ΚΕΦ. ΚΗ.
καὶ εὑρεῖν τινὰς μαθητὰς, εἶπε πρὸς αὐτοὺς, εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτὸν,
ἀλλ’ οὐδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν, ἠκούσαμεν. εἶπέ τε, εἰς τί οὖν ἐβαπτίσθητε;
ἐστιν εἰδότες· ὅτι γὰρ οὐδὲ εἰς Χριστὸν ἐπίστευον, δῆλον ἐκ τοῦ ειπειν, εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἴνα πιστεύσωσι· καὶ οὐκ εἶπεν ὅτι οὐδέν ἐστι τὸ βάπτισμα Ἰωάννου, ἀλλ’ ὅτι ἀτελές· οὐδὲ προσέθηκεν, ἀλλ’ ἐδίδασκεν, καὶ πολλοὶ τὸ Πνεῦμα ἐλάμβανον· ὥστε εἰκὸς ἢν αὐτοὺς Πνεῦμα ἔχειν, μὴ φαίνεσθαι δὲ, οὐ γὰρ ἐβούλετο περιάγειν αὐτοὺς, ἀλλ’ εἰς Ἔφεσον καταλιπεῖν· οὗτοι δὲ μετὰ ταῦτα τὴν Κόρινθον ᾤκησαν· καὶ μεγάλα αὐτοῖς μαρτυρεῖ, καὶ Ῥωμαίοις ἐπιστέλλων προσαγορεύει αὐτούς· ὅθεν μοι δοκεῖ πη αὐτὰ εἰς Ῥώμην ἀπελθεῖν, ἅτε ἐμφιλοχωροῦντας τοῖς
τόποις ἐκείνοις ὅθεν ἐξέπεσαν ἐπὶ Νέρωνος.
ὧν ἀπεστέρηνται, αἰτήσωσιν· ἀπ’ αὐτοῦ τοῦ βαπτίσματος προφητεύει, καὶ ἐνάγει αὐτοὺς ὅτι τοῦτο βούλεται τὸ βάπτισμα Ἰωάννου. διπλοῦν τὸ χάρισμα, γλῶσσαι καὶ προφητεῖαι· ἐντεῦθεν δείκνυται δόγμα μέγα, ὅτι ἀτελὲς Ἰωάννου τὸ βάπτισμα εἰς μετάνοιαν· καὶ οὐκ εἶπεν ἀφέσεως, ἀλλὰ μετανοίας βάπτισμα.
Περσῶν, ὁ δὲ τῇ Ῥωμαίων, ὁ δὲ τῇ Ἰνδῶν, ὁ δὲ ἑτέρᾳ τινὶ τοιαύτῃ εὐθέως ἐφθέγγετο γλώσσῃ· καὶ τοῦτο ἐφανέρου τοῖς ἔξωθεν, ὅτι Πνεῦμά ἐστιν ἐν αὐτῷ τῷ φθεγγομένῳ.
διαφορὰν τοῦ Ἰωάννου βαπτίσματος καὶ τοῦ τῶν πιστῶν· ὅτι τὸ τῶν πιστῶν καὶ ἄφεσιν ἁμαρτιῶν χαρίζεται· ὁ μὲν Ἰωάννης βαπτίζων ἔλεγε, βαπτίζω σε εἰς τὸν ἐρχόμενον μετ’ ἐμὲ, καὶ ἀπαιτῶ σε πιστεύειν εἰς αὐτὸν, ὅτι οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ· ὁ δὲ πιστῶς βαπτίζων φησί· βαπτίζω σε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, εἰς τὴν ὁμοούσιον τριάδα πιστεύειν· καὶ ἀποπλύνων καὶ ἀπεκδύων αὐτὸν ἀπὸ τῆς προυπούσης αὐτῷ θρησκείας, καὶ μετενδύων αὐτὸν εἰς Χριστὸν, καὶ καθαρῶς τὴν οὖσαν διαγγέλλων πίστιν. σημειωτέον δὲ πάλιν, ὅτι μετὰ τὸ
εἰς Χριστὸν βάπτισμα, διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ βαπτίζοντος, ἐπιφοιτᾶ τὸ νεῦμα τὸ Ἅγιον τοῖς βαπτισθεῖσι· καὶ ὅτι οὐκ εἶχον νεῦμα Ἅγιον οἱ τὸ Ἰωάννου βάπτισμα βαπτισθέντες· πῶς οὖν Ἀπελλῆς μόνον εἰς τὸ Ἰωάννου βαπτισθεὶς, ἔζεε τῷ Πνεύματι; ὁ Ἀπελλῆς εἰ καὶ ἔζεε τῷ Πνεύματι, ἀλλ’ οὖν οὐκ εἴρηται
ὅτι καὶ Πνεῦμα Ἅγιον εἶχεν· ἀμέλει γοῦν οὔτε γλωσσαῖς ἐλάλει, οὔτε ἐπροφήτευεν· ἄλλο οὖν τί ἐστι τὸ ζέειν τῷ Πνεύματι, καὶ ἄλλο τὸ ἔχειν Πνεῦμα Ἄγ’ ἴον· ὁ ἔχων Πνεῦμα Ἄγ’ ἴον εἶχεν αὐτὸ ἐνοικοῦν ἐν αὐτῶ, καὶ ἐλάλει αὐτὸ τὸ Πνεῦμα ἐκ τῶν ἔσωθεν· ὡς πολλὰ τοιαῦτα κεῖται ὀπίσω, πῶς ἐλάλησε d τῷ Φιλίππῳ, τῷ
Πέτρῳ, τοῖς Ἀποστόλοις, τοῖς περὶ Παῦλον, κωλῦον αὐτοὺς λαλεῖν τὸν λόγον ἣ μὴ λαλεῖν ἔν τισι τῶν πόλεων· ὁ δὲ ζέων τῷ Πνεύματι δι’ ἐλλάμψεως e καὶ προτροπῆς τῆς ἔξωθεν ἔπραττέ τι· ὁδηγούμενος ὑπὸ τοῦ Πνεύματος, ὡς ἃν εἰ δι’ ἀγγέλου τις ὁδηγηθείη ἣ φυλαχθείη. καὶ μή μοι λέγε, καὶ πῶς οἷόν τε ζέειν τῷ Πνεύματι,
τὸν μὴ μέτοχον ὄντα τοῦ νεύματος; ἀπὸ γὰρ τῶν αἰσθητῶν τὸ ἀόρατον δεῖ στοχάζεσθαι· εἰ ὁ ἥλιος ἔξωθεν ὣν, καὶ τὸ πῦρ, διὰ τοῦ πλησιάζειν τοῖς σώμασιν ἢ καὶ ὀλίγον ἀφεστάναι, ὁ ἐστιν ἐπὶ πυρὸς εἰπεῖν, θερμαίνοι ἡμῶν τὰ σώματα, τι δεῖ εἰπεῖν περὶ τοῦ θείου Πνεύματος τοῦ ὄντως θερμοτάτου καὶ πυρίζοντος τὸν ἔσω
ἡμῶν ἄνθρωπον, κἂν μὴ ἐνοικῇ, ἀλλ’ ἔξωθεν ᾖ; ἐγχωρεῖ οὖν, ᾗ πάντα δυνατά ἐστι τῷ Θεῷ, θερμαίνεσθαι τινὰ, κἂν μὴ ἐν ἑαυτῷ οἰκοῦν τὸ θερμαῖνον.
ἐπροφήτευον· ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα.
μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ f.
ῥαδίως αὐτὸν ἀπεδέξατο· οἵτε Ἰουδαῖοι τῶν ἐθνῶν δεχομένων μετενόουν· ἐβούλετο ἀποστῆσαι τοὺς μαθητὰς ἐκεῖθεν, καὶ παρ’ αὐτῶν λαβεῖν τὴν ἀρχὴν, ὥστε μὴ συνάγεσθαι· καὶ οὐχ ἁπλῶς τοῦτο ἐποίει· διὰ τοῦτο ἐνοχλεῖ αὐτοῖς συνεχῶς μεταπείθων· μὴ γὰρ δὴ ἐπειδὴ παρρησίαν ἡκούσας, τραχύτητα νομίσῃς· περὶ χρηστῶν
πραγμάτων διελέγετο, περὶ βασιλείας· τίς οὐκ ἂν ἤκουσε; τι δέ ἐστιν ἐπαρρησιάζετο; πρὸς κινδύνους ἦν παρατεταγμένος· ἣ καὶ φανερώτερον διελέγετο, οὐ συσκιάζων τὰ πράγματα.
ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός. τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας.
χειρῶν Παύλου, ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέ- ρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἣ σιμικίνθια,
καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύ- πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι.
ῥῶσιν Ἰουδαικήν· τὰ ἱμάτια αὐτοῦ ἰδόντες ἐνεργοῦντα, οὐ προσεῖ- χον· τί τούτου μεῖζον ἃν γένοιτο ; ἀλλὰ καὶ εἰς τοιναντίον περιέ- περιέστησάν εἰ τις Ἐλλήνων ἀπιστεῖ, τὴν κόνιν ὁρῶν ταῦτα ωργαζο- μένην πιστευέτω· οἱ κακολογοῦντες ἡττῶνται· θέα πανταχοῦ, οὐχ οὕτως τοὺς ἀνθρώπους ἐπιστρεφομένους ἀπὸ τῶν χρηστῶν ὡς
τῶν φοβερῶν· ἐπὶ Σαπφείρας φόβος ἐπέπεσεν ἐπὶ τὴν ἐκκλησίαν, καὶ οὐκ ἐτόλμων κολλᾶσθαι αὐτοῖς· ἐνταῦθα σουδάρια καὶ σιμι- κίνθια ἐλάμβανον καὶ ἰῶντο.
τὰ μείζονα ἃ ἐποίησαν, αἱ σκιαὶ αὐτῶν νεκροὺς ἤγειραν· οὕτω γὰρ μάλιστα ἐκηρύττετο ἡ τοῦ Χριστοῦ δύναμις· οὐ γὰρ οὕτως θαυ- μαστὸν ζῶντα αὐτὸν θαυματουργεῖν, ὡς ἀποθανόντος αὐτοῦ, ἑτ-́ ῥοῦς ἐν τῷ ὀνόματι ἐκείνου, μείζονα αὐτοῦ δυνηθῆναι· ἀναμφισβή- τητος γὰρ ἦν αὕτη τῆς ἀναστάσεως ἡ ἀπόδειξις· καὶ οὐκ ἃν, οὐδὲ
εἰ ὤφθη, οὕτως ἐπιστεύθη· ἐκεῖνο γὰρ ε7χον εἰπεῖν, ὅτι φάντασμα ἦν· ὁ δὲ ὁρῶν ἀπὸ τοῦ ὀνόματος αὐτοῦ μόνον ψιλοῦ μείζονα γινό- μενα σημεῖα, ἣ ὅτε αὐτὸς ἦν ἐν σαρκὶ μετὰ ἀνθρώπων, οὐκ ἃν ἠπίστησεν, εἰ μὴ σφόδρα ἀναίσχυντος ἦν.
σημεῖα ἐστὶ μείζονα ὣν ὁ 1ησοῦς ἐποίησε· καὶ πληροῦται καὶ ἐν τούτοις ὁ λόγος ὃν ε7πεν ὁ Ἰησοῦς, “ὅτι ὁ πιστεύων εἰς ἐμὲ μείζονα μ σημεῖα ποιήσει ὧν ἐγὼ ποιῶ·” “ σουδάρια καὶ σιμικίνθια·” ἀμφό- τέρα νομίζω λινοειδῆ εἶναι· πλὴν τὰ μὲν σουδάρια ἐπὶ τῆς κεφαλῆς ἐπιβάλλεται, τὰ δὲ σιμικίνθια ἐν ταῖς χερσὶ κατέχουσιν, οἱ μὴ δυνάμενοι ὀράρια h φορέσαι· οἷον εἰσὶν οἱ φοροῦντες τὰς ὑπατικὰς στολὰς ἢ γουνία i, πρὸς τὸ ἀπομάττεσθαι τὰς ὑγρότητας τοῦ προσώπου, οἷον, ἱδρῶτας, πτύελον, δάκρυον, καὶ τὰ ὅμοια.
ἕνεκεν· ὅρα καὶ πιστεῦσαι μὲν οὐκ ἤθελον, διὰ δὲ τοῦ ὀνόματος ἤθελον ἐκβάλλειν τοὺς δαίμονας· βαβαὶ τὸ ὄνομα τοῦ Παύλου πόσον ἦν· οὐδὲν δὲ μέγα ἐνόμιζον εἶναι τὸν Ἰησοῦν. ἀλλὰ τὸν Παῦλον προσετίθεσαν, ὡς αὐτὸν μέγα τι νομίζοντες.
Κορίνθῳ γενέσθαι.
πνεῦμα τὸ ἀκάθαρτον ἐμαρτύρησεν, ὡς μὴ ὄντες πιστοὶ, τῆς προπετείας δεδώκασι πρὸς ὀλίγον δίκην· τὸ οὖν “ἐπεχείρησαν” τοῦτο δηλοῖ, ὅτι οὐκ ἐθάρρουν μὲν, πλὴν ἐπέβαλον τὰς χεῖρας, εἴπω ἐπιτεύξονται τοῦ σκοποῦ· οὕτω καὶ ἡ Αἰγυπτία ἐπεχείρησε τῷ Ἰωσὴφ, καὶ οὐκ ἐπέτυχε· καὶ οἱ ἐπιχειρήσαντες Ἰουδαῖοι τοῖς
μαθηταῖς.
διὸ οὐ παράδοξον εἰ λέγει τὸ πνεῦμα τὸ πονηρὸν τοῖς ἐξορκισταῖς Ἰουδαίοις, “τὸν Ἰησοῦν γινώσκω” καὶ τὰ ἑξῆς· καὶ γὰρ ἕτεροι δαίμονες αὐτῷ τῷ Ἰησοῦ μετὰ βοῆς ἔλεγον· “οἶδά σε τίς εἶ, ὁ 3 “Ἅγιος τοῦΘεοῦ,” εἰς ταῦτα λήψῃ τὸ, “καὶ δαιμόνια πιστεύουσι “καὶ φρίσσουσιν,” οὐδὲ γὰρ μαρτυρεῖται ὡς ἔχει τὰ δαιμόνια πίστιν λελογισμένην εἰς δικαιοσύνην· ῥητέον δὲ εἰς τὰ προκείμενα καὶ οὕτως· ὥσπερ οἱ τὰς ἰάσεις δεχόμενοι πρὸς τοῦ Ἰησοῦ κατὰ τὴν πίστιν ἑαυτῶν ἐλάμβανον, οὕτως οἱ ὀνομάζοντες τὸν Ἰησοῦν ἐπεκβολῇ
δαίμονος ἣ ἄλλης ἰάσεως, καθ’ ἣν ἔχουσι πίστιν ἀνύουσιν· ἀκολούθως δὲ τὸ πνεῦμα φησὶ, “τίνες ἐστὲ ὑμεῖς” ὀνομάζοντες τὸν Ἰησοῦν· οὐ γὰρ αἰσθάνομαι δύναμιν, ἧς πολλάκις πεῖραν ἔσχον, λεχθείσης αὐτοῦ τῆς προσηγορίας.
πίστεως γενομένοις, καὶ περὶ ἐξομολογήσεως ἕως τῶν πιστευόντων.
οἱ τοῦτο ποιοῦντες. ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς, τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι·
ὑμεῖς δέ τινος ἐστέ; καὶ ἐφαλλόμενος ὁ ἄνθρωπος
ἐπ’ αὐτοὺς, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, καὶ κρατήσας ἀμφοτέρων, ἴσχυσε κατ’ αὐτῶν, ὥστε γύμνους καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον, καὶ ἐπέπεσε φόβος
ἐπὶ πάντας αὐτοὺς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
ἀλλὰ διήλεγξεν k αὐτοὺς, καὶ τὴν σκηνὴν αὐτῶν φανερὰν ἐπόησεν· σεν· ἐμοὶ δοκεῖ σφόδρα θυμωθεὶς, ὥσπερ ἂν εἴτις περὶ τῶν ἐσχάτων κινδυνεύων ὑπό τινος οἰκτροῦ καὶ ταλαιπώρου διελέγχοιτο, καὶ πάντα εἰς ἐκεῖνον ἀφεῖναι βούλεται τὸν θυμόν· ἵνα γὰρ μὴ δόξῃ καταφρονεῖσθαι τὸ ὄνομα τοῦ Ἰησοῦ, πρότερον ὁμολογήσας, τότε
ἔλαβεν ἐξουσίαν· ὅτι γὰρ οὐκ ὀνόματος ἦν ἀσθένεια, ἀλλὰ τῆς ἐκείνων ἀπάτης τὸ πᾶν, ἐπὶ Παύλου διατὶ μὴ γεγένηται ταῦτα; προσήραξεν l αὐτῶν τὰς κεφαλὰς, ἴσως διέρρηξε τὰ ἱμάτια—Καὶ 4 μετ’ ὀλίγα—Δείκνυται δαιμόνων ἡ δύναμις μεγάλη τις οὖσα, ὅταν πρὸς ἀπίστους ἔχῃ.
διὸ οὐδὲ παράδοξον, εἰ τοῖς τοιούτοις ἐφάλλεται τὸ πνεῦμα τὸ πονηρὸν, λέγον· “ὑμεῖς δὲ τίνες ἐστέ;” ὧν τὴν φωνήν, φησι, τὴν προφέρουσαν τὸν Ἰησοῦν, οὐχ ὡς πυρὸς αἰσθάνομαι· πυρὸς γὰρ σφοδρότερον ἐνεργοῦσα εἰς τὰ πνεύματα τῇ τῶν Ἀποστόλων φωνῇ, ἡ τοῦ Ἰησοῦ προσηγορία ἐξήλαυνε τῶν σωμάτων αὐτούς.
“σου πρῶτον, ἵνα δικαιωθῆς·” καὶ τὸ, “δίκαιος ἑαυτοῦ κατήγο- “ρος·” τοσοῦτοι δὲ ἦσαν κατείδωλοι οἱ Ἐφέσιοι καὶ γόητες, ὅτι καὶ πολυτίμως τὰς γοητευτικὰς κατεσκεύαζον βίβλους, ὡς τῶν ἐν βίῳ ἐχουσῶν τὰ κάλλιστα· ἅπερ εἰς Χριστὸν πιστεύσαντες οὐκ ἐπώλησαν, καίτοιγε ἄλλων ἐκεῖσε τοιούτων ὄντων τῶν
θελόντων τὰς βίβλους κτήσασθαι, ἀλλ’ ἔκαυσαν· πρῶτον μὲν ἵνα μήτις μετάσχῃ τῆς ἀπ’ αὐτῶν ψυχοφθόρου λύμης· ἔπειτα δὲ ἵνα μὴ ἀπὸ τοιαύτης αἰτίας κτήσωνται τι. ὥσπερ γὰρ ἀπηγόρευται τὸ τοῦ κυνὸς τίμημα, ἣ τὸ ἀπὸ πορνείας κέρδος προσάγειν Θεῷ, οὕτως οὐδὲ τὸ ἐκ τῆς αἰτίας ταύτης ἀργύριον τεθῆναι παρὰ τοὺς τῶν
Ἀποστόλων πόδας δίκαιον ἔκριναν.
πέντε. οὕτως κατὰ κράτος ὁ λόγος τοῦ Κυρίου ηὔξανε
καὶ ἴσχυεν.
καὶ καθάπερ ἐν πολέμῳ πύργου πεσόντος, ἣ τυράννου κατενεχθέντος, οἱ μετ’ ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες τῷ στρατηγῷ προσέχουσιν· οὕτω δὴ καὶ τότε ἐγένετο· τοῦ γὰρ δαίμονος ἐκβληθέντος, οἱ πολυορκηθέντες ἅπαντες τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ κατακαύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον.
τῆς περιεργείας ἴσως τῶν δαιμόνων τῶν συνήθων, τὰς βίβλους πάσας τὰς περὶ τούτων συγκομίσαντες, ἔμπροσθεν πάντων τότε παρόντων κατέκαυσαν· καίτοι πολλοῦ τιμήματος οὔσας. προλήψει τοῖς προκειμένοις καὶ τὰ περὶ Σίμωνος.
διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαίαν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι μετὰ τὸ γενέσθαι με δεῖ με καὶ Ῥώμην ἰδεῖν.
ἐκεῖ γὰρ ἦν τυραννὶς τῶν φιλοσόφων· καὶ ἐλθὼν πάλιν αὐτοῖς διελέγετο· καὶ γὰρ πολλὴ ἦν ἡ δεισιδαιμονία.
περὶ τῆς ὁδοῦ. Δημήτριος γάρ τις ὀνόματι, ἀργυρόκοπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν·
ταύτης κινδυνεύομεν εἰς λιμὸν ἐμπεσεῖν· καίτοι τὰ εἰρημένα ἱκανὰ εἰς εὐσέβειαν αὐτοὺς ἀγαγεῖν· ἀλλὰ ταλαίπωροι τινες ὄντες καὶ ψυχροὶ ταῦτα ποιοῦσιν· εἰ γὰρ ἄνθρωπος οὗτος τοσαῦτα ἰσχύει ὡς μεταστῆσαι πάντας, καὶ κινδυνεύει τὰ τῶν θεῶν, δεῖ ἐννοῆσαι ἡλίκος ὁ τούτου θεός· καὶ ὅτι πολλῷ μᾶλλον ἐκεῖνα ὑμῖν δώσει
ὑπὲρ ὧν φοβεῖσθε· ἤδη προκατέλαβεν αὐτῶν τὰς ψυχὰς, λέγων “ὅτι οὐκ εἰσὶ θεοὶ οἱ ὑπὸ χειρῶν ἀνθρώπων γινόμενοι· ὅρα ὑπὲρ τίνος ἀγανακτοῦσιν Ἕλληνες, ἐπειδὴ ἐπειδὴ ὅτι οἱ ὑπὸ ἀνθρώπων γινόμενοι οὐκ εἰσὶ θεοί· πανταχοῦ εἰς τὴν τέχνην ὠθεῖ τὸν λόγον· εἶτα τὸ μάλιστα αὐτοὺς λυπῆσαν ὕστερον τίθησιν.
αὐτοῦ ἡ ῥᾳδιουργία καὶ ἡ ἀπάτη, διὰ τῆς ἀληθοῦς τοῦ Παύλου διδαχῆς. σημειωτέον δὲ ὅτι τοσοῦτον διέλαμπεν ἡ ἀληθὴς πίστις, καίτοι μήπω ἐπικρατήσασα τότε τῆς οἰκουμένης, ὅτι Δημήτριος ἐδεδείει, μὴ καὶ εἰς τέλος ἀπόληται τῆς Ἀρτέμιδος ὁ ἐν Ἐφέσω ναός· καὶ προανεφώνει τὴν ἀπώλειαν τοῦ ναοῦ, ὃ καὶ γέγονεν.
Παύλου, οὐκ ἔστιν ἀνδρός· καὶ τοῦτο ἀρκεῖ τὸ εἰπεῖν, “ ὅτι οὐκ εἰσὶ “θεοί·” εἰ μὲν οὖν οὕτως εὐφώρατον τὸ τῆς ἀσεβείας, πάλαι κατα- γνωσθῆναι ἔδει· εἰ δὲ ἰσχυρὸν, οὐχ οὕτως ἀναιρεθῆναι ταχέως.
δὸς ἱερὸν εἰς οὐδὲν λογισθῆναι μέλλει, καθαιρεῖσθαί τε τῆς μεγαλειότητος αὐτῆς, ἢν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκου- μένη σέβεται.
ἐλαυνόμενος καὶ σκηνοποιὸς ταῦτα δύναται· ὅρα παρ’ ἐχθρῶν τὰς μαρτυρίας τοῖς Ἀποστόλοις γινομένας· ὅτε ἐκαθῄρουν αὐτῶν τὰ σεβάσματα, τότε στέμματα καὶ ταύρους προσέφερον.
πόλις τῆς συγχύσεως·
οὐκ εἴων αὐτὸν οἱ μαθηταί. τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
“θέατρον” ἀτάκτῳ δήμῳ καὶ ῥύμῃ· καὶ ὁ Παῦλος πείθεται· οὐ γὰρ ἢν κενόδοξος οὐδὲ φιλότιμος. Καὶ πάλιν—Εἰδότες αὐτοῦ τὴν προθυμίαν παρεκάλουν· οὕτως αὐτὸν πάντες ἐφίλουν οἱ πιστοί.
ποιεῖ καὶ συγκροτεῖ ὡς θλίψεις· οὐδὲν οὕτω συνδεῖ καὶ ἐπισφίγγει τῶν πιστῶν τὰς ψυχάς· οὐδὲν ἡμῖν τοῖς διδασκάλοις ἐπιτήδειον πρὸς τὸ τὰ παρ’ ἡμῶν λεγόμενα ἀκούεσθαι. ἐν μὲν γὰρ ἀνέσει τυγχάνων ὁ ἀκροατὴς, χαῦνός τε ἐστι καὶ ῥάθυμος, καὶ ἐνοχλεῖσθαι δοκεῖ παρὰ τοῦ λέγοντος· ἐν δὲ θλίψει καὶ στενοχωρίᾳ, εἰς
πολλὴν ἐπιθυμίαν ἀκροάσεως ἐμπίπτει· στενοχωρούμενός τε τὴν ψυχὴν πανταχόθεν ζητεῖ παραμυθίαν τῆς θλίψεως εὑρεῖν· οὐ μικρὰν δὲ φέρει ὁ λόγος παραμυθίαν. Καὶ μεθ’ ἑτέρα—Μηδὲ κατα- πίπτωμεν ἐν ταῖς θλίψεσιν· ἀλλ’ ἐν πᾶσιν εὐχαριστῶμεν, ἵνα καὶ κερδάνωμεν μέγα· ἵνα εὐδοκιμήσωμεν παρὰ τῷ Θεῷ τῷ τὰς θλίψεις
συγχωροῦντι· μήτε οὖν ἐπισπώμεθα αὐτὴν, καὶ παροῦσαν γενναίως φέρωμεν, ἀεὶ μυρίων οὖσαν ἀγαθῶν αἰτίαν· ἵνα καὶ τῆς παρὰ Θεοῦ ῥοπῆς ἀπολαύσωμεν.
πρὸς Κορινθίους Ἐπιστολῇ· “εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν “Ἐφέσῳ, τι μοι τὸ ὄφελος;” Ἰωάννης δὲ ὁ ἁγιώτατος Ἐπίσκοπος Κωνσταντίνου πόλεως ἐξηγούμενος τὸ ῥητὸν τοῦτο, οὕτως εἶπε· τί ἐστιν “εἰ κατὰ ἄνθρωπον;” ὅσον τὸ εἰς ἀνθρώπους ἧκον “ἐθηριο- “μάχησα·” τί γὰρ εἰ ὁ Θεὸς ἐξήρπασέ με τῶν κινδύνων; ὥστε ὁ μάλιστα ὑπὲρ τούτων ὀφείλων μεριμνῶν· ἐγώ εἰμι ὁ τοσούτους κινδύνους ὑπομένων, καὶ μηδεμίαν μηδέπω λαβὼν ἀμοιβήν· εἰ γὰρ μὴ παραγίνεται ὁ τῆς ἀναστάσεως καιρὸς, ἀλλὰ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα συγκέκλεισται, ἡμεῖς ἐν μείζονι ζημίᾳ έσμέν.
Καὶ μετ’ ὀλίγα—ταῦτα δὲ ἅπαντα ἔλεγεν· οὐκ ἐπειδὴ οὐκ εἶχεν ὄφελος, καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἀλλὰ διὰ τὴν τῶν πολλῶν ἀσθένειαν, καὶ ὥστε αὐτοὺς εἰς ’τον πέρι τῆς ἀναστάσεως στηρίξαι λόγον.
συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν, τίνος ἕνεκα συνεληλύθεισαν.
καίρια λαβεῖν τὴν πληγήν· καίτοιγε ἤκουσαν ὅτι δεῖ αὐτὸν καὶ Ῥώμνη ἰδεῖν.
τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ· ἐπιγνόντων
δὲ ὅτι Ἰουδαῖος ἐστὶ, φωνὴ ἐγίνετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων, μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
“Ἄρτεμις·” παιδικὴ ὄντως ἡ διάνοια· καθάπερ γὰρ φοβούμενοι μὴ σβεσθῇ τὸ σέβας αὐτῶν, συνεχῶς ἐβόων· δύο ἔτη ἐκάθισεν ἐκεῖ ὁ Παῦλος· καὶ ὅρα πόση ἔτη Ἕλληνες· τίνος δὲ ἕνεκεν Ἀλέξανδρος ἐβούλετο ἀπολογήσασθαι; μὴ γὰρ αὐτὸς ἐνεκλήθη, ἀλλ’ ὥστε καιρὸν εὑρεῖν, καὶ τὸ πᾶν καταστρέψαι, καὶ ἑλκύσαι τοῦ δημοῦ τὸν θυμόν· εἶδες θυμὸν ἄτακτον.
τὴν τῶν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς;
γάρ ἐστιν, ὃς οὐ γινώσκει τὴν Ἄρτεμιν, ἀλλὰ τὴν πόλιν τὴν ὑμετέραν; ἐθεράπευεν αὐτήν· τι τοίνυν ζητεῖτε ὡς ἀδήλων ὄντων; πρόσχημα τὴν εὐσέβειαν ἐβούλοντο ποιεῖν τοῦ χρηματισμοῦ.
τὸ ἄγαλμα τῆς Ἀρτέμιδος, ἤτοι τὸ Παλλάδιον· ὅπερ ἄνωθεν ἐκ τοῦ Δῖός διαθήλασθαι g ᾤοντο, καὶ οὐκ ἐξ ἀνθρώπων.
ἄγαλμα δὲ ἦν τῆς Ἀθηνᾶς· τοῦτο ἐσέβοντο μετὰ τῆς Ἀρτέμιδος.
ἀκεραιοτερων.
ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ὑμῶν.
κἀκείνους ἐπιεικεστέρους γενέσθαι, φησίν.
ῥαδίως σβέννυται.
ἀλλήλοις· εἰ δέ τι περαιτέρω ζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται· καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος
περὶ οὗ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς
συστροφῆς ταύτης· καὶ ταῦτα εἰπὼν, ἀπέλυσε τὴν ἐκκλησίαν.
καὶ ἀγοραῖοι ἐκαλοῦντο μᾶλλον· ὧσπέρ εἰσιν οἱ ἔκδικοι κατὰ πόλεις τινάς· οἱ δ’ ἀνθύπατοι ταῖς τῶν πλουσίων ἣ τῶν ἐγκλημάτων δίκαις ὑπήκουον· ἢ ἀγοραῖοι εἰσὶν οἱ δικολόγοι, παρὰ τὸ ἀγορεύειν λεχθέντες, ὁ ἐστι δημηγορεῖν.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.