ΚΕΦ. Κς.
οὐκ ἐπειδὴ τὸν βωμὸν ἀξιοπιστότερον εἶναι τῶν εὐαγγελίων ἐνόμιζεν, οὐδὲ ἐπειδὴ τὰ γράμματα τὰ ἐκεῖ κείμενα τῶν προφητῶν εἶναι τιμιώτερα· ἀλλ’ ἐπειδὴ πρὸς τοὺς Ἕλληνας διελέγετο, τοὺς οὐδενὶ τῶν ἡμετέρων πιστεύοντας, ἄπο τῶν οἰκείων αὐτοὺς ἐχειρώ- σατο δογμάτων· διὰ τοῦτό φησιν, “ἐγενόμην τοῖς Ἰουδαίοις ὡς
“Ἰουδαῖος,” καὶ τὰ ἑξῆς.
δογμάτων· διὸ οὐκ εἶπεν ἄνομος, ἀλλ’ ὡς ἄνομος.
“θεωρῶ,” διὰ τὸν βωμόν· ἐφθέγξατο φωνὴν μίαν, δι’ ἧς πάντα κατέστρεψε τὰ τῶν φιλοσόφων. οἱ μὲν γὰρ Ἐπικούρειοι αὐτόματα φησὶ καὶ ἀπὸ ἀτόμων· οἱ δὲ Στοικοὶ σῶμα καὶ ἐκπύρωσιν· ἀλλ’ ἔργον αὐτοῦ φησὶ τὸν κόσμον, καὶ τὰ ἐν αὐτῷ πάντα· ὅρα συντομίαν καὶ ἐν συντομίᾳ σαφήνειαν· ὅρα τίνα ἦν ξενίζοντα αὐτούς·
ὅτι ὁ Θεὸς τὸν κόσμον ἐποίησεν· ἃ καὶ τῶν τυχόντων ἴσασι τινὲς νυνὶ, ταῦτα οὐκ ᾔδεσαν Ἀθηναῖοι, καὶ Ἀθηναίων οἱ φιλόσοφοι· εἰ γὰρ ἐποίησε, δηλονότι καὶ Κύριος. ὅρα τί φησι, θεότητος εἶναι γνώρισμα τὸ δημιουργικὸν, ὅπερ ἔχει καὶ ὁ Χριστός· καὶ γὰρ οἱ προφῆται πανταχοῦ τοῦτο φασὶ, Θεοῦ τὸ δημιουργεῖν· οὐχ ὥσπερ ἐκεῖνοι· ἄλλον μὲν γὰρ τὸν ποιητήν φασιν, οὐ κύριον δὲ, ὕλην ἀγέννητον ὑποθέντες.
τῆς ἐπιγραφῆς τῶν θείων βιβλίων. εἰσῆλθεν εἰς Ἀθήνας ὁ Παῦλος ποτὲ, ἐν αὐτῷ τῷ βιβλίῳ τούτῳ ἐπιγέγραπται ἡ ἱστορία αὕτη· εὗρεν ἐν τῇ πόλει οὐχὶ βιβλίον θεῖον, ἀλλὰ βωμὸν ἑστηκότα, βωμὸν εἰδώλου· εὗρεν ἐπιγραφὴν οὕτως ἔχουσαν, ἀγνώστῳ θεῷ· καὶ οὐ παρέδραμεν, ἀλλ’ ἀπὸ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὸν
βωμὸν καθεῖλε Παῦλος ὁ ἅγιος, ὁ Πνεύματος χάριν ἔχων· οὐ παρέδραμε βωμοῦ ἐπίγραμμα, καὶ σὺ ἐπιγραφὴν γραφῶν παρατρέχεις· ἐκεῖνος οὐκ ἀφῆκεν ἅπερ ἔγραψαν Ἀθηναῖοι οἱ εἰδωλολάτραι, καὶ σὺ ἃ ἐπέγραψε τὸ Πνεῦμα τὸ Ἅγιον οὐ νομίζεις εἶναι ἀναγ- καῖα· καὶ ποίαν ἔχεις συγγνώμην; ἀλλὰ γὰρ ἴδωμεν πόσον τὸ
κέρδος ἀπὸ τοῦ ἐπιγράμματός ἐστιν· ἵνα ὅταν ἴδῃς ἐπίγραμμα βωμῷ ἐγκεκολαμμένον, ὅτι τοσαύτην παρέσχε τὴν ἰσχὺν, μάθῃς ὅτι πολλῷ μᾶλλον τὰ ἐπιγράμματα τῶν θείων γραφῶν τοῦτο ποι- ῆσαι δυνήσεται. εἰσῆλθεν εἰς τὴν πόλιν· εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπται ἀγνώστῳ θεῷ· τι ἔδει ποιῆσαι; Ἕλληνες πάντως ἦσαν
ἀσεβεῖς πάντες· τι οὖν ἐχρῆν ποιῆσαι; ἀπὸ εὐαγγελίων δια- λεχθῆναι; ἀλλὰ καταγέλων· ἀλλ’ ἀπὸ προφητῶν; ἀλλ’ οὐκ ἐπίστευον· τι οὖν ἐποίησεν; ἐπὶ τὸν βωμὸν ἔδραμε, καὶ ἀπὸ τῶν ὅπλων τῶν πολεμίων αὐτοὺς ἐχειρώσατο· καὶ τοῦτό ἐστιν ὃ λέγει· “ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς
“ἀνόμοις ὡς ἄνομος.” εἶδε τὸν βωμόν· εἶδε τὸ ἐπίγραμμα· ἀνέστη τῷ Πνεύματι· τοιαύτη γὰρ ἡ Πνεύματος χάρις· πάντοθεν ποιεῖ κερδαίνειν τοὺς ὑποδεχομένους αὐτήν· τοιαῦτα ἡμῶν τὰ ὅπλα τὰ πνευματικά· “αἰχμαλωτίζοντα” γάρ, φησι, “πᾶν νοῆμα εἰς τὴν “ὑπακοὴν τοῦ Χριστοῦ·” εἶδε τοίνυν τὸν βωμόν· οὐκ ἐδειλίασεν,
ἀλλὰ μετέστησε τὰ γράμματα πρὸς αὐτόν μᾶλλον δὲ τὰ γράμματα ἀφ’ οὗ μετέθηκεν αὐτῶν τὸ νόημα· καὶ καθάπερ ἐν πολέμῳ στρατηγὸς ἰδὼν στρατιώτην ἐν τῇ παρατάξει τῶν πολεμίων γενναῖον καὶ μέγαν εἶτα λαβόμενος ἀπὸ τῆς κόμης τοῦ στρατιωτου πρὸς τὴν ἑαυτοῦ τάξιν αὐτὸν μεταστήσειεν, καὶ παρασκευάσει
ὑπὲρ αὐτοῦ πολεμεῖν· οὕτω καὶ Παῦλος ἐποίησε· καθάπερ ἐν παρατάξει πολεμίων, τὸ ἐπίγραμμα εὑρὼν ἐν τῷ βωμῷ γεγραμμένον, πρὸς τὴν ἑαυτοῦ τάξιν μετέστησεν· ἵνα μετὰ Παύλου τοῖς Ἀθηναίοις πολεμεῖ, ἀλλὰ μὴ μετὰ Ἀθηναίων τὸν Παῦλον βάλλῃ· ξίφος ἦν τῶν Ἀθηναίων· μάχαιρα ἦν τῶν πολεμίων τὸ ἐπίγραμμα
ἐκεῖνο· ἀλλ’ αὕτη ἡ μάχαιρα τῶν πολεμίων τὴν κεφαλὴν ἐξέτεμεν· οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ ἐν τοῖς οἰκείοις ὅπλοις αὐτοὺς ἐχειρώσατο· τοῦτο γὰρ κατὰ λόγον σημαίνει· τὸ γὰρ καινὸν καὶ παράδοξον· ὅταν τὰ τῶν πολεμίων ὅπλα, ταῦτα μηχανήματα τοῖς πολεμίοις ταῦτα προσάγηται· ὅταν τὸ ξίφος, ὃ καθ’ ἡμῶν βαστάζουσι,
τοῦτο αὐτοῖς τὴν καιρίαν ἐπάγῃ πληγήν· τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις· οὕτω καὶ ὁ Δαβὶδ ἐποίησε ποτέ· ἐξῆλθε γυμνὸς τῶν ὅπλων, ἵνα φανῇ ἡ τοῦ Θεοῦ χάρις γυμνή· μηδὲν γὰρ ἀνθρώπινον ἔστω φησὶν, ὅταν ὁ Θεὸς ὑπὲρ ἡμῶν πολεμῇ· ἐξῆλθε τοίνυν γυμνὸς τῶν ὅπλων, καὶ κατήνεγκε ’τον πύργον ἐκεῖνον· εἶτα
ἐπειδὴ ὅπλα οὐκ εἶχε, δραμὼν ἥρπασε τὴν μάχαιραν τοῦ Γολιὰδ, καὶ οὕτω τὴν κεφαλὴν ἐξέτεμε τοῦ βαρβάρου· οὕτω καὶ ὁ Παῦλος ἐποίησεν ἔπι τοῦ ἐπιγράμματος τούτου· καὶ ἵνα σαφέστερος γένηται ὁ τῆς νίκης τρόπος, καὶ τὴν δύναμιν ὑμῖν τοῦ ἐπιγράμματος ἐρῶ· εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπτο ἀγνώστῳ θεῷ· τίς δὲ ἦν ἄλλος
ἀγνοούμενος θεὸς ἀλλ’ ἢ ὁ Χριστός; εἶδες πῶς συνετῶς μετέστησε πρὸς ἑαυτὸν τὸ ὄνομα· εἶδες πῶς ᾐχμαλώτισε τὸ ἐπίγραμμα, οὐκ ἐπὶ κακῷ τῶν γραψάντων, ἀλλ’ ἐπὶ σωτηρίᾳ αὐτῶν καὶ προνοίᾳ· τι οὖν; οἱ Ἀθηναῖοι διὰ τὸν Χριστὸν ἔγραψαν τοῦτο φησιν; εἰ διὰ τὸν Χριστὸν ἔγραψαν οἱ Ἀθηναῖοι, οὐκ ἦν οὕτω θαυμαστὸν
τὸ κατόρθωμα τοῦ Παύλου· ἀλλὰ τὸ θαυμαστόν ἐστιν, ὅτι ἐκεῖνοι μὲν ἄλλως ἔγραψαν, οὗτος δὲ ἴσχυσεν ἄλλως αὐτὸ μεταβαλεῖν· πρότερον δὲ ἀναγκαῖον εἰπεῖν τίνος ἕνεκενp ἔγραψαν οἱ 1 Ἀθηναῖοι ἀγνώστῳ θεῷ· τίνος ἕνεκεν ἔγραψαν; πολλοὺς εἶχον θεοὺς ἐκεῖνοι, μᾶλλον δὲ πολλοὺς δαίμονας, πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, καὶ ἐπιχωρίους καὶ ξένους, καθάπερ ἐπ’ ἀνθρώπων· ὁρᾶτε ὅσος ὁ καταγέλως, εἰ γὰρ θεός ἐστιν, οὐκ ἔστι ξένοι; τῆς γὰρ οἰκουμένης ἁπάσης δεσπότης ἐστί· τούτους τοίνυν τοὺς μὲν
παρὰ πατέρων εἶχον δεξάμενοι, τοὺς δὲ ἀπὸ τῶν πλησίον ἐθνῶν, οἷον ἀπὸ Σκυθῶν, ἀπὸ Θρᾳκῶν, ἀπὸ Αἰγυπτίων. καὶ εἰ τῆς ἔξωθεν παιδεύσεως ἦτε ἔμπειροι, καὶ ταύτας ἃν ὑμῖν ἀνέγνων τὰς ἱστορίας ἁπάσας· ἐπεὶ οὖν οὐκ ἐξ ἀρχῆς πάντας ἐδέξαντο, ἀλλὰ κατὰ μικρὸν εἰσηνέχθησαν αὐτοῖς· ὁ q μὲν ἐπὶ τῶν πατέρων, οἱ δὲ ἐπὶ
τῶν πάππων, οἱ δὲ ἐπὶ τῆς γενεᾶς τῆς αὐτῶν, συνελθόντες εἶπον, ὅτι ὥσπερ τούτους ἠγνοοῦμεν φησὶν, εἶτα ὕστερον αὐτοὺς ἐδεξάμεθα καὶ ἐγνωρίσαμεν· οὕτω συμβαίνει καὶ ἄλλον εἶναι ἀγνοούμενον καὶ ὄντα θεὸν, οὐ γνωριζόμενον δὲ ὑφ’ ὑμῶν· καὶ διὰ τοῦτο λανθάνειν ἀμελούμενον, καὶ μὴ θεραπευόμενον· τί οὖν; ἵνα γένηται,
ἔστησαν βωμὸν καὶ ἐπέγραψαν ἀγνώστῳ θεῷ· τοῦτο λέγοντες διὰ τοῦ ἐπιγράμματος, ὅτι καὶ εἴτις ἐστὶ θεὸς ἕτερος οὐδέπω γνωσθεὶς ἡμῖν, κἀκεῖνον θεραπεύσωμεν· ὅρα ὑπερβολὴν δεισιδαιμονίας· διὰ τοῦτο ὁ Παῦλος ἀρχόμενος ἔφη “κατὰ πάντα ὡς δεισιδαιμονεστέ- “ρους ὑμᾶς θεωρῶ·” οὐ γὰρ τοὺς γνωρίμους ὑμῖν δαίμονας θεραπεύετε
μόνον, ἀλλὰ καὶ τοὺς οὔπω γνωρισθέντας ὑμῖν. ἐκεῖνοι μὲν διὰ τοῦτο ἐπέγραψαν ἀγνώστῳ θεῷ· ὁ δὲ Παῦλος ἑτέρως ἡρμήνευσεν· οἱ μὲν τοῦτο περὶ ἄλλων ἔλεγον, αὐτὸς δὲ αὐτὸν μετέστησε πρὸς τὸν Χριστὸν, αἰχμαλωτίσας τὸ νόημα, καὶ μεθ’ ἑαυτοῦ στήσας ἐν τῇ παρατάξει τῇ ἑαυτοῦ· “ὃν γὰρ ἀγνοοῦντες εὐσεβεῖτε ὑμεῖς,
“τοῦτον ἐγὼ καταηέλλω,” φησίν· ἄγνωστος γὰρ θεὸς οὐκ ἄλλος ἐστιν, ἀλλ’ ἣ ὁ Χριστός· καὶ ὅρα σύνεσιν πνευματικήν· ἤμελλον αὐτῷ ἐγκαλεῖν μετὰ ταῦτα, ὅτι ξενίζοντα δόγματα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· ὅτι καινοτομεῖς· ὅτι θεὸν εἰσφέρεις ὃν οὐκ ἴσμεν· βουλόμενος τοίνυν ἀπαλλαγῆναι τῆς ὑποψίας τῆς κατὰ τὴν καινοτομίαν,
τομίαν, καὶ διδάξαι ὅτι οὐ ξένον κηρύττει θεὸν, ἀλλ’ ὃν προσλαβόντες αὐτοὶ διὰ τῆς θεραπείας ἐτίμησαν, ἐπήγαγε καὶ εἶπεν· ὅτι “ὃν “ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν·” ὑμεῖς με 2 P P προελάβετε, φησίν· ἔφθασεν ὑμῶν ἡ θεραπεία τὸ ἐμὸν κήρυγμα· μὴ τοίνυν ἐγκαλεῖ μοι ὅτι ξένον εἰσφέρω θεὸν, τοῦτον γὰρ καταγ- γέλλω ὃν ὑμεῖς ἀγνοοῦντες θεραπεύετε, οὐκ ἀξίῳ μὲν ἑαυτοῦ τρό- πῳ, θεραπεύετε δὲ ὅμως· οὐ γὰρ τοιοῦτος βωμὸς ἵσταται τῷ Χριστῷ, ἀλλὰ βωμὸς ἔμψυχος καὶ πνευματικός· ἀλλ’ ἀπὸ τούτου
ὑμᾶς, καὶ πρὸς ἐκεῖνον, ἀναγαγεῖν δύναμαι· οὕτω καὶ Ἰουδαῖοι τὸ παλαιὸν ἐθεράπευον· ἀλλ’ ἀπέστησαν ἀπὸ τῆς σωματικῆς θερα- πείας, καὶ ἦλθον ἐπὶ τὴν πνευματικὴν, οἱ πιστεύσαντες ἅπαντες· ελ̓ͅ· πῶς ἐχειρώσατο αὐτοὺς, οὐκ ἀπὸ εὐαγγελίων, οὐκ ἀπὸ προ- φητῶν, οὐκ ἀπὸ ῥημάτων πνευματικῶν, ἀλλ’ ἀπὸ ἐπιγράμματος·
μὴ παράτρεχε τοίνυν, ἀγαπητὲ, τὴν ἐπιγραφὴν τῶν θείων γραφῶν· ἂν μὲν γὰρ νήφῃς καὶ ἐγρήγορος ᾖς, καὶ ἐπ’ ἀλλοτρίοις εὑρήσεις τι χρήσιμον· ἃν δὲ ῥάθυμος καὶ ἀναπεπτωκὼς ᾖς, οὐδὲ ἀπὸ τῶν γραφῶν ἔσται σοι τι πλέον· ὥσπερ γὰρ ὁ εἰδὼς κερδαίνειν, ἁπαν- ταχόθεν κερδαίνει, οὕτως ὁ μὴ εἰδὼς, κἂν θησαυρὸν εὕρῃ, κενὸς
ἄπεισι.
ποῖς θεοῖς σχοῖεν τὸ σέβας αὐτοῦ· ἀγνοοῦντες ὅτι μείζονος τιμω- ρίας ἀξιωθήσονται, τὸ φῶς τῷ σκότει συγκρίνοντες, καὶ τῷ φαύλῳ τὸ ἀγαθὸν, καὶ τῷ ἀλόγῳ τὸ νοερὸν, καὶ τῷ εὐτελεῖ τὸ θεῖον· ὅθεν καὶ μωροὺς αὐτοὺς ἐκάλεσε λέγων, “φάσκοντες εἶναι σοφοὶ ἐμω- “ράνθησαν.”
βωμὸν ἔστησαν· καὶ ἐπειδὴ οὐκ ἦν δῆλος ὁ θεὸς, ἐπεγέγραπτο ἀγνώστῳ θεῷ· τοῦτον οὖν Χριστὸν Ἰησοῦν εἶναι φησὶ, τὸν πάντων Θεὸν, “ τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν·” ὁρ́α πῶς δείκνυσι προειλη- φότας αὐτούς· καὶ οὐδὲν ξένον φησὶν, οὐδὲν καινὸν προσφέρω· ἄνω, κάτω τοῦτο ἔλεγον· τίς ἡ καινὴ αὕτη λαλουμένη ὑπὸ σοῦ διδαχή; ξενίζοντα τινὰ εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν.
δὲ πρόθεσιν δηλοῖ χρηστὴν, ἐσφαλμένην δὲ ὅμως· ἄξιον τοίνυν θαυμάσαι τοῦ Παύλου τὴν σύνεσιν, πρῶτον μὲν ἀφ’ ὣν ἔπραττον, ἀπὸ τούτων αὐτοῖς ἀναπλέξαντα τὴν μυσταγωγίαν· δεύτερον δὲ, τοῦ ἐπὶ τὸν λόγον τοῦτον εὐθέως αὐτοὺς ἀγαγεῖν τὸν περὶ δημιουργίας· ἅτε πολλοὺς τῶν Ἐπικουρείων, ὡς καὶ ὁ συγγραφεὺς ἐπ’ ἐπισημαίνεται,
παρεστῶτας ὁρῶντα· οὗτοι δὲ ἀγένητον τὸν κόσμον καὶ ἐξ αὐτοματισμοῦ φασί· τρίτον, τοῦ τῶν ξοάνων ἀνατροπὴν ποιήσασθαι, ἅτε καὶ δεομένων τῆς διὰ χειρῶν ἀνθρώπων θεραπείας· εἰ μὴ γὰρ ἐπιμελοῖντο, διαφθείρονται· τὸ τέταρτον, τοῦ λέγειν ἐξ αὐτοῦ τοῦ Θεοῦ καὶ τὸ ἀναπνεῖν ἡμῖν ὑπάρχειν· πέμπτον, τοῦ ἐκ
τοῦ Ἀδὰμ πάντων τῶν ἐθνῶν διδάξαι τὴν γένεσιν· ἕκτον, τοῦ τοὺς αὐτῶν αὐτοῖς περὶ τῶν λεγομένων προσφέρειν μάρτυρας· πρὸς δὲ τούτοις ἅπασι τὸν περὶ τῆς οἰκονομίας αὐτοῖς παραθεῖναι λόγον, ἀρξάμενον ἀπὸ μετανοίας, καὶ τοῦτον ἀμυδρῶς καὶ ἐπικεκαλυμμένως· οὐ γὰρ ἐκ πρώτης ἀκροάσεως δυνατοὶ ἦσαν περὶ τῆς θεότητος
ἀκούειν τοῦ Ἰησοῦ διὸ ἀπὸ τῆς ἐνανθρωπήσεως ἄρχεται, ἀκροβολισάμενος αὐτοῖς καὶ τὸν περὶ ἀναστάσεως λόγον· περὶ ἧς καὶ ζήτησιν παρέσχε τισὶ, καὶ πίστιν ἐκ τῆς ζητήσεως.
ἠτιμωμένη, οὐκ ἠφείθη ἔνδον εἰσελθεῖν καὶ παρακύψαι εἰς τὰ δεσμωτικὰ μυστήρια.
καὶ οἱ διώκοντες τοὺς προφήτας καὶ τὸν Υἱὸν τοῦ Θεοῦ· καὶ ἀγνοοῦντες τὸν Θεὸν, οἰόμενοι δὲ εὐσεβεῖν ἣ εἰδέναι τὸν Θεὸν, ἀγνοοῦντες δὲ τὴν οἰκονομίαν αὐτοῦ· ὁ γὰρ τοῦ κόσμου δημιουργὸς οὐκ αἰσθητὴ οὐσία ἐστί· διὸ καὶ ἀπερίγραφος καὶ τόπῳ ἀπεριό- 3 ριστος, οὐκ ἐν ναοῖς ἐξ ἀνθρώπων γεγονόσιν ἐνοικεῖ, κατὰ τὰ ἀγάλματα πρὸς ἄνθρωπον ἢ ἕτερον κτίσμα μεμορφωμένα, ὡς δεῖσθαι ἀνθρωπίνης αὐτῷ προσαγομένης θεραπείας, οἷον θυσίων, ἣ τινὸς τοιούτου· ἐκείνῳ γὰρ ἀρέσκεται, ὃς οὐ χαρακτηρίζει αὐτὸν ἐν τόπῳ, οὔτε ἀφομοιοῖ αὐτὸν αἰσθητῇ μορφῇ· τῷ μὴ εἶναι αὐτὸν
ὅμοιον μηδεμιᾷ αἰσθητῇ ἐνθυμήσει· εἰ δὲ “ἐν αὐτῷ πάντες ζῶμεν, “καὶ ἐσμὲν, καὶ κινούμεθα·” οὐκοῦν διὰ πάντων χωρῶν οὐκ ἐν τόπῳ ἐστι περίγραπτος· οὗτος ἐκ τοῦ Ἀδὰμ ἐποίησε γένος πρὸς τὸ οἰκεῖν πᾶσαν τὴν γῆν· οὗτος πατὴρ τοῦ παντὸς ἀνθρώπων γένους ὡμολόγηται· τοῦτον τέχνη οὐ δύναται γνωστὸν ποιῆσαι· ἀλλὰ
“μόνος ὁ Υἱὸς τὸν Πατέρα ἀποκαλύπτει, καὶ ὁ Πατὴρ τὸν Υἱὸν “οἶς βούλεται·” “οὐ σὰρξ καὶ αἷμα,” τουτέστιν ἀνθρωπίνη ἐπίνοια.
Λακεδαιμονίους περὶ συμμαχία ἡνίκα Πέρσαι ἐπεστράτευσαν τῇ Ἑλλάδι· ᾧ κατὰ τὸ Παρθένιον ὄρος Πανὸς φάσμα ἐντυχὸν, ᾐτιᾶτο μὲν Ἀθηναίους ὡς ἀμελοῦντας αὐτοῦ, ἄλλους θεοὺς θεραπεύοντας, βοηθεῖν δὲ ἐπηγγέλλετο· νικήσαντες οὖν, βωμὸν ᾠκοδόμησαν, καὶ ἐπέγραψαν ἀγνώστῳ θεῷ· ἄλλοι δέ φησιν, ὅτι λοιμὸς
κατέσκηψε ποτὲ Ἀθήναζε· καὶ εἰς τοσοῦτον αὐτοὺς ἐξέκαυσεν, ὡς μηδὲ τῶν λεπτοτάτων σινδόνων ἀνέχεσθαι· τοὺς νομιζομένους οὖν θεοὺς αὐτῶν θεραπεύοντες, οὐδὲν ἀπώναντο· ἐννοήσαντες οὖν ὅτι ἴσως τίς ἐστι θεὸς, ὃν αὐτοὶ κατέλιπον ἀγέραστον, ὁ τὸν λοιμὸν καταπέμψας, νέον δειμάμενοι βωμὸν, καὶ ἐπιγράψαντες ἀγνώστῳ θεῷ,
καὶ θύσαντες, εὐθέως ἐθεραπεύθησαν· ταῦτα λαβὼν ὁ Παῦλος, ἐκ τῶν οἰκείων δογμάτων τοὺς μέγα ἐπὶ σοφίᾳ φρονοῦντας Ἀθηναίους ἐχειρώσατο.
Τοῦ Χρυσοστόμου. Ἵνα μὴ νομίσωσιν ἕνα τῶν πολλῶν εἶναι θεὸν, τὸν ὑπ’ αὐτοῦ κηρυττόμενον, διορθοῦται ἐπάγων, “οὐκ ἐν χει- “ ροποιήτοις ναοῖς κατοικεῖ.”
τὸ ἐκείνων· οἰκεῖ μὲν γὰρ ἐν ναοῖς, ἀλλ’ οὐκ ἐν τοιούτοις· ἀλλ’ ἐν ἀνθρωπίνῃ ψυχῇ τὴν σωματικὴν ἀνεῖλε λατρείαν· τι οὑν; οὐ κατῴκει ἐν τῷ ναῷ τῶν Ἱεροσολύμων; οὐ δῆτα, ἀλλ’ ἐνήργει· πῶς οὖν ἐθεραπεύετο ὑπὸ χειρῶν ἀνθρώπων παρὰ Ἰουδαίοις; οὐχ ὑπὸ χειρῶν, ἀλλ’ ὑπὸ διανοίας· ἐπεὶ ἐκεῖνά γε οὐ ζητεῖ οὗτος, ὡς
προσδεόμενος· “μὴ φάγομαι,” φησὶ, “κρέα ταύρων, ἣ αἷμα τρά- γῶν πίομαι;
περὶ Θεοῦ ἐφιλοσόφησεν, ὅσα Ἐπίκουρος, καὶ πάντα λῆρος πρὸς ταῦτα· “διδούς,” φησι, “ζωὴν καὶ πνοήν.” ἰδοὺ καὶ τῆς ψυχῆς δημιουργὸν αὐτὸν ποιεῖ, οὐ γεννήτορα.
ἔδειξεν· ὅτι οὐ κατοικεῖ, καὶ τότε ἀπεφήνατο· εἰ ὁ Θεὸς, πάντα ἐποίησε δηλονότι· εἰ δὲ μὴ ἐποίησεν ὁ Θεὸς, θεοὶ οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· πολλῷ μείζονα δόγματα εἰσάγει· καίτοι οὐδέπω τὰ μεγάλα εἶπεν, ἀλλ’ ὡς παισὶ διελέ- γετο· καὶ πολλῷ μείζω ταῦτα ἐκείνων ἦν, τὴν δημιουργίαν, τὴν
κυριότητα, τὸ ἀνενδέες, τὸ πάντων αἴτιον ἀγαθῶν ἐδήλωσεν· ἀλλὰ πῶς θεραπεύεται εἶπεν· οὔπω καιρός· τι τούτου τοῦ ὑψηλοῦ ἶσον; θαυμαστὸν καὶ τοῦτο, ἐξ ἑνὸς ποιῆσαι τοσούτους· ἀλλὰ καὶ ποιήσας αὐτοὺς σνγκρατει.
τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλα. φήσειεν αὐτὸν ἢ εὕροιεν,
οὐχὶ ζητήσαντες εὗρον· ἐπειδὴ γὰρ ζητήσαντες οὐχ εὗρον, δείκνυσιν ὅτι οὕτως ἢν φανερὸς, ὥσπερ ἃν εἰς μέσον ψηλαφώμενος· οὐ γὰρ ἐνταῦθα μὲν ἦν οὐρανὸς, ἀλλαχοῦ δὲ οὐ· οὐδὲ ἐν τούτῳ μὲν τῷ χρόνῳ ἢν, ἄλλῳ δὲ οὐ· ὥστε καὶ κατὰ πάντα καιρὸν καὶ κατὰ πᾶσαν ὁροθεσίαν δυνατὸν αὐτὸν εὑρεῖν· οὕτως ᾠκονόμησεν, ὥστε
μήτε τόπῳ κωλύεσθαι, μήτε χρόνῳ· αὐτὸ γὰρ δὴ τοῦτο μάλιστα συνεβάλλετο, τῷ πανταχοῦ εἶναι τὸν οὐρανὸν, τῷ ἐν παντὶ χρόνῳ ἑστάναι.
ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν·
κεχυμένον· “καὶ οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα,” μᾶλλον δὲ καὶ ἐν ἡμῖν ὄντα· ὄρα πῶς τὴν πρόνοιαν αὐτοῦ φησι καὶ τὴν συγκρότησιν· τὸ εἶναι παρ’ αὐτοῦ, τὸ ἐνεργεῖν, τὸ μὴ ἀπολέσθαι.
γὰρ καὶ γένος ἐσμεν.
καὶ βωμὸν τούτου εἶπεν, οὐκ ἐκείνου ὃν ἔσεβον· εἴρηται μὲν γὰρ τινὰ καὶ πράττεται εἰς τοῦτον· ἀλλ’ οὐκ ἴστε, ὅτι εἰς τοῦτον. εἰπὲ γάρ μοι, περὶ τίνος ἂν λεχθείη κυρίως ἀγνώστῳ θεῷ; περὶ τοῦ δημιουργοῦ, ἣ περὶ τοῦ δαίμονος, ὅτι πάντα πεπλήρωται τοῦ θεοῦ; ἣ τοῦ Δῖός μιαροῦ τινὸς ἀνθρώπου καὶ καταπύστου; ἀλλ’ οὐχ ὁμοίως ἐκείνῳ Παῦλος εἶπε· μὴ γένοιτο· ἀλλ’ ἑτέρῳ νῷ· γένος γὰρ Θεοῦ εἶπεν ἡμᾶς εἶναι, τουτέστιν οἰκείους, ἐγγυτάτους· ὥσπερ παροίκους καὶ γείτονας ὅταν λέγῃ.
ὅταν ὑποπτεύσῃ σῶμα, καὶ διάστημα ὑπονοεῖ. Καὶ μετ’ ὀλίγα—Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ὁμοῖοι ἐκείνοις κατὰ ψυχὴν, πολλῷ μᾶλλον ὁ Θεός· τέως ἀπάγει αὐτοὺς τῆς ὑπονοίας· ἀλλ’ οὐδὲ ἄλλῃ τινὶ ἀνθρωπίνῃ διανοίᾳ ὑποβάλλεται, φησίν· ἢ τέχνη ἣ διάνοια εὗρεν· ὅπερ οὖν τέχνη r οὐκ εὑρίσκομεν αὐτόν· διπλοῦν
τὸ ἔγκλημα· ὅτι τὲ ἐκεῖνον οὐχ εὗρον, καὶ τοιούτους εὗρον· οὐδα- μοῦ διάνοια ἀξιόπιστος καθ’ ἑαυτήν.
οἷος ὁ Ἄρατος ὁ τοῦτο εἰπών.
ἀνθρώπου ὁμοίωμα, ἣ ἄλλου οἱουδηποτοῦν ἐπὶ γῆς φαινομένου 4 εἰκόνα ἐκτυπῶσαι· οὐδενὶ δὲ ἔοικε τῶν χειροποιήτων ὁ Θεὸς, κατὰ τὸ εἰρημένον τῷ Ἀποστόλῳ, ἄρα ἀπερίγραφον, ἀκατάληπτον, ἀνείδεον, ἀσώματον, ἄδηλον τὸ θεῖον· μήτε ἀνθρώπου μορφῇ ἣ ἄλλο s τινὶ ἐοικός· εἰκὸς γὰρ τοὺς Ἕλληνας μὴ μόνον τὰ ἀνθρωπόμορφα ξόανα σέβειν, ἀλλὰ καὶ τοὺς ἀλλοίας ὄντας μορφῆς ὡς θεοὺς,
οἷον, ἴβεις, καὶ αἰλούρους, καὶ πιθήκους, καὶ ἄλλα τούτοις παραπλήσια.
θελόντων μετανοεῖν· περὶ τούτων φησὶν, οὐ περὶ τῶν ἀπελθόντων· ἀλλ’ οἷς παραγγέλλει· οὐκ ἀπαιτεῖ λόγον ὑμᾶς φησίν· οὐκ εἰπε παρεῖδεν, οὐκ εἶπεν εἴασεν, ἀλλ’ ἠγνοήσατε· ὑπερεῖδε, τουτέστιν οὐκ ἀπαιτεῖ κόλασιν, ὥσπερ ἀξίους ὄντας κολάσεως, ἠγνοήσατε· καὶ οὐ λέγει ἑκόντες ἐκακουργήσατε· ἀλλὰ τοῦτο διὰ τῶν
ἔδειξεν.
εἰργάσατο· καὶ πολλῷ πλεῖον· ὅσῳ καὶ ἀναγκαιότερον τοῦτο ἐκείνων.
αὐτῶν τούτων βούλεται τὸ μέγεθος τῆς φιλανθρωπίας ἐνδείξασθαι· καὶ φησὶ, τῶν χρόνων τούτων τὴν ἄγνοιαν ὑπεριδὼν, τουτέστι ὑπερβὰς, καὶ δέον κολάσαι, μὴ κολάζων, καλεῖ τανῦν πρὸς μετάνοιαν· ἐξεπίτηδες πληθυντικῶς ὀνομάσας τοὺς χρόνους, ἵνα μᾶλλον ἐξάρῃ τὴν δωρέαν.
“πίστιν ἐπὶ τῆς γῆς;” καὶ μή μοι λέγε, τι πρὸς τοὺς τετελεντηκότας; ὅπουγε καὶ αὐτοῖς ἐκηρύχθη τὸ τῆς ἀληθείας εὐσεβὲς μυστήριον· καὶ πάντες οἱ πιστεύσαντες ἐλύθησαν ἐκ τῶν τοῦ θανάτου δεσμῶν· καὶ ἀνελθόντες ἐξ ᾅδου μετῴκησαν εἰς τὸν παράδεισον· καὶ ὅτι τοῦτο ἀληθὲς, δυνατὸν μᾶλλον καὶ ἐξ ἐκείνου στοχάσασθαι·
οἴδαμεν ὅτι ἐν τῇ ὥρᾳ ᾗ ἀπέθανεν Ἰησοῦς, ὁ Θεὸς ἡμῶν, πολλοὶ νεκροὶ ἀνέστησαν καὶ ὤφθησαν ἐν Ἱεροσολύμοις κατὰ τὸ προφητευθέν· “ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς “μνημείοις·” ὡς ἐκ τούτου γνῶναι ἡμᾶς, ὅτι κατελθὼν εἰς ᾅδου ὁ Κύριος, καὶ κηρύξας ἄφεσιν τοῖς εἰς αὐτὸν πιστεύουσιν, ἀπέλυσε
τὰς ψυχὰς τῶν εἰς αὐτὸν πιστευσάντων· ἅπαντες δὲ οὐκs ἐπίστευσαν, διὸ οὐδὲ πάντα τὰ σώματα τῶν κεκοιμημένων ἀνέστη τότε, ἀλλὰ τινά· οὐκ εἶπε δὲ τὸ Εὐαγγέλιον, ὅτι Ἰουδαίων μόνον ἀνέστησε σώματα, ἀλλ’ ἀορίστως εἰπὼν “πολλοὶ,” ἐδήλωσεν ὅτι καὶ Ἑλλήνων· ἦσαν γὰρ ἀπὸ χρόνων αἰωνίων, καὶ σώματα ἐκεῖ ἐθνικῶν, διὰ τὸ
πρῴην ὑπὸ Ἑλλήνων τὴν χώραν οἰκεῖσθαι· καὶ ὕστερον πάλιν λαβόντων τῶν Ἰουδαίων τὴν πόλιν, μὴ ἐξολοθρευθῆναι τὸν Ἰεβουσαῖον λαὸν εἰς τέλος, ἀλλὰ κατοικῆσαι ἐν μέσῳ τῆς Ἰούδα· καὶ μή μοι τις λεγέτω, καὶ πῶς με πείθεις, καὶ περὶ τῶν λοιπῶν ψυχῶν; ἀπὸ γὰρ του μέρους τὸ πᾶν καταλαμβάνομεν· εἰ μὲν γὰρ οἷόν τε
ἦν βλέψειν ἡμᾶς τοὺς ὄντας ἐν σώμασι ψυχὰς ἀνθρώπων, εἴχομεν ἃν ἰδεῖν πάντας τοὺς ἀνελθόντας ἐκ τοῦ ἅδου πιστοὺς, καὶ εἰς παράδεισον ἣ εἰς οὐρανοὺς ἀποπτάντας· ἐπειδὴ δὲ οὐ δύναται φύσις ἀνθρώπου ἐν σαρκὶ οὖσα πνεῦμα λεπτομερὲς, ὁ ἐστι ψυχὴ, ὀφθαλμοῖς θεωρῆσαι, εἰκότως πρὸς πειθὼ τινὰς ἡμῖν παρέστησε
μετὰ τῶν σωμάτων, ἵνα θεωροῦντες αὐτοὺς πεισθῶμεν· ἄτοπον γὰρ ἦν πάντας ἐγεῖραι τοὺς νεκροὺς τοὺς ἀπὸ καταβολῆς κόσμου τετελευτηκότας, πιστεύσαντας δὲ ἐν ᾅδου· πρῶτον μὲν ἵνα μὴ πρὸ καιροῦ γένηται ἀνάστασις πολλῶν, ἀρκούντων καὶ ὀλίγων πεῖ. 6 σαι τοὺς ἀφιλονείκως τῇ ἀληθείᾳ πιστεύοντας, μᾶλλον δὲ πολλῶν κατὰ τὸ εἰρημένον ἐν τῷ Εὐαγγελίῳ· ἔπειτα δὲ διὰ τὸ ἐγκεκαλυμμένως ποιεῖν αὐτὸν τὰ σημεῖα, δι’ ὧν ἐπειθόμεθα τῇ ἀληθείᾳ· ὅθεν καὶ αὐτὸς οὐ μετὰ φαντασίας κατῆλθεν ἐπὶ γῆς, ἀλλὰ λεληθότως θεσμῷ ἀνθρώπων, γενόμενος ἐκ γυναικὸς, καὶ ποιῶν σημεῖα καὶ
ἰάσεις, δι’ ὧν ἔπειθεν ὅτι Θεὸς ἦν· ἵνα οἱ δόκιμοι φανῶσιν· οὕτως οὖν καὶ ἐπὶ τούτου ἐποίησεν· ἐν μέρει τινὶ τῆς γῆς ὀφθαλμοφανῶς παραστήσας τοὺς νεκροὺς τοῖς ζῶσιν, ἵνα διὰ τῶν αὐτόπτως ἑωρακότων οἱ λοιποὶ πεισθῶμεν· μὴ μόνον περὶ τῆς τῶν νεκρῶν ἀφέσεως, ἀλλὰ καὶ περὶ τῆς αὐτοῦ ἐπιδημίας, ἥτις οὐκ ἐν ὅλῃ τῇ γῇ
γέγονεν, ἀλλ’ ἐν μέρει τινὶ τῆς γῆς. διὰ τῶν αὐτὸν ἑωρακότων ἐπιστοποιήθη πάσῃ τῇ γῇ, ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν, ἀπὸ ἄρκτου καὶ μεσημβρίας.
πῶς αὐτοὺς ἀπάγει τῶν μερικῶν· ὁρᾶ πῶς πάλιν τὸ πάθος δηλοῖ· ὅρα τὸ ἔμπαλιν δι’ ἄνθρωπον· ὅτι γὰρ ἀληθὴς ἡ κρίσις, δῆλον ἐκ τῆς ἀναστάσεως· συγκατασκευάζεται γὰρ ὅτι πάντα ἀληθῆ ἃ εἶπε· δῆλον ἐξ ὧν ἀνέστη· πᾶσι γὰρ ταύτην παρέχειν πίστιν τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ τοῦτο λοιπὸν δῆλον.
ἡμέρα, καὶ κρίσεως, καὶ τῆς τῶν ἀγαθῶν ἀπολήψεως.
αὐτὸν ἐκ νεκρὼν.
μορφῆς, οὐδ’ ὅτι ἴσος αὐτῷ, οὐδ’ ὅτι ἀπαύγασμα τῆς δόξης οὐ φησιν οὔπω τούτων καῖρος τῶν ῥημάτων ἀγαπητὸν αὐτοὺς παραδέξασθαι τέως, ὅτι ἄνθρωπός ἐστιν· οὕτω καὶ αὐτὸς ἐποίησε· παρ’ ἐκείνου ταῦτα ἔμαθον· οὐ γὰρ εὐθέως ἡμῖν ἑαυτοῦ τὴν θεό- τητα ἐξεκάλυψεν· ἀλλὰ πρῶτον μὲν ἐνομίζετο εἶναι προφήτης
καὶ Χριστὸς, ἁπλῶς ἄνθρωπος· ὕστερον δὲ ἐφάνη τοῦτο ὅπερ ἦν. καὶ μετ’ ὀλίγα—Οὐδὲν οὖν περὶ τῆς θεότητος αὐτοῦ μαθεῖν σαφὲς ἴσχυον·
οἱ δὲ εἶπόν, ἀκουσόμεθά σου περὶ τούτου πάλιν. καὶ οὕτως
ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.
καὶ ὑψηλὰ ἀκούσαντες οὐ προσεῖχον, ἀλλὰ τὴν ἀνάστασιν χλευάζοντες· “ψυχικὸς γάρ,” φησιν, “ἄνθρωπος, οὐ δέχεται τὰ “τοῦ Πνεύματος·” “καὶ οὕτω,” φησὶν, “ ἐξῆλθεν ὁ Παῦλος·” πῶς; τοὺς μὲν πείσας, ὑπὸ δὲ τῶν χλευαζόμενος.
τῇ θέᾳ ἐπιτρέπουσι τὸ πᾶν· οὐδὲν τῇ τοῦ Θεοῦ διδασκαλίᾳ πιστεύοντες· ὅσα γὰρ ἔργῳ τις αὐτοῖς οὐκ ἠδύνατο παραστῆσαι, τούτοις ἠπίστουν· διὸ καὶ οἱ θέλοντες αὐτοῖς φρεναπατᾶν περὶ τῶν μετεώρων, δι’ ἑτέρων παραδειγμάτων, ἢ παρὰ τῶν τροχοὺς καὶ μύρ- μηκὰς εἰς ἀπόδειξιν ἡλίου καὶ οὐρανοῦ δρόμον παραφέροντες, καὶ ἐκ τούτων τὰ ἄδηλα καταστοχαζόμενοι, καὶ διὰ τῶν ἀπατηλῶν γοητεύοντες τὰς τῶν ἠλιθίων ψυχάς.
Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.
μεταξὺ Ποσειδῶνος καὶ Ἄρεος· ὁ γὰρ Ποσειδῶν πρὸς Ἄρεα κατὰ τοὺς ἀρχαίους μύθους παρ’ Ἀθηναίοις ἐν τῷ τόπῳ τούτῳ ἐδικάσατο, φάσκων ἀναιρεθῆναι τὸν ἴδιον υἱὸν Ἁλιρρόθιον ὑπ᾿ Ἄρεος· κἀκεῖθεν ἐξ Ἄρεος ὁ πάγος ἐκεῖνος ἐκλήθη. ἐδίκαζον οὖν Ἀρεοπαγῖται περὶ πάντων σχεδὸν τῶν σφαλμάτων καὶ παρανομιῶν· διὰ
δὴ τοῦτο ἅτε καινῶν δαιμονίων καταγγελέα τὸν θειότατον Παῦλον, οἱ τῆς ὑπὸ Θεοῦ μωρανθείσης φιλοσοφίας ἐρασταὶ, πρὸς τὴν ἐξ Ἀρείου Πάγου βουλὴν ἕλκουσιν· ἀλλ’ ἐν τοῖς Ἀρεοπαγίταις τότε βουλεύων, ἅτε δικαστὴς ἀκλινέστατος, ὁ θεῖος Διονύσιος, ἀδέκαστον ἀπένειμε τῇ κατὰ τὸν πνευματοφόρον Παῦλον ἀληθείᾳ τὴν ψῆφον
ἐρρῶσθαι τὲ πολλὰ φράσας τῇ τῶν Ἀρεοπαγιτῶν ἀνοήτῳ σεμνό- τητι, τὸν ἀληθῆ Χριστὸν καὶ Υἱὸν Θεοῦ ἐννοήσας, ἐκήρυξεν εὐθὺς, καὶ τοῦ φωτίσματος εἴχετο· κἂν γὰρ Ῥωμαῖοι τότε ἐκράτουν, ἀλλ’ οὖν αὐτονόμους ἀφῆκαν Ἀθηναίους καὶ Λακεδαίμονας· ὅθεν ἔτι παρ’ Ἀθηναίοις καὶ κατὰ τοὺς Ἀρεοπαγίτας ἐπολιτεύετο· καὶ
τελεῖται μὲν ἅπαντα τῆς σωτηρίας τὰ δόγματα διὰ Παύλου· παιδεύεται δὲ διδασκαλικῶς ὑπὸ ἱεροθέῳ τῷ μεγίστῳ, καθά φησιν αὐτός· εἶτα καθίσταται κατὰ τὸ φερόμενον ἐν ζ βιβλίῳ τῶν Ἀποστολικῶν διατάξεων ὁ Διονύσιος Ἐπίσκοπος ὑπὸ Παύλου τῶν Ἀθήνησι πιστευσάντων.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.