ΚΕΦ. Λ.
Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος· καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας ἑαυτοῦ
τοὺς πόδας καὶ τὰς χεῖρας, εἶπε· τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, τὸν ἄνδρα, οὑ ἐστὶν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν αὐτὸν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας ἐθνῶν.
οὗτος, “ τὸν ἄνδρα τοῦτον οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτω δήσουσιν ἐν “ Ἱερουσαλὴμ,” ὅπερ οἱ προφῆται ἐποίουν, καὶ ὄψει τὲ γινόμενα ὑπογράφοντες, ὅταν περὶ αἰχμαλωσίας ἔλεγον, ὡς ὁ Ἰεζηκιὴλ τοῦτο καὶ οὗτος ἐποίησε· καὶ τὸ δὴ χαλεπὸν, ὅτι εἰς χεῖρας ἐθνῶν παραδώσουσιν· ὅρα δὲ αὐτὸν, ὅτε τὸ Πνεῦμα οὐκ ἐκώλυεν, οὐ πειθόμενον.
ἐν Πτολεμαίδι μίαν μένουσιν ἡμέραν· ἐν δὲ Καισαρείᾳ πλείους· ὅτε ἤκουσεν ὅτι μυρία δεινὰ ἔχει παθεῖν, τότε ἐπείγεται· οὐκ εἶπε δὲ Ἄγαβος ὅτι Παῦλον δήσουσιν, ἵνα μὴ δόξῃ ἐκ συνθήκης λέγειν, ἀλλὰ “ τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη.” Ὅρα· καὶ ζώνην εἰχεν.
ἀγνοοῦντα αὐτὸν ἐμπεσεῖν, διὰ τοῦτο ταῦτα προλέγεται.
ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες, τοῦ Κυρίου τὸ
θέλημα γινέσθω.
πειρασμοῖς· “ τὸ θέλημα,” φησὶ, “ τοῦ Κυρίου γενέσθω·” ἐμὲ ἀδικεῖτε τοῦτο ποιοῦντες, μὴ γὰρ ἀλγῶ ἐγώ· τότε ἐπαύσαντο, ὅτε εἶπε, “ συντρίβοντές μου τὴν καρδίαν·” ἐφ’ ὑμῖν κλαίω, φησὶν, οὐκ ἐπὶ τοῖς παθήμασιν· ὑπὲρ γὰρ ἐκείνων καὶ ἀποθανεῖν βούλομαι· εἶπαν, μὴ δῷς ἑαυτὸν εἰς τὸ θέατρον, καὶ οὐκ ἔδωκε· πολλάκις αὐτὸν
ἐξήγαγον καὶ ἐπείσθη· διὰ θυρίδος πάλιν ἔφυγε, καὶ νῦν ὡς εἰπεῖν μυρίων παρακαλούντων, καὶ τῶν ἐν Τύρῳ, καὶ τῶν ἐν Καισαρείᾳ κλαιόντων, καὶ μυρία προλεγόντων δεινὰ, οὐκ ἀνέχεται· καὶ μὴν αὐτὰ τὰ δεινὰ προέλεγον· ἀλλὰ διὰ τοῦ Πνεύματος προέλεγον· οὐ τὴν παραίνεσιν διὰ τοῦ Πνεύματος ἐποιοῦντο· οὐ γὰρ ἁπλῶς
αὐτῷ τὰ δεινὰ προὔλεγον· ἀλλ’ ὅτι ἀναβῆναι οὐ χρὴ, φειδόμενοι αὐτοῦ· ἐπειδὴ οὐκ ἴσχυσαν πεῖσαι, διὰ τοῦτο ἔκλαιον· εἶτα ἡσύχασαν· ὁρᾶς φιλοσοφίαν· ὁρᾶς φιλοστοργίαν· κύριος, φησὶ, τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει· συνεῖδον ὅτι θέλημα ἦν Θεοῦ· οὐ γὰρ ἂν Παῦλος οὕτω προεθυμήθη, ὁ ἀεὶ κινδύνων προεξαρπάζων
ἑαυτὸν.
μικρὰ δάκρυα συνέτριψεν.
με κωλύετε κλαίοντες ᾗ προστίθεμαι ὁδοῦ, ἀκούσαντες ὡς δεσμὰ καὶ θλίψεις με μένουσι γενόμενον εἰς Ἱερουσαλήμ; ἰστέον οὖν ὅτι τῷ Πνεύματι, τῷ φανεροῦντί μοι τὰ ἀπαντησόμενά μοι, ἕπομαι, καὶ τῆς ἐπὶ τὴν πόλιν πορείας ἄρχομαι· οὐκ ἀγνοῶν τὰ ἐκεῖ ἀπαντησόμενα, προεῖδον γὰρ αὐτὰ, καὶ οὐ κωλύομαι τῆς πορείας· διὸ
μὴ συνθρύπτετέ μου τὴν καρδίαν ὑμετέροις δάκρυσιν· ὁ οὖν εἰς ἀνδρείαν γνησίως παρεσκευασμένος, ὡς καὶ θανάτου αὐτοῦ καταφρονεῖν, οὐ πίπτει εἰς δειλίαν, κἂν ᾖ ὁ εἰς τοῦτο ἐρεθίζων· ὅσον γὰρ ἐπ’ ἐκείνοις, ταραχὴ ἐγγίνεται τῷ λογισμῷ. λέγων οὑν ὁ Ἀπόστολος συνθρύπτεσθαι ἑαυτοῦ τὴν καρδίαν, οὐκ ἀσθένειαν τοῦτο
εἶπεν, ἀλλ’ ὅσον ἧκεν εἰς ἐκείνους πικρῶς κλαίοντας· εἰ μὴ ἄρα εἴποι τις, ὅτι ὥσπερ τὰ μικρὰ τῶν ἁμαρτημάτων δοκεῖ μεγάλα εἶναι ἁγίῳ ἀνδρὶ προσόντα, οὕτω τὴν προσπάθειαν τῶνδε, ὡς μεγάλην σύνθρυψιν καρδίας τῆς ἑαυτοῦ εἶπεν.
εἰς Ἱεροσόλυμα.
τὰ κατεπείγοντα λέγων· κύριος, φησὶ, τὸ ἀρεστὸν αὐτὸς ἐνώπιον αὐτοῦ ποιήσει· συνεῖδον γὰρ ὅτι θέλημα Θεοῦ ἦν· οὐ γὰρ ἃν 2 Παῦλος οὕτω προεθυμήθη, ὁ ἀεὶ κινδύνων ἐξαρπάσας ἑαυτόν. οὐκ ἐβούλοντο βαρῆσαι τὴν Ἐκκλησίαν, ὄντος ἑτέρου τοῦ ξενίζοντος αὐτούς· οὐδὲ ἀξίωμα ἀπῄτουν.
πάντες τὲ παρεγένοντο οἱ πρεσβύτεροι. καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ’ ἔνι ἕκαστον ὧν ἐποίησεν
ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.
ἐθνῶν διηγεῖται· οὐ κενοδοξῶν, μὴ γένοιτο· ἀλλὰ τοῦ Θεοῦ θέλων τὴν φιλανθρωπίαν ἐνδείξασθαι, καὶ πολλῆς αὐτοὺς ἐμπλῆσαι χαρὰς.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.