ΚΕΦ. ΚΘ.
τε, ἐξῆλθε πορεύεσθαι εἰς Μακεδονίαν· διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα.
αὐτῷ· τὰς δὲ ἑορτὰς ἐμοὶ δοκεῖ σπουδάζειν αὐτὸν ποιεῖν ἐν ταῖς μεγάλαις πόλεσι· προελθόντες ἀπὸ Φιλίππων, ἔνθα κατὰ τὸ δεσμωτήριον ἐγένετο· τρίτον τοῦτο εἰς Μακεδονίαν ἐπανῆλθε, καὶ πολλὰ μαρτυρεῖ τοῖς Φιλιππησίοις, διὸ καὶ ἐνδιατρίβει ἐκεῖ· “ καὶ ἀσπασάμενος ,” φησὶν, “ ἐξῆλθε. καὶ τούτῳ πάλιν
ἀνεκτήσατο, ἱκανὴν διδοὺς παραμυθίαν· “ καὶ παρακαλέσας λόγῳ “πολλῶ.”
πετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος Πυρροῦ Be- ροιαῖος· Θεσσαλονικέων δὲ, Ἀρίσταρχος καὶ Σεκοῦν- δὸς, καὶ Γάιος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ,
τυχικὸς καὶ τρόφιμος· οὗτοι προελθόντες ἔμενον ἡμᾶς
ἐν Tρωάδc ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας
τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρωάδα ἄχρι ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά.
Συρίαν· τὸ δὲ αἴτιον ἡ ἐκκλησία ἦν καὶ τὰ Ἱεροσόλυμα· ἀλλ’ ὅμως κατεῖχε τὸν πόθον, καὶ τὰ ἐκεῖ κατώρθου· καίτοι οὐ μεγάλη ἡ Τρῶάς ἐστι· τι οὖν ἡμερῶν ἑπτὰ ποιοῦσι ; μεγάλη ἴσως ἦν κατὰ τοὺς πιστούς· καὶ ἡμέρας ἑπτὰ διατρίψας, τῇ ἐπιούσῃ τὴν νύκτα ἀνήλωσεν εἰς τὴν διδασκαλίαν· οὕτω δυσαποσπάστως αὐτῶν
εἶχε, καὶ αὐτοὶ αὐτοῦ.
ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ, οὗ ἦμεν συνηγμένοι.
φησίν· οὐδὲ νύκτα ἐσίγα, ἀλλὰ τότε μᾶλλον διελέγετο, ἅτε ἡσυ- χίας οὔσης· ὅρα πῶς καὶ πολλὰ διελέγετο, καὶ παρ’ αὐτὸν τοῦ δείπνου τὸν καιρόν· ἀλλὰ συνετάραξε τὴν ἑορτὴν ὁ διάβολος, οὐ μὴν ἴσχυσε, βαπτίσας τὸν ἀκροατὴν ὕπνῳ καὶ κατενεγκών. Καὶ μετ’ ὀλίγα—“Συνηγμένων δὲ ἡμῶν,” φησὶ, “κλάσαι ἄρτον πρὸς
αὐτὸν τὸν καιρόν. ἀρχὴν λαβὼν ὁ λόγος παρέτεινεν ὡς ἐνδεικνύμενος πεινῆν· καὶ οὐκ ἦν ἄκαιρος, οὐ γὰρ προηγουμένως εἰς διδασκαλίαν καθῆκεν, ἀλλὰ συνῆλθον μὲν “κλάσαι ἄρτον, ἐμπεσόντος δὲ λόγου παρέτεινε τὴν διδασκαλίαν. ὅρα πῶς καὶ τῇ τραπέζῃ τοῦ Παύλου πάντες ἐκοινώνουν· ἐμοὶ δοκεῖ καὶ παρὰ τὴν τράπεζαν αὐτὸν καθημένον
διαλέγεσθαι, παιδεύοντα ἡμᾶς πάντα τὰ λοιπὰ πάρεργον ἡγεῖσθαι.
ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ συμπεριλαβὼν αὐτὸν εἶπε,
συγκεκροτημένον i, καὶ τὸ σημεῖον, οἷον· ἐπὶ θυρίδος ἐκάθητο ἀωρὶ τῶν νυκτῶν· τοσοῦτον ἦν ὁ πόθος τῆς ἀκροάσεως· αἰσχυνθῶμεν ἡμεῖς· ἀλλὰ Παῦλος διελέγετο, φησὶ, τότε· καὶ νῦν δὲ Παῦλος διαλέγεται· μᾶλλον δὲ οὐδὲ τότε Παῦλος, οὐδὲ νῦν, ἀλλ’ ὁ Χριστὸς, καὶ οὐδεὶς ἀκούει· οὐχὶ θυρὶς ἔστι νῦν, οὐ πεῖνα, οὐχ ὕπνος
ἐνοχλεῖ, καὶ ὅμως οὐκ ἀκούομεν· οὐ στενοχωρία τόπου, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι δὴ νεανίας ὣν, οὐκ ἦν ῥάθυμος· καὶ ὕπνῳ καταφερόμενος οὐκ ἀπέστη, οὐδὲ ἔδεισε τὸν 1 κίνδυνον, μὴ κατενεχθῇ· οὐκ ἀπὸ ῥαθυμίας ἐνύσταξεν, αὖ ἀπὸ ἀνάγκης φύσεως· σὺ δέ μοι θέα, ὅτι οὕτως ἔζεον τῇ προθυμίᾳ, ὅτι καὶ ἐν τριστέγῳ ἦσαν. οὔπω γὰρ ἢν ἡ ἐκκλησία. Μῆ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.
ἀλλ’ ὅρα τὸ ἄτυφον αὐτοῦ καὶ παρακλητικὸν, “ἡ γὰρ ψυχὴ “αὐτοῦ ἐν αὐτῶ ἐστιν.
ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
Ἀμμωνίου. Σημειωτέον ὅτι καὶ ὁ Παῦλος νεκρὸν ἤγειρεν καλούμενον Εὔτυχον.
τὴν Ἄσσον k, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ ἐντεταλμένος ἦν, ὡς μέλλων αὐτὸς πεζεύειν.
ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες
αὐτὸν, ἤλθομεν εἰς τὴν Μιτυλήνην· κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου. τῇ δὲ
ἑσπέρᾳ παρεβάλομεν εἰς Σάμον· καὶ μείναντες ἐν Τρωγυλλίῳ,
τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον· κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῆ Ἀσίᾳ·
ἐπιπονώτερον αὐτὸς αἱρούμενος, ἐπέζευεν ἅμα, καὶ πολλὰ οἰκονομῶν, παιδεύων τὲ αὐτοὺς χωρίζεσθαι αὐτοῦ.
οὐκ ἐπιτυγχάνοντα πολλάκις· οἱ γὰρ ἅγιοι καὶ μεγάλοι ἄνδρες ἐκεῖνοι, τῆς μὲν φύσεως ἡμῖν τῆς αὐτῆς ἐκοινώνουν, τῆς δὲ παραινέσεως οὐκέτι· διὸ καὶ πολλὴν ἐπεσπῶντο τὴν χάριν· ὅρα γοῦν πόσα καὶ ἀφ’ ἑαυτῶν οἰκονομοῦσιν.
τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
μετριάζειν· καθάπερ Σαμουὴλ ὁ προφήτης, μέλλων παραδιδόναι τὴν ἀρχὴν τῷ Σαούλ.
μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, δουλεύων
Κυρίῳ μεθ’ ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης,
ἁπλῶς δὲ τὸ ταπεινοφροσύνης, ἀλλὰ “μετὰ πάσης· πολλὰ γὰρ εἴδη τῆς ταπεινοφροσύνης· ἐν λόγῳ· ἐν ἔργῳ· πρὸς ἄρχοντας· πρὸς ἀρχομένους· εἶτα τὸ ἥμερον πανταχοῦ· κοινωνίᾳ πολλῇ “μεθ᾿ ὑμῶν, φησιν, “ἐγενόμην δουλεύων τῷ Κυρίῳ·” κοινοποιεῖται τὰ κατορθώματα· οὐδὲν αὐτοῦ ἐξαίρετον.
μάρτυρας φέρει τοῦ οὕτω πεποιηκέναι· εἰ δὲ πρεσβύτεροι τῆς Ἐκκλησίας εἰσὶν ὑπὸ τοῦ Ἁγίου Πνεύματος ἐπισκοπεῖν τὸ ποίμνιον τεθειμένοι, μήτις δὲ παράδοξον ἡγείσθω ἀκούων, μὴ ἑκάστῳ πάντα τὰ ἀληθῆ συμφέρειν· καὶ γὰρ αὕτη ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται τοῖς λαμβάνουσι πρὸς τὸ συμφέρον· τοῦ γὰρ λαμβάνοντος
ἐλάττωσιν δηλοῖ, ἀλλ’ οὐ τοῦ διδομένου, μὴ δυναμένου δέξασθαι τὸ ὑπὲρ αὐτῶν ἐπὶ τῷ λυσιτελεῖ.
δὲ αὐτοῦ καὶ τὸ συμπαθὲς δοκεῖ δηλοῦν· ἔπασχε γὰρ ὑπὲρ τῶν ἀπολλυμένων, ὑπὲρ αὐτῶν τῶν ποιούντων· ἐπεὶ ὑπὲρ τῶν εἰς αὐτὸν καὶ ἔχαιρεν· ἐκείνου γὰρ ἦν τοῦ χοροῦ τοῦ χαίροντος ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι· καὶ πάλιν λέγει νῦν, χαίρω ἐν τοῖς παθήμασι μου ὑπὲρ ὑμῶν.
ἀλλ’ οὐδὲν ἶσαν ἐρεῖς· αὕτη γὰρ ἡ τῶν δακρύων πηγὴ, ψυχὰς ἐπότιζεν, οὐ γῆν· ἥτις ἡμῖν δεδρακυμένον ἔδειξε Παῦλον καὶ στενάζοντα· οὐ πολλῷ βέλτιον ἦν ἰδεῖν ἢ μυρίους χοροὺς φαιδρῶς ἐστεφανωμένους; Καὶ μετ’ ὀλίγα—τούτοις ἄρδεται ἡ Ἐκκλησία, τούτοις ψυχαὶ φωτίζονται τοῖς δάκρυσι· κἂν πῦρ ᾖ, ταῦτα τὰ
δάκρυα σβέσαι δύναται καὶ αἰσθητὸν καὶ σωματικόν· ταῦτα τὰ δάκρυα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέννυσι. μνημο- νεύωμεν τοίνυν αὐτοῦ τῶν δακρύων, καὶ πάντων καταγελασόμεθα τῶν παρόντων· ταῦτα ἐμακάριζεν ὁ Χριστὸς τὰ δάκρυα, λέγων, “μακάριοι οἱ πεινῶντες· καὶ μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ “γελάσονται.
τὸ ἄφθονον, τὸ ἄοκνον· καὶ “τῶν συμφερόντων· ἦν γὰρ ἃ οὐκ ἔδει μαθεῖν· ὥσπερ γὰρ τὸ τινὰ κρύπτεσθαι φθόνος, οὕτως τὸ πᾶν λέγειν ἀνοίας· διὰ τοῦτο προσέθηκε “τῶν συμφερόντων· οὐκ εἶπε μόνον, ἀλλὰ καὶ ἐδίδαξεν.
οὗτος ὁ νόμος τοῖς ἐκκλησιῶν προισταμένοις συγγέγραπται· τοῦτο μὴ πράττοντας εὐθύνει παρὰ τὸ δικαστήριον ἐκεῖνο Χριστός.
εἰς Ἰερουσαλὴμ, τὰ ἐν αὐτῇ συμβησόμενά μοι μὴ εἰδὼς,
ὡς προφήτης ὁ Παῦλος “ὅτι δεσμὰ καὶ θλίψεις με μένουσι,” καὶ ὅτι οὐκέτι ἤμελλον οἱ ἐν Ἐφέσῳ βλέπειν αὐτὸν, καὶ περὶ τῶν γενησομένων ἐν αὐτοῖς κακοπιστων καὶ αἱρετικῶν, τὸ ἐν εἶπεν ἀγνοεῖν· τὸ τί ἄρα ἔσται τούτων τὸ τέλος. πάντα γὰρ φανερώσας αὐτῷ ὁ Κύριος, ἐκεῖνο μόνον ἔκρυψεν ἀπ’ αὐτῷ, τὸ τί ἄρα ἔσται αὐτῷ μετὰ τὰ δεσμὰ καὶ τὰς θλίψεις· ἵνα μὴ ἐπαρθεὶς καὶ εἰδὼς ὅτι πάντα τεύξεται τούτου, διὰ ὑπεροψίας ἐκπέσῃ· ἀλλ’ εἴασεν αὐτὸ ἀμφίβολον αὐτῷ τὸ Πνεῦμα· ἵνα δεδιὼς τὸ τῆς σαρκὸς ἀσθενὲς, δεηθῇ τοῦ Θεοῦ ῥυσθῆναι ἐκ πειρασμῶν.
συσφιγγόμενος καὶ ἐγκαλλωπιζόμενος τις γεννᾷ τοὺς παιδευομένους ὑπ’ αὐτοῦ, ἑαυτοῦ τὲ καὶ τοῦ Εὐαγγελίου δεσμοῖς· καὶ ἴε ἐκ τῆς γραφῆς ἐπιμαρτύρασθαι· ὡς αἱ μετουσίαι τῶν θείων τούτων δηλοῦνται τῷ ὀνόματι· φησὶ γὰρ ὁ Θεὸς πέρι τινων, “ ἐξέτεινα “ αὐτοὺς ἐν δεσμοῖς ἀγάπης ἕως ἐμοῦ·” καὶ ἔν τισιν ἀντιγράφοις
τῶν Ψαλμῶν φέρεται· “ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ. λεκτέον οὖν εἰς τὰ προκείμενα, ὅτι ἕτοιμος ὣν ὁ Ἀπόστολος περὶ τὸ δεσμοῖς ὑποβάλλεσθαι ὑπὲρ εὐσεβείας· ἀκούσας μὴ δεῖν εἰς Ιερουσαλὴμ ἀναβῆναι, διὰ τὸ πάντως ἐκεῖ γενόμενον θλίψεσι καὶ δεσμοῖς ὑποβληθήσεσθαι, φησὶ, δεδεμένον τῷ Πνεύματι νῦν ἐπείγεσθαι
ἐπὶ τὴν ‘Ιερουσαλὴμ, οὐκ ἀγνοοῦντα τὰ ἐν αὐτῇ ἀπαντησομενα· ταύτης τῆς προαιρέσεως αὐτοῦ παραστατικὸν καὶ τὸ “ καθημέραν ἀποθνήσκω· καὶ τὸ “ ἀεὶ ἡμεῖς οἱ ζῶντες εἰς θάνα- “ τον παραδιδόμεθα διὰ Χριστὸν ᾿Ιησοῦν·” εἰς τοῦτο λήψῃ τὸ ὑπὸ τοῦ ‘Υμνῳδοῦ m λεχθὲν, τὸ “ ἐγὼ εἰς μάστιγας ἕτοιμος, ἐπεὶ δυνατὸν
ὑποστίξαντας εἰς τὸ “ δεδεμένος,” ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνῶναι τὸ “ τῷ Πνεύματι πορεύομαι εἰς ‘Ιερουσαλήμ.
“ ἀλλ’ ἐν τῷ θλίβεσθαι παρακαλῶν· τοῦτο γὰρ καὶ τοῦ Θεοῦ τὴν “ δύναμιν δείκνυσι, καὶ τῶν θλιβομένων αὔξει τὴν ὑπομονήν· ἡ γὰρ “ θλίψις, φησὶ, “ τὴν ὑπομονὴν κατεργάζεται·” τοῦτο καἰ ὁ προ- “φήτης ἔλεγεν· “ ἐν θλίψει ἐπλάτυνάς μοι· οὐκ εἶπεν ὅτι οὐκ εἴα- “ σάς με ἐμπεσεῖν εἰς θλῖψιν· οὐδ’ ὅτι παρήγαγε ταχέως τὴν
“ θλῖψιν, ἀλλ’ ὅτι μενούσης αὐτῆς ἐπλάτυνάς με· τουτέστι πο- “ λὺν τὴν εὐρυχωρίαν καὶ τὴν ἄνεσιν πάρεσχες.”
ἢν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.
εἶπεν ὅτι ἀλγῶμεν, ἀνάγκη δὲ φέρειν, ἀλλ’ οὐδὲ ἡγοῦμαί τι· τοῦτο πάλιν οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλ’ ἐκείνους διδάσκων διὰ τῶν προτέρων τὴν ταπεινοφροσύνην, διὰ δὲ τούτων, τὴν διδασκαλίαν, τὴν παρρησίαν. Καὶ μετ’ ὀλίγα — “ Οὐ γὰρ ἔχω τιμίαν τὴν “ ἐμαυτοῦ ψυχὴν, ἵνα ἀναστήσῃ αὐτῶν τὴν διανοίαν ταῦτά φησι,
καὶ πείσῃ, μὴ μόνον μὴ φεύγειν, ἀλλὰ καὶ γενναίως φέρειν· διὰ τοῦτο “ δρόμον καὶ διακονίαν” καλεῖ· τὸ μὲν δεικνὺς λαμπρὸν ἀπὸ τοῦ δρόμου, τὸ δὲ ὀφειλόμενον ἀπὸ τῆς διακονίας.
αὐτόν· “ οὐ γὰρ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω “ ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.”
οἶμαι σημαίνειν τὸ “ οὐδενὸς λόγου ποιοῦμαι.”
ὡς ὁ Κύριος εἶπεν· “ ἵνα πιστεύσωσιν εἰς τὸν μονογενῆ αὐτοῦ,” τὸν ἀποσταλέντα ἐξ οὐρανοῦ ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν.
αἷμα αὐτῶν, ὁ ἐστιν ἡ ζωὴ ἡμῖν, ἐκχέων· τὸ οὖν “ καθαρός εἰμι” μᾶλλον τοῦτο σημαίνει· μαρτύρομαι, ὅτι ἡ διδασκαλία μου οὐδένα τῆς αἰωνίου ζωῆς ἀποστερεῖ, ἀλλὰ προτίθησι καὶ οὐρανῶν βασιλείαν· ὁ οὖν μὴ πειθαρχῶν μοι, ἑαυτὸν αἰτιάσθω ὡς φονέα· ἀθῷος γάρ εἰμι ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων τῶν ἀκουόντων τῶν λόγων
κα μὴ πιστευόντων.
αὐτοῖς· εἶτα ἐπεὶ καθάπαξ λεγομένη, πᾶσα ἡ τοῦ Θεοῦ βουλὴ ἀκατάληπτος τοῖς γενητοῖς ἐστι· “ τίς γὰρ ἔγνω νοῦν Κυρίου ; ἐπιστατέον ποίαν ἔχει διάνοιαν τὸ προκείμενον· μή ποτ’ οὖν ἐπεὶ πρόσκειται τὸ ἀπήγγειλα ὑμῖν, σημαίνεται, ὡς “ πᾶσαν ἐκείνην “ τὴν βουλὴν” λέγει, ἣν δυνατὸν εἰπεῖν καὶ ἀκοῦσαι ἀνθρώποις·
συμφωνήσει γὰρ ταύτῃ τῇ νοήσει καὶ τὸ “ ἐκ μέρους γινώσκομεν· καὶ γὰρ αὕτη ἡ γνῶσις, ὡς πρὸς τὴν ἐν τῷ μέλλοντι αἰῶνι, μερική ἐστιν αὐτὴ καθ’ ἑαυτὴν, ὡς τοιαύτη οὔσῃ καὶ πληρεστάτη οὖσα· δυνατὸν δὲ “ πᾶσαν βουλὴν Θεοῦ λέγεσθαι, τὴν περὶ τῆς δόσεως τοῦ νόμου καὶ προφητῶν καὶ τοῦ Εὐαγγελίου οἴονται γὰρ πᾶσαν
αὐτὴν ἀπαγγέλλεσθαι διδασκαλικῶς.
ποιῶσιν, ὑπεύθυνοι εἰσι τοῦ αἵματος· καὶ δοκεῖ μὲν ἀπολογεῖσθαι, ἐκείνους δὲ φοβεῖ.
Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς
τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους,
καταχώσαντος ἶσος ἐστίν· οὐκ ἐπειδὴ προτιμοτέρα ἡ ἡμετέρα σωτηρία τοῦ ποιμνίου, ἀλλ’ ἐπειδὴ ὅταν ἑαυτοῖς προσέχωμεν, τότε καὶ τὸ ποίμνιον κερδαίνομεν. “ ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου· ἰδοὺ καὶ ἄλλη ἀνάγκη τοῦ Κυρίου ἐστὶν ἡ Ἐκκλησία.
“ πους·” σημειωτέον ὅτι οὓς ὀπίσω ἐκάλεσε πρεσβυτέρους, ὧδε ἐπισκόπους καλεῖ· ἤτοι καὶ διὰ τὸ τοὺς πρεσβυτέρους ἀνάγκην ἔχειν ἐποπτεύειν τὰ τῆς Ἐκκλησίας λογικὰ ποίμνια· μήτις ἀσθενεῖ τῇ πίστει, μήτις πεινᾶ ἣ δίψᾳ, ἣ ἐλέγχου καὶ ἐπιστροφῆς δεῖται, κατὰ τὸ ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον· ἣ καὶ ἐπισκόπους
ὧδε τοὺς Ἐπισκόπους λέγει.
γὰρ διὰ κατασκευὴν οὐσίας ὡρίζετό τις ποιμὴν εἶναι τῆς Ἐκκλησίας, ἀμεταπτώτως εἶχεν, ἣν ἔσχεν ἀρχήν· λέγειν δὲ μὴ μόνον προσέχειν δεῖν ἑαυτοῖς τοὺς ἐπισκόπους, ἀλλὰ καὶ τῷ ποιμνίῳ ὃ περιεποιήσατο ο ὁ Σωτῆρ’ τῷ ἰδίῳ αἵματι· καὶ ὥσπερ ὁ ἑαυτῷ προσέχων, καὶ τὴν προσοῦσαν ἀρετὴν καὶ εὐσέβειαν τηρῶν, οὐκ
ἐκπεσεῖται, ὡς ὁρμῆσαι ἐπὶ τὸ λέγειν διεστραμμένα κατὰ ψευδοδοξίαν ἤτοι ἐριθείαν, πρὸς τὸ ἀποσπᾶν τοὺς Χριστοῦ μαθητὰς ἐπὶ τῷ ἑαυτὸν μιμεῖσθαι καὶ ἕπεσθαι αὐτῶ, οὕτω καὶ τῷ ποιμνίῳ δεῖ προσέχειν, ἀποστρέφοντα ἀπ’ αὐτῶν τοὺς ψευδαποστόλους λύκους, βαρεῖς ὄντας, ζῶντας ἐπὶ λύμῃ τῶν προβάτων· ἀποστρέφει δέ τις
τούτους, δυνατὸς ὣν τοὺς λέοντας ἐπιστομίζειν, τῷ διαλύειν τὰς ἀπατηλὰς αὐτῶν διδασκαλίας· εἰς τοῦτο ληπτέον τὰ περὶ αὐτῶν εἰρημένα, “ ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες” ἀποστρέφει δὲ τοὺς οὕτω λύκους, καλὸς ὣν ποιμὴν, ὁ τεθειμένος ὑπὸ τοῦ Πνεύματος ἐπισκοπεῖν τὴν Ἐκκλησίαν· τοῦ μισθωτοῦ, καὶ οὐ ποιμένος ὄντος,
φεύγοντος, ἐρχομένου τοῦ λύκου ἐπὶ τῷ σκορπίσαι καὶ ἀπολέσαι τὰ πρόβατα· μισθωτὸς δὲ καὶ οὐ ποιμήν ἐστιν, ὅτι κέρδει καὶ μισθῷ προιστάμενος τοῦ κοινοῦ, ἀλλ’ οὐ διὰ τὸ συμφέρον. ἐπιστα- 5 Χ Χ τέον δὲ ὡς τὸ Ἅγιον Πνεῦμα ποιμένας καὶ ἐπισκόπους τίθησι τῇ Ἐκκλησίᾳ, ὡς καὶ ὁ Θεὸς τίθησιν ἐν τῇ Ἐκκλησίᾳ “πρῶτον Ἀπο- “στόλους,” καὶ τὰ ἑξῆς.
πρὸς τὴν ἀλήθειαν ἀπεχθῶς διακειμένων, διαβάλλουσι τοὺς λέγοντας, σῶμα καὶ αἷμα Θεοῦ τὸ σωτήριον· οἷς ἀναγκαῖον αὐτὰ παραθεῖναι τοῦ Κυρίου τὰ ῥήματα· τίνα δέ ἐστιν, ἄκουε αὐτοῦ λέγοντος, “ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ πιστεύων εἰς ἐμὲ ἔχει “ζωὴν αἰώνιον· ἐγὼ εἰμὶ ὁ ἄρτος τῆς ζωῆς.” “οἱ πατέρες ὑμῶν,”
πρὸς Ἰουδαίους λέγων, “ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέ- “θάνον· οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ἵνα τις “ἐξ αὐτοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ· ἐγὼ εἰμὶ ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ “τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τοῦ ἐμοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω αὐτῷ, ἡ σάρξ μου ἐστὶν
“ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.” Καὶ πάλιν μεθ’ ἕτερα—“Ἀμὴν, “ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώ- “που, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς· ὁ “τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώ- “νιον· κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἡ γὰρ σάρξ
“μου ἀληθής ἐστι βρῶσις· καὶ τὸ αἱμα μου ἀληθής ἐστι πόσις· ο τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, “κἀγὼ ἐν αὐτῷ. καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ “τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι’ ἐμέ.” Καὶ πάλιν—“Ὁ τρώγων τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα. ὁρᾶς πανταχοῦ
αὐτὸν ἐσθίεσθαι λέγει, καὶ οὐχ ἕτερα ἐν ἑτέρῳ· τούτοις οὖν τοῖς δεσποτικοῖς ῥήμασι πειθόμενος ὁ μαθητὴς, τὴν Ἐκκλησίαν αὐτοῦ λέγει λελυτρῶσθαι τῷ ἰδίῳ αἵματι· “ἣν” γάρ φησι “περιεποιήσατο ὁ Θεὸς διὰ τοῦ αἵματος τοῦ ἰδίου· θάρρει, οὖν ὦτ’ ἄνθρωπε, τούτοις πειθόμενος τοῖς λόγοις· καὶ μηδὲν ἐνδοιάσεις
ἀκούειν ὥσπερ Ἰουδαῖοι, αἷμα καὶ σῶμα Θεοῦ τὸ σωτήριον, δι’ οὗ λυτρωθεὶς υἱὸς Θεοῦ γέγονας, καὶ κληρονόμος, ἐὰν θέλῃς, τῆς αἰωνίου ζωῆς.
λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου· καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.
“καὶ σάρκα·” “ὅτι εἰσελεύσονταί,” φησι,” μετὰ τὴν ἄφιξίν “μου λύκοι βαρεῖς· διπλοῦν τὸ κακὸν, ὅτι τὲ αὐτὸς οὐ πάρεστιν, ὅτι τὲ ἕτεροι ἐπιθήσονται· τι οὖν ἀπέρχῃ εἰ p τοῦτο προοῖδας; τὸ Πνεῦμά με ἕλκει· καὶ “λύκοι βαρεῖς οὐ φειδόμενοι τοῦ ποιμνίου· καὶ τὸ χαλεπώτερον, ἐξ ὑμῶν αὐτῶν τὸ βαρύ· ὅταν καὶ ἐμφύλιος
ὁ πόλεμος ᾖ, περισπούδαστον σφόδρα τὸ πρᾶγμα· Ἐκκλησία γάρ ἐστι· μέγας ὁ κίνδυνος· αἵματι γὰρ αὐτὴν ἐλυτρώσατο· πολὺς ὁ πόλεμος καὶ διπλοῦς.
φησι.
Μανιχαῖοι· ἐξ Ἀρείου, Ἀρειανοί· ἐκ Νεστορίου, Νεστοριανοί· καὶ ἄλλα αἱρέσεων εἴδη· τοῦτο προαναστέλλων αὐτὸς ὁ Παῦλος ἐπιστομίζει, καὶ μέμφεται τοὺς λέγοντας· “ἐγὼ μὲν εἰμὶ “Παύλου· ἐγὼ δὲ Ἀπολλῶ· ἐγὼ δὲ Κηφᾶ·” μὴ θέλων ἐξ ὀνομασίας ἀνθρώπου δηλοῦσθαι αὐτῶν τὸ σύστημα, ἀλλ’ ἐκ τοῦ Χριστοῦ,
Χριστιανοὺς πάντας ὀνομάζεσθαι θέλων· κἂν παρὰ διαφόρων διδασκάλων κατηχήθησαν. ὅταν οὖν οἱ πάντες ἕνα σκοπὸν ἔχωσιν οἱ διδάσκαλοι, τὸ τὴν ἀληθῆ καταγγεῖλαι πίστιν, σβεννυ- 6 μένου τοῦ ἐξ ἰδικοῦ διδασκάλου χρηματίζειν τοὺς μαθητὰς, τῷ κοινῷ ὀνόματι καλοῦνται Χριστιανοί· εἰ δέ τι παρατρώσουσι τῶν τῆς Ἐκκλησίας δογμάτων οἱ καθηγηταὶ, σβεννυμένης τῆς καθολικῆς προσηγορίας, ἐπὶ τὸ ἰδικὸν τοῦ διδάξαντος ἀνάγονται ὄνομα.
ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
καὶ νύκτα καὶ ἡμέραν· καὶ ἕνα ἕκαστον· οὐ γὰρ εἰ πολλοὺς εἶδε τότε ἐφίστατο, ἀλλ’ ᾔδει καὶ ὑπὲρ μιᾶς ψυχῆς πάντα ποιεῖν· οὕτως γοῦν αὐτοὺς συνεκρότησεν· ἀρκεῖ τὰ παρ’ ἐμοῦ· τριετίαν ἔμεινα· ἱκανῶς ἐστερεώθησαν, φησὶν, ἱκανῶς ἐριζώθησαν.
τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι ὑμῖν τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
σφόδρα ἐφόβησε λέγων· “ὅτι λύκοι βαρεῖς εἰς ὑμᾶς ἐλεύσονται,” ἵνα μὴ καταπλήξῃ τῇ διανοίᾳ καὶ ἀπολέσῃ, ὅρα τὴν παραμυθίαν· “καὶ τὰ νῦν,” φησι, “παρατίθεμαι ὑμᾶς τῷ Θεῷ, ἀδελφοὶ, καὶ “τῷ λόγῳ τῆς χάριτος αὐτοῦ· τουτέστι τῇ χάριτι αὐτοῦ· ἡ χάρις σώζει· συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς χάριτος, σπουδαιοτέρους
ποιῶν ὡς ὀφειλέτας, καὶ πειθῶν θαρρεῖν.
οὖν καὶ τὴν μίαν οἴδαμεν Πατρὸς καὶ Υἱοῦ οὐσίαν, καὶ ὅτι δύο εἰσὶ καὶ ὑφίστανται, οὐκ ὀνόμασι ψιλοῖς δηλούμενοι, ἀλλ’ ἀληθείᾳ ὑφιστάμενοι, ἐκ τῶν νῦν τῷ Παύλῳ λεγομένων εἰς καταρτισμὸν τῶν τῆς Ἀσίας ἐκκλησίων.
καὶ μηδενὸς τὸ σύνολον τῶν ἐπὶ γῆς ἐπιθυμεῖν.
ἀλλοτρίου πλούτου· πόρρω γὰρ πάσης ἀδικίας ἡ τοιαύτη πρόθεσις.
ἁπλῶς ἀλλὰ κοπιῶντα· ὅρα πῶς ἐργάζετο μετὰ σπουδῆς ἄνθρωπος, νύκτα καὶ ἡμέραν διαλεγόμενος.
“ταῖς χερσὶν ὑμῶν·” ἆρα νηστείαν τις ἐργάζεται ταῖς χερσί; ἆρα παννυχίδας; ἀλλὰ χαμευνίαν οὐδεὶς τοῦτο ἃν εἴποι· ἀλλὰ περὶ εργου q φησὶ του πνευματικοῦ· πνευματικὸν γὰρ οὕτως ἐστι, τὸ τὸν ἐργαζόμενον ἑτέροις παρέχειν· καὶ οὐδὲν ἶσον τούτου.
ἰδίων κόπων διδόναι τοῖς ἐνδεέσι.
τοῖς ἐπισκόποις τὸ διδόναι.
καὶ οὐκ εἶπεν ὅτι κακὸν τὸ λαβεῖν, ἀλλὰ βέλτιον τὸ μὴ λαβεῖν. Καὶ μετ’ ὀλίγα—Τοῦτο συμπαθείας τῆς πρὸς τοὺς ἀσθενεῖς· ἐπεὶ ἐκ τῶν ἀλλοτρίων διδόναι οὐ καλόν.
εἰ γὰρ ἐκεῖ “πώλησόν σου,” φησι, “τὰ ὑπάρχοντα, εἰ θέλεις “τέλειος εἶναι,” ὅταν πρὸς τῷ μηδὲν λαμβάνειν, καὶ ἑτέρους τρέφῃ· τί τούτου ἶσον; εἷς βαθμὸς, ῥίψαι τὰ αὐτοῦ· δεύτερος, ἑαυτῷ ἐπαρκεῖν· τρίτος, καὶ ἑτέροις· τέταρτος, τὸ καὶ κηρύττοντα ἐξουσίαν ἔχοντα λαμβάνειν, μὴ λαμβάνειν· ὥστε πολὺ τῶν ἀκτημόνων
οὗτος βελτίων ἦν.
φίλτρον.
δὲ αὐτὸν εἰς τὸ πλοῖον· ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ’ αὐτῶν,
τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα. καὶ εὑρόντες πλοῖον
διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν. ἀναφανέντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον.
ἀντὶ τοῦ προήλθομεν· οὐδὲν ἐνδιετρίψαμεν ἐν ἑτέροις τόποις· εἶτα εἰς Ῥόδον· ὅρα αὐτὸν ἐπειγόμενον· “καὶ εὑρόντες πλοῖον διαπε- “ρῶν εἰς Φοινίκην· ἴσως ἐκεῖνο αὐτόθι διέτριβε, διὸ μετετίθουν ἀλλαχοῦ· καὶ οὐχ εὑρίσκοντες εἰς Καισαρείαν ἀπερχόμενον ἀλλ’ εἰς Φοινίκην, ἀνῆλθον· καὶ Κύπρον δὲ εἴασαν καὶ Συρίαν· τὸ γὰρ
“καταλιπόντες αὐτὴν εὐώνυμον οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ὅτι οὐδὲ ἐγγὺς γενέσθαι τῆς Συρίας ἔσπευδον· ἦλθεν οὖν εἰς Λυκίαν· καὶ τὴν Κύπρον ἀφεὶς, εἰς Τύρον κατέπλευσεν· ἐκεῖσε γὰρ τὸ πλοῖον ἀπεφόρτιζε τὸν γόμον.
ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος, μὴ ἐπιβαίνειν εἰς Ἱεροσόλυμα.
γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ
γόνατα ἐπὶ τὸν αἰγιαλὸν, προσευξάμενοι ἠσπασάμεθα ἀλλήλους, καὶ ἀνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι τὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
“ἐξαρτίσαι,” τουτέστι πληρῶσαι τὰς τεταγμένας· “προπεμ- “πόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις·” ὅρα πόση ἡ παράκλησις ἢν.
ἐμείναμεν ἡμέραν μίαν παρ’ αὐτοῖς. τῆ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν
ἑπτὰ, ἐμείναμεν παρ’ αὐτῷ. τούτῳ δὲ ἦσαν παρθένοι θυγατέρες τέσσαρες προφητεύουσαι.
τέσσαρες· εἶτα εἰς Καισάρειαν, πλείους ἡμέρας· τότε λοιπὸν αὐτοὺς ἐκεῖθεν ἀνάγει ὁ προφήτης· οὕτως ἡ πεντηκοστὴ πληροῦται· καὶ ἐκεῖ αὐτὴν ποιεῖ· εἰς Καισάρειαν δὲ εἰσελθόντες παρὰ Φιλίππῳ, φησιν, ἐμείναμεν· “τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες “παρθένοι προφητεύουσαι·” ἀλλ᾿ οὐκ αὐταὶ προλέγουσι τῷ Παύλῳ,
καίτοι προφητεύουσαι, ἀλλ’ Ἄγαβος.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.