ΚΕΦ. ΚΖ.
ἦλθεν εἰς Κόρινθον· καὶ εὑρὼν τινὰ Ἰουδαῖον ὀνόματι
Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρατκίλλαν γυναῖκα αὐτοῦ,
ἀλλ’ ὥστε ἀεὶ τι ἔχειν εἰπεῖν, ὅπερ αὐτοὺς καὶ προσχέσθαι ἐποίησεν· εἰ δὲ τοῦτο ἦν αὐτοῖς ἔθος, πῶς ἐγκαλοῦσιν ὅτι ξένων δαιμονίων καταγγελεύς ἐστιν; ἱκανῶς οὖν ἔχειν ἔδοξε τῷ Παύλῳ τὸ καταβαλεῖν τὰ σπέρματα, τὸ γὰρ πλέον αὐτῷ τῆς ζωῆς ἐνταῦθα προκεχωρήκει.
ἠλαύνοντο· διὰ τοῦτο οἰκονομεῖται τοῦτον ὡς δέσμιον ἀπαχθῆναι ἐκεῖ, ἵνα μὴ ὡς Ἰουδαῖος ἀπελαύνηται, ἀλλ’ ὡς ὑπὸ τῆ τάξει πράττων· καὶ φυλάττεται ἐκεῖ.
εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. διελέγετο
δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε
Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ Πνεύματι ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι Χριστὸν Ἰησοῦν.
πολλὰ εἰκῆ μᾶλλον πράττει x· καὶ ἐργάζεται δι’ ὅλης ἡμέρας οὐδὲν, πολλῆς νάρκης ἐμπεπλησμένος· ὁ δὲ ἐν ἐργασίᾳ ὣν, οὐδὲν ταχέως περιττὸν παραδέξεται· οὔτε ἐν ἔργοις, οὔτε ἐν λόγοις, οὔτε ἐν ἐννοίαις. ὅλη γὰρ δι’ ὅλης συντέταται πρὸς τὸν ἐπίπονον βίον ἡ ψυχή. μὴ τοίνυν καταφρονῶμεν τῶν ἀπὸ τῶν χειρῶν τρεφομένων,
ἀλλὰ καὶ μᾶλλον αὐτοὺς μακαρίζωμεν διὰ τοῦτο. Καὶ πάλιν —Παῦλος οὗτος μετὰ μυρίους διαύλους, κατὰ τοσαῦτα θαύματα, ἐπὶ σκηνορραφείουy ἑστὼς δέρματα ἔρραπτε· καὶ ᾐδοῦντο αὐτὸν ἄγγελοι, καὶ δαίμονες ἔτρεμον· καὶ οὐκ ᾐσχύνετο λέγων, “ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες
“αὗται.”
πενήτων οἰκίας καταγόμενοι· καὶ ὁ μὲν πρὸς βυρσέα, ὁ δὲ πρὸς σκηνορράφον z· κατέλυον καὶ πρὸς πορφυρόπωλιν a· οὐ γὰρ οἰκίας περιφάνειαν, ἀλλὰ ψυχῶν ἀρετὰς ἐπεζήτουν.
δίκην, ἐμοῦ ἀθῴου ὄντος. ἐκ ταύτης δὲ τῆς σημειώσεως δυνατὸν τάχα εἰπεῖν, ὅτι ὁ σφάζων ἑαυτὸν τιμωρεῖται ὡς φονεὺς παρὰ τῷ Θεῷ· εἰ δὲ ἄλλος τις γένηται αἴτιος αὐτῷ τούτου, κἀκεῖνος· τι γὰρ ὅτι διωκόμενός τις ὑπό τινος, καὶ ῥίψας ἑαυτὸν κατὰ κρημνῶν
ἀπέθανεν, ἣ καὶ ὑπὸ πολλῆς περιστάσεως, καὶ πικρᾶς φυλακῆς, καὶ ποικίλων ἐπιπολὺ βασάνων συνεχόμενος, δηλητηρίῳ ἐχρήσατο;
νιάσεως.
ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
πλειόνων πιστευόντων, καὶ του ἀρχισυναγώγου.
μὴ φόβου, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς· διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί
σε· διότι λαός μοι πολύς ἐστιν ἐν τῆ πόλει ταύτῃ. ἐκάθισε
δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.
Ἰησοῦν, οὐδεμία διαφορά· πλὴν καὶ ἐν ἡμέρᾳ ὤφθη αὐτῷ.
τῇ προκειμένῃ γνωσθέντας αὐτῷ τῷ Θεῷ, ὡς παραδέξονται τὴν κηρυττομένην διδασκαλίαν· ἐπεὶ γὰρ εἰκὸς ἦν ἄνθρωπον ὄντα δεδιέναι ἐπιβουλὴν, σχεδὸν γὰρ πάντες εἰσέτι τότε εἰδωλολάτραι ἐτύγχανον, παραθαρσύνει, καὶ εἰς ἀνδρίαν ἀλείφει τὸν διδάσκαλον, φήσας, μετὰ σοῦ εἰμι, κωλύων πάντας τοὺς ἐπιτιθεμένους κακῶσαί
σε· ὡς μηδὲ τὰς χεῖρας ἐπιβαλεῖν κατὰ σοῦ. ἐπεὶ οὖν χρῶνται τῷ ῥητῷ οἱ τὰς φύσεις εἰσάγοντες, φάσκοντες πολλοὺς εἶναι ἐν Κορίνθῳ τῆς πνευματικῆς φύσεως, οἳ καὶ λαὸς εἰσὶ τοῦ Θεοῦ, ῥητέον, ὡς οὐ διὰ φύσιν, ἀλλ’ εὐσεβῆ πρόθεσιν, οἰκειοῦται τις τῷ Θεῷ· οὕτω γὰρ καλεῖ λοιπὸν λαὸν ἑαυτοῦ τὸν οὐκ ὄντα αὐτοῦ
πρότερον· ὅθεν Θεοῦ ὄντος τοῦ εἰρηκότος λαὸν εἶναι ἐκεῖ πλείονα, λεκτέον, ὡς εἶδεν ἤδη τὴν ἐσομένην συγκατάθεσιν πρὸς τὴν διδασκαλίαν.
ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, λέγοντες, ὅτι παρὰ τὸν νόμον οὗτος
ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.
πάτον· ἱκανὸν δὲ αὐτὸν τοῦτο διαναστῆσαι τὸ μὴ παθεῖν· εἴτε ἠλέγχθη φοβούμενος, ἢ οὐκ ἠλέγχθη· οὐ γὰρ εἴασεν αὐτοὺς ὁ Κύριος ἀεὶ πάσχειν κακῶς, ὥστε μὴ ἀσθενεστέρους γενέσθαι· οὐδὲν δὲ οὕτως ἐλύπει τὸν Παῦλον, ὡς οἱ ἀπειθοῦντες, ὡς οἱ ἀντιταττόμενοι· τοῦτο καὶ τῶν κινδύνων χαλεπώτερον ἦν· διὰ τοῦτο αὐτῷ
φαίνεται νῦν.
δείκνυσι τῶν Ἰουδαίων τέως κατὰ τὸ πρόχειρον τὴν παράνομον κατὰ τοῦ Παύλου κατηγορίαν ὁ ἀνθύπατος, ἀποβαλλόμενος αὐτούς· καὶ κατακρίνει τὸν Πιλάτον, τὸν μηδεμίαν εὑρηκότα κατηγορίαν κατὰ τοῦ Θεοῦ Λόγου Ἰησοῦ, καὶ μαστιγώσαντα αὐτὸν, καὶ παρα- δόντα εἰς θάνατον· καίτοι αὐτὸς λέγων, “ὅτι οὐδεμίαν εὑρίσκω
“ἀφορμὴν θανάτου κατὰ τοῦ ἀνθρώπου τούτου.
Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ τούτων οὐ βούλομαι εἶναι·
καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. ἐπιλαβόμενοι
δὲ πάντες οἱ Ἰουδαῖοι Σωσθένην τὸν ἀρχισυνάγωγον, ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελλεν.
ὕβριν τὸ πρᾶγμα ἦν· ἀλλ’ ὡς δῆθεν ἐξουσίαν λαβόντες ἔτυπτον· διατὶ μὴ ἐκεῖνος ἐτύπτησε; καίτοι αὐτὸς ἐξουσίαν εἶχεν· ἀλλ’ ἐπαιδεύοντο, ὥστε καὶ τὸν δικαστὴν μαθεῖν, τίς ἦν ὁ ἐπιεικέ- στερος·
αὐτὸς ἦν μᾶλλον προστιθέμενος τῷ Παύλῳ, ὡς καὶ Κρίσπος ὁ ἀρχισυνάγωγος· ἣ εἰς τοσοῦτον ἤσαν ἐληλακότες μανίας, ὅτι ἀπο- τυχόντες τοῦ σκοποῦ ἑαυτῶν, ἀντὶ τοῦ τύπτειν τὸν Παῦλον, Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον· ἣ διὰ τοῦτο ἔτυπτον αὐτὸν, ἐπειδὴ ἠβουλήθησαν αὐτὸν φονεῦσαι τὸν Παῦλον, καὶ Σωσθένης διεκώλυσεν
αὐτούς. Καὶ μετ’ ὀλίγα—Ἐπ’ αὐτοῦ τοῦ ἄρχοντος ἀκαθοσιώτως ποιοῦντες, ἔτυπτον Σωσθένην, τοῦτο λέγοντες· εἰ ὁ θέλων ποιεῖ ὃ θέλει, καὶ οὐκ ἔστι νόμος, ἰδοὺ ἡμεῖς τύπτομεν τοῦτον· καὶ οὐ προσεποιεῖτο αὐτοὺς ὁ ἀνθύπατος, ἀλλ’ εἴα αὐτοὺς τύπτειν ἀλλήλους· ἐπεὶ εἰ ἦσαν κατά τινος ἄλλου καὶ μὴ κἀς ἑαυτῶν
ποιήσαντες τὸ ἄτοπον τοῦτο, πάντως εἶχεν αὐτοὺς σωφρονίσαι.
Συρίαν καταλαβεῖν; ἐνταῦθα ἐχρηματίσθησαν οἱ μαθηταὶ καλεῖσθαι Χριστιανοί· ἐνταῦθα παρεδόθη τῇ χάριτι τοὐ Θεοῦ· ἐνταῦτθα τοιαῦτα ἤνυσε πράγματα κατὰ τὸ δόγμα.
ὕπο νόμον κερδήσω.
ὑποσχέσεως ἀπέκοψεν ἑαυτοῦ τὰς τρίχας. σημειωτέον δὲ ὅτι οἱ θέλοντες δῆθεν θεοσεβῶς ζῆν, ἐποίουν τοῦτο· ὥστε οὖν καλῶς καὶ οἱ μονάζοντες καὶ αἱ κανονικαὶ ἀποκείρονται τὴν κόμην· οὐχ ἁπλῶς δὲ τοῦτο ἐποίουν, ἀλλ’ ἔθος ἦν παλαιὸν Ἰουδαίοις τοῦτο, ὡς ἐν τῷ λβ΄ κεφαλαίῳ εὑρήσεις· κἀκεῖνοι μὲν σκιοτύπως, ἡμεῖς δὲ ἀληθείᾳ
τὸ ἔργον ποιοῦμεν, ἐν τῷ κόσμῳ διὰ τῆς ἀποκοπῆς τῆς κόμης ἀποταττόμενοι· ἐν τῷ κεφαλαίῳ τούτῳ μέμνηται ὁ συγγραφεὺς Ἀκύλα καὶ Πρισκίλλης καὶ Κρίσπου καὶ Τίτου· ὃν καὶ αὐτὸς ὁ Ἀπόστολος ἔν τισι τῶν Ἐπιστολῶν ἑαυτοῦ, ὡς καὶ Λουκᾶς μέμνηται καὶ Μάρκου καὶ Τιμοθέου οἱ ἦσαν σὺν αὐτῷ περινοστοῦντες.
διαίρεσις γέγονε καὶ τῶν κηρύκων τοῦ Εὐαγγελίου· ὡς τοὺς μὲν ἐγχειρισθῆναι διδάσκειν τοῖς Ἰουδαίοις, τοὺς δὲ Ἀποστόλους εἶναι τῶν ἐθνῶν· ἀλλ’ ἐπεὶ σκοπὸν ἕνα εἶχον πάντες οἱ διδάσκαλοι, προσαγαγεῖν τῇ γνώσει τοῦ ἑνὸς Θεοῦ, καὶ τῇ κατηχήσει τοῦ Εὐαγγελίου· ἀμέλει Παῦλος ἐθνῶν Ἀπόστολος ὣν, εἰ ποτε παρετύγχανεν
ὠφεληθῆναι δυνάμενος Ἰουδαίοις, Ἰουδαῖοις, Ἰουδαίοις ἐγένετο, ὅπως μὴ ἀλλοτριωθῶσιν αὐτοῦ ὡς ἀφιστῶντος νόμου, καίτοι ὑπεραναβὰς ἤδη τὸν τῆς σκιᾶς Ἰουδαϊσμόν· ταύτῃ γοῦν κατὰ τὰ πάτρια νόμιμα κείρεται τὴν κεφαλὴν ἐν Κεγχρεαῖς, εὐχὴν ἔχων περὶ τούτου, κατὰ διάταξιν τοῦ παλαιοῦ νόμου· ἀλλὰ καὶ
ἐν Ἱεροσολύμοις ἐλθὼν τοῖς ἔχουσι τὴν τοιαύτην εὐχὴν τέσσαρσιν ἀνδράσι συνέδραμε γνώμῃ, τῶν ἐκεῖ πρεσβυτέρων συμβουευσάντων λῦσαι αὐτὸν τὴν κρατήσασαν περὶ αὐτοῦ διαβολὴν, ὡς ἄρα ἀποστασίαν τοῦ νόμου διδάσκει· πρὸς τούτοις δι’ ὠφέλειαν ἑτέρων Ἰουδαίων περιτέμνει Τῖτον καὶ Τιμόθεον· δηλοῖ δὲ τὴν πρόθεσιν
ἑαυτοῦ, καθ’ ἣν ταῦτ’ ἐποίει, γράψας, ὡς ἐπὶ τῷ κερδῆσαι αὐτοὺς, Ἰουδαῖος ἐγένετο αὐτοῖς· καὶ Πέτρος δὲ τῆς προειρημένης γνώμης ὢν, Ἀπόστολος τεθεὶς τῆς περιτομῆς, καὶ Ἕλληνας ἐδίδασκεν, ὅτε λόγος ᾕρει· εἰσῆλθε γοῦν πρὸς Κορνήλιον, καὶ πάντας τοὺς ἅμα αὐτῷ ἀκροβυστίαν ἔχοντας, πληροφορίαν ἔχων ὑπὸ Θεοῦ, μηδένα
κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· ἀπολογεῖται γοῦν εἰδέναι, ὡς οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, δεχόμενος τὸν ἐν παντὶ ἔθνει c καὶ τόπῳ φοβούμενον αὐτὸν, καὶ ἐργαζόμενον δικαιοσύνην· εἰ γὰρ τὸν οὕτως ἔχοντα ἀρετῆς δέχεται ὁ Θεὸς, οὐ συντελεῖ τι μετὰ τὸ Εὐαγγέλιον ἡ περιτομὴ πρὸς θεοσέβειαν· ὅθεν καὶ ποιῶσι τοιαῦτα
τινὰ οἱ Ἀπόστολοι, διὰ σωτηρίαν τῶν προσερχομένων Ἐλλήνων τε καὶ Ἰουδαίων, ὡς ἀδιαφόροις αὐτοῖς χρῶνται· δεόντως αὐτὰ πράττοντες, δυνατοῦ ὄντος καὶ κακῶς αὐτοῖς χρήσασθαι ὑπ’ ἄλλων· ἔννοια γὰρ ἀδιαφόρου, τὸ οἷον τε εὖ καὶ χειρόνως αὐτοῖς χρήσασθαι.
καὶ ὅμως τῆς συνηθείας αὐτοὺς οὐκ ἀπήγαγεν οὐδέπω τῆς Ἰουδαϊκῆς· ὅρα γοῦν ἐνταῦθα καὶ παρακαλούμενον αὐτὸν μεῖναι· ἐπειδὴ δὲ οὐκ ἠνέσχετο, ἐπειγόμενος ἐλθεῖν, οὐχ ἁπλῶς αὐτοὺς εἴασεν, ἀλλὰ μετὰ ὑποσχέσεως· ἐκείνους δὲ τοὺς τόπους κατελάμβανεν, οἷς ἐπέβη πρὸ τούτου.
1 ἐπένευσεν· ἀλλ’ ἀποταξάμενος αὐτοῖς καὶ εἰπὼν, δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσό- 3 λύμα· πάλιν ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου· Τοῦ Χρυσοστόμου. Ο Παῦλος προφήτης ὣν, καὶ εἰδὼς ὅτι ἤμελλεν ἀναστρέφειν, ἐπηγγείλατο πάλιν ἀναστρέφειν· πλὴν ἵνα μή τις ὑπὸ προπετείας τὸ αὐτὸ ποιῇ, ἀτόπως ὑπισχνούμενος τόδε
τι ποιεῖν, ἐδίδασκεν ἡμᾶς μηδὲν περὶ τῶν μελλόντων ὑπισχνεῖσθαι ποιει-ν,δίχα τοῦ εἰπεῖν “τοῦ Θεοῦ θέλοντος·” οὕτω γὰρ καὶ ὁ Ἰάκωβος παραινεῖ ἐν τῇ αὐτοῦ Ἐπιστολῇ· ** οὐ γάρ τις ο-ι’δε τί τέξεται ἡ ^’ ἐπιοῦσα ἡμέρα·” ἄφρων οὖν ὁ μὴ προσδιορίζων τῇ ἐπαγγελίᾳ τὸ, ἐὰν ὁ Κύριος θέλῃ· καὶ ἐὰν ὡς θαρρῶν, ὅτι πάντως ποιήσει, ἔπαγ’
γέληται, ἀκούσεται πολλάκις, ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαίρω· ἃ δὲ ὑπέσχω πότε ἔσται ;
Καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασά-
μένος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. καὶ ποιψ σὰς χρόνον τινὰ, ἐξῆλθε, διερχόμενος καθεξῆς τὴν Γα-
λατικὴν χώραν καὶ τὴν Φρυγίαν, ἐπιστηρίζων τοὺς μαθητάς. ἈMMΩΜ́ΩΥ. Ἔθος ἀεὶ τοῦτο τῶ Παύλῳ, ἐπισκέπτεσθαι τοὺς πιστοὺς, καὶ ἐπιστηρίζειν αὐτούς· εἰ γὰρ εὗρεν αὐτοὺς σαθρωθέν- σαθρωθέντας ἣ ἀτονίσαντας, διὰ τοῦ διδασκαλικοῦ αὐτοῦ λόγου ἀνεκούφιζεν
αὐτοὺς, τὰ βάρη αὐτῶν ἐπιστηρίζων διὰ τοῦ Θεοῦ λόγου, ἵνα ἐλπί- ζοντας εἰς αὐτὸν ὡς δυνάμενον ἀνωρθῶσαι τοὺς κατερραγμένους, καὶ ἰσχυροποιῆσαι διὰ τῆς ἁγίας καὶ ἀφθάρτου αὐτοῦ σαρκὸς τὰ φθαρτὰ ἡμῶν μέλη, θαρσαλεώτεροι πρὸς τοὺς πόνους γένωνται. * Περὶ ’Λπολλδ ἀνδρὸς λογίου καὶ πιστοῦ.
Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὣν ἐν ταῖς γραφαῖς. ToT ΧΡΥΣΩΣTόMΩΥ. Ἴδου καὶ λόγιοι λοιπὸν ἐνήγοντο, καὶ ἀπο- δημοῦσι λοιπὸν καὶ οἱ μαθηταί· ὁρᾶς ἐπίδοσιν τοῦ κηρύγματος.
Δ1ΔΎMοΥ. Ἐἰσὶ διαβεβαιούμενοι, ὡς Ἀπολλῶς ὁ αὐτός ἐστιν Ἀπελλῆς τῶν Κορινθίων Ἐπίσκοπος, περὶ οὗ γράφει Παῦλος· “περὶ δὲ Ἀπολλῶ πολλὰ παρεκάλεσα αὐτόν· καὶ “ὅτι ἐγὼ ἐφύ- “τευσα, Ἀπολλῶς ἐπότισε· καὶ εἰ ἀληθὲς τοῦτο, σκόπει εἰ διώνυμος ὁ ἀνὴρ, εἰ ἄλλως μετεποίθη θάτερον τῶν ὀνομάτων εἰς τὸ λοιπόν.
τὰ νέα τῇ παλαιᾷ συνᾴδοντα, καθὼς παρακατιών φησι, “δυνατὸς “ὣν ἐν ταῖς γραφαῖς.”
Ἰωάννου·
ἁπλῶς ἐφεξῆς ἔθηκεν ἀμφότερα· ἐμοὶ δοκεῖ οὗτος εἶναι τῶν ρκ τῶν μετὰ τῶν Ἀποστόλων βαπτισθέντων· ἢ εἰ μὴ τοῦτο, ὅπερ ἐπὶ τοῦ Κορνηλίου γέγονε, γεγένηται καὶ ἐπὶ τούτῳ· ἀλλ’ οὐδὲ βαπτί- ζεται· τὸ οὖν ἀκριβῶς ἐξετασθὲν τὸ ἐμοὶ δοκεῖ τοῦτο εἶναι· ὅτι καὶ βαπτισθῆναι αὐτὸν ἔδει, ἐπεὶ οἱ δώδεκα οἱ ἄλλοι οὐδὲν ᾔδεσαν
ἀκριβὲς οὐδὲ τὰ περὶ Ἰησοῦ, εἰκὸς δὲ αὐτὸν καὶ βαπτισθῆναι· εἰ δὲ οὗτοι οἱ Ἰωάννου μετὰ τὸ βάπτισμα πάλιν ἐβαπτίζοντο, ἔδει καὶ τοὺς μαθητὰς τοῦτο.
εἰκὸς δὲ ἀγνοεῖν τῆς ἐπιδημίας τὴν αἰτίαν, ὅτι διὰ τοῦτο πάραγέγονεν, ἵνα καταλύσῃ τὸν πόλεμον, καὶ ἀνέλῃ τὴν ἔχθραν, καὶ συνάψῃ τῷ Πατρὶ, καὶ πατήσῃ θάνατον, καὶ ἀνοίξῃ τὸν ᾅδην, καὶ ἐξαγάγῃ ἐκ σκότους, καὶ ἀναγάγῃ εἰς οὐρανὸν, καὶ συνθρόνους ἐν ἑαυτῷ ποιήσῃ, καὶ τῆς δόξης μεταδῷ τῆς βασιλικῆς· ταῦτα γὰρ
ἐπλουτήσαμεν δι’ αὐτοῦ, ἐν αὐτῷ μένοντες.
δὲ ὅτι καὶ γυναῖκας τὸν λόγον τῆς πίστεως παραδιδούσας χρὴ πείθεσθαι· βλέπε δὲ πῶς ὅλως τοῦ σωθῆναι ἦν ὁ Ἀπελλῆς, ὅτι καίπερ λόγιος ὣν, καὶ τὰ τῆς γραφῆς διαγινώσκων ἀπόκρυφα, οὐκ ἀπηξίωσε τὸ ἀκριβὲς τῆς πίστεως παρὰ γυναικὸς μαθεῖν· οὐδὲ πρὸς τῦφον ἐτράπη, παρὰ γυναικὸς ἀκούων ὡς ἐν ἐλεγμῷ, ὅτι ἁπλούστερον
τὰ περὶ τῆς οἰκονομίας τοῦ Θεοῦ λόγου κατηχήθης· διὸ ἠκρίβαζεν αὐτῷ τὰ τῆς πίστεως διὰ τῆς διδασκαλίας, καὶ κατεδέχετο ὁ Ἀπελλῆς ἀκούων· ᾔδει μὲν ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ παῖς, καὶ συνίστατο ἀπὸ τῆς γραφῆς· πλὴν ἀτελὴς ἦν, μὴ εἰδὼς τὰ διὰ τοῦ Πνεύματος τοῖς Ἀποστόλοις λαληθέντα
καὶ θεσπισθέντα· διὸ καὶ ἀκριβέστερον αὐτῷ οἱ περὶ Ἀκύλαν, ὡς ἀκολουθήσαντες τῷ Παύλῳ, ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ· οἷον, τὴν ἐν Πνεύματι λατρείαν, καὶ τὴν ἀχειροποίητον περιτομὴν, καὶ ὅσα ἄλλα πρὸς καταρτισμὸν τῆς Ἐκκλησίας ἐλέγετο.
ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτὸν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν
τοῦ Κυρίου. βουλομένου τὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαίαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν·
διὰ τῆς χάριτος· εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς ἀπὸ τῶν γραφῶν, εἶναι τὸν Χριστὸν Ἰησοῦν.
κατὰ τῶν ἀνθισταμένων τοῖς τῆς Ἐκκλησίας θεσμοῖς, καὶ τῆ ἀκαπηλεύτῳ πίστει.
περὶ Ἰησοῦ ἀκριβῆ, δεέσθαι τῆς λεπτομερεστάτης αὐτῶν ἐξηγήσεως· ὁ προκείμενος γὰρ ἀνὴρ, Ἰουδαῖος ὑπάρχων δυνατὸς ἠπίστατο τὰς παλαιὰς γραφὰς, τὰς περὶ τοῦ Ἰησοῦ μαρτυρούσας· εἰτα λόγιος ὢν τῷ πνεύματι ἐλάλει, καὶ ἐδίδασκεν ἃ ᾔδει περὶ τοῦ Ἰησοῦ ἐν ταῖς συναγωγαῖς· τοῦτον προσλαμβάνουσιν οὕτω σπουδῆς
ἔχοντα, ἀκουσταὶ γενόμενοι τοῦ Ἀποστόλου Παύλου Ἀκύλας καὶ Πρίσκιλλα, ἐπὶ τῷ παραδοῦναι αὐτῷ πᾶσαν τὴν εὐαγγελικὴν ὁδόν· εἰκὸς οὖν τὸν Ἀπελλῆν εἰδέναι, ὅτι Ἰησοῦς ἐπεδήμησε τοῖς ἀνθρώποις, καὶ τάδε ᾠκονόμησε· μὴ μὴν εἰδέναι τῆς ἐπιδημίας τὴν αἰτίαν.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.