παθητὸς ὁ Χριστὸς, πρῶτος. πρῶτος γὰρ οὗτος ἀνέστη, καὶ οὐκέτι ἀποθνήσκει· οἱ γὰρ ἀναστάντες δι’ αὐτοῦ, ἢ τῶν μαθητῶν, πάλιν
ἀπέθανον, ἕως τῆς καθολικῆς ἀναστάσεως μένοντες.
εἰς μανίαν περιτρέπει· ὁ Παῦλος, οὐ μαίνομαί, φησι, κράτιστε Φῆστε, ἀλλὰ σωφροσύνης καὶ ἀληθείας ῥήματα
ἀποφθέγγομαι.
τοῦτο.
ὅτι πιστεύεις. ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη,
ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι.
αὐτὸν μαρτυρῆσαι τοῖς ὑπ’ αὐτοῦ λεγομένοις, δι’ ὣν φησὶν, “ τι ἄπι- “ στον κρίνεται παρ’ ὑμῖν; ἵνα, δι’ ὧν αὐτὸς ὡμολόγει, σωθῇ·” τῷ δὲ Θεῷ τὸν τῆς ἀναστάσεως τῶν νεκρῶν κατόρθωσιν ἀφορίζει πρὸς τῷ μηδένα τοῖς λεγομένοις ἀντειπεῖν· τίς γὰρ οὗτος ἠλίθιος ἢ βλάσφημος, ὃς τολμήσειεν εἰπεῖν, ὅτι οὐ δύναται ὁ Θεὸς ποιῆσαι
ὅσα θέλει; ἢ οὖν ἑκόντας διαπιστεῖν ἤθελεν ἐκείνους συνθέσθαι τῷ τῆς ἀναστάσεως λόγῳ, ἢ διὰ τὸν φόβον τοῦ μὴ θεομάχους ὑποπτευθῆναι αὐτούς.
ὑπὸ Κλαυδίου αὐτοκράτορος Ῥωμαίων βασιλεὺς τῆς Ἰουδαίας.
τούτῳ καυχᾶσαι, καὶ δεσμὸν g σεαυτῷ h καλεῖς; καὶ τὴν ἄλυσιν ἡμῖν ἀντὶ διαδήματος πανταχοῦ περιφέρεις; τι τοίνυν γέγονε νῦν, ὅτι ἀπεύχῃ τὰ δέσμα οὐκ αὐτὸς ἀπεύχομαι, φησιν, οὐδὲ αἰ- “ σχύνομαι·” ἀλλ’ ἐκείνων τῇ ἀσθενείᾳ συγκαταβαίνω· οὔπω γὰρ χωροῦσι δέξασθαι τὸ καύχημα τὸ ἐμόν· ἔμαθον δὲ παρὰ τοῦ δεσπότου
μου “ μὴ ἐπιβαλεῖν ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ “ παλαίῳ·” καὶ διὰ τοῦτο οὕτως εἶπον. Καὶ μετ’ ὀλίγα—Δεῖ τοίνυν συγκαταβαίνειν· ὅταν γὰρ μάθωσι φιλοσοφεῖν, τότε εἴσονται καὶ τοῦ σιδήρου τούτου τὸ κάλλος καὶ τὴν ἀπὸ τῶν δεσμῶν περιφάνειαν. Καὶ πάλιν—Οὐ γὰρ τὸ δεθῆναι διὰ Χριστὸν, ἀλλὰ τὸ
φοβηθῆναι τὰ δεσμὰ, καὶ προδοῦναί τι τῶν τοῦ Χριστοῦ, τοῦτο αἰσχύνη· ὡς ἐὰν τοῦτο μὴ ᾖ, καὶ παρρησίας πρόξενα τὰ δεσμά.
ἡγεμὼν, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς· καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες, ὅτι οὐδὲν ἄξιον θανάτου ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος
οὗτος. Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, ἀπολελύσθαι
ἠδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
ἀπελθεῖν μέχρι δεσμῶν, ὡς κακοῦργος φησὶν, εἰ γὰρ ὁ Κύριος αὐτοῦ μετὰ ἀνόμων ἐλογίσθη, πολλῷ μᾶλλον οὗτος· ἀλλ’ ὥσπερ ἐκεῖνος οὐκ ἐκοινώνησε τῆς δόξης, οὕτως οὐδὲ οὗτος· τὸ γὰρ θαυμαστὸν τότε ἀναφαίνεται τὸ ἀναμεμιγμένον τούτοις, μηδὲν παρ’ αὐτῶν βλάπτεσθαι.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.