ΚΕΦ. ΛΑ.
καὶ μυρίων ἠξίωσεν ἀγαθῶν· καὶ γὰρ καὶ Παῦλος ἐξ αὐτων ἢν.
περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν.
τί οὖν ἐστί; πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτι ἐλήλυθας.
τοῦ νόμου ἀντεῖχον τὸ περὶ πολλοῦ ποιεῖσθαι· εἶτα καὶ τρίτη αἰτία· “ καὶ οὗτοι πάντες κατηχήθησαν,” φησὶ, “ περὶ σοῦ, ὅτι “ ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως·” καὶ τὰ ἑξῆς· οὐκ εἶπεν ἤκουσαν, ἀλλ’ οὕτως ἐπίστευσαν καὶ ἐδιδάχθησαν.
Οὕτως καὶ οἱ Ἀπόστολοι καὶ τοῦ Σωτῆρος ἱεροὶ μαθηταὶ, τοὺς ἐκ περιτομῆς μεθιστάντας ἐπὶ τὴν εὐαγγελικὴν πολιτείαν, ἐξ ἀρχῆς αὐτοῖς κατὰ τὸν νόμον Μωϋσέως περιτέμνεσθαι συνεχώρησαν· ἵνα μόνον τὸ πιστεύειν εἰς Χριστὸν παραδέξωνται· καὶ λοιπὸν αὐτοὶ δι’ ἑαυτῶν ἐμφορηθέντες τῆς ἐν Πνεύματι λατρείας καὶ
εὐαγγελικῆς τελειότητος, τὰ μικρὰ καὶ σκιώδη καὶ νομικὰ παρατηρήματα διαπτύσωσι· καὶ τὴν σαρκικὴν περιτομὴν ἀτιμάσωσι, τὸ τὰς ψυχὰς περιτέμνεσθαι τῆς κακίας ἀνταλλαξάμενοι.
ὅθεν πείθουσιν αὐτὸν, ὅτι οἰκονομία καὶ συγκατάβασις ἦν· οὐκ ἄρα ἐγκοπὴ τοῦ κηρύγματος τοῦτο ἦν· ὅπου γε καὶ αὐτοὶ ἐνομοθέτουν ἐκείνοις τὰ τοιαῦτα· οὐκ ἆρα ἐγκαλεῖ Πέτρῳ ἁπλῶς· 2 ὅπερ γὰρ ἐνταῦθα ἐποίησεν αὐτὸς, τοῦτο Πέτρος ἐκεῖ σιγῶν καὶ ἱστῶν x αὐτοῦ τὸ δόγμα· καὶ οὐκ εἶπε τι γὰρ οὐ χρὴ τοὺς κατὰ τὰ ἔθνη διδάσκειν οὐκ ἀρκεῖ τὸ μὴ κηρύξαι ἐκεῖ, ἀλλ’ ἔδει καὶ πλέον τι, ποιῆσαι νόμον.
τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὑτοῖς,
“ περὶ σοῦ, οὐδέν ἐστιν·” οὐκ εἶπον ὅτι διδάσκεις, ἀλλ᾿ ἐκ περιουσίας, ὅτι καὶ αὐτὸς φυλάττεις· οὐ γὰρ μόνον τοῦτο ἦν τὸ σπουδαζόμενον, εἰ μὴ ἑτέρους διδάσκει, ἀλλὰ τί; καὶ αὐτὸς τηρεῖ· τί οὖν ἂν τὰ ἔθνη μάθωσι; βλάψω αὐτούς φησι, πῶς, ὅπου καὶ ἡμεῖς οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἐπέμψαμεν πρὸς αὐτούς· “ περὶ δὲ τῶν πεπι-
“ στευκότων,” φησὶν, “ ἐθνῶν, ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν “ τοιοῦτον τηρεῖν αὐτοὺς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς, τὸ εἰδωλόθυ- “ τον καὶ τὸ αἷμα, καὶ τὸ πνικτὸν καὶ πορνείαν·” ἐνταῦθα ἐντρεπτικῶς· ὥσπερ ἐκείνοις ἡμεῖς ἐπετάξαμεν, καίτοι Ἰουδαίους κηρύττοντες· οὕτω καί σὺ τοῖς ἔθνεσι κηρύττων σύμπραξον ἡμῖν· ὅρα
τὸν Παῦλον οὐ λέγει· καὶ μὴν δύναμαι Τιμόθεον παραγαγεῖν, ὃν περιέτεμον· καὶ μὴν δύναμαι πεῖσαι τῷ λόγῳ· ἀλλ’ ἐπείσθη αὐτοῖς· καὶ πάντα ἐποίησεν, καὶ γὰρ οὕτως συνέφερεν· οὐ γὰρ ἦν ἶσον εἰς ἀπολογίαν καταστῆσαι, καὶ οὐδενὸς εἰδότος ποιῆσαι ταῦτα· ἀνύποπτος ἦν τῶ καὶ δαπανᾶσθαι ταῦτα.
σῶν τὸν νόμον. περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτοὺς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ z πνικτὸν καὶ πορνείαν.
θυσίας ἐπηγγέλλοντο, οἱ δὲ χρήματα, οἱ δὲ ἑαυτούς· οἱ δὲ ῥητὸν ἀριθμὸν ἡμερῶν μὴ πιεῖν οἶνον, μὴ κείρασθαι τὴν κεφαλήν· τοιοῦτοι ἦσαν καὶ οὗτοι οἱ ἄνδρες· εὐχὴν δὲ καλεῖ τὴν ὑπόσχεσιν· αἱ γὰρ τρίχες νεκρώσεως σύμβολον· νεκραὶ γὰρ αὗται, καὶ ὀδύνης αἴσθησιν οὐ δεχόμεναι· τοῦτό φησι καὶ ὁ Ἀπόστολος· “ ζῶ δὲ
οὐκέτι ἐγὼ.”
ἐκεῖνο· εἰκὸς γὰρ ἦν αὐτοὺς ἡμέρας τινὰς ἐκεῖ διατρίβειν ἐν τῷ ἱερῷ.
ἐπεὶ κακία τὸ πρᾶγμα ἦν· ἀλλὰ τῆς ἀγάπης συγκαταβαινούσης· ἵνα γὰρ τοὺς ὄντας ἀληθῶς ταῦτα μεταστήσῃ· ἐγίνετο δὲ ταῦτα οὐκ ἀληθῶς· ἐπιδεικνύμενος μόνον οὐκ ἐκ διανοίας αὐτὰ πράττων οὕτως ἐχούσης· πῶς γὰρ ὁ καὶ ἑτέρους μεταθεῖναι σπεύδων, καὶ διὰ τοῦτο ταῦτα ποιῶν, ἵνα ἄλλους ποιοῦντας
ἐλευθερώσῃ τῆς ταπεινότητος ἐκείνης; Καὶ πάλιν—Καὶ ἐξύρατο, καὶ πάντα τὰ Ἰουδαϊκὰ ἐπετέλεσεν· ἔνθα μὲν γὰρ οὐκ ἐβλάπτετο τὸ Εὐαγγέλιον, πάντων ἢν ταπεινότερος· ἔνθα δὲ ἐκ τῆς ταπεινοφροσύνης ἑώρα τινὰς ἀδικουμένους, οὐκέτι κέχρηται τῷ αὐτῷ πλεονεκτήματι· τοῦτο γὰρ λοιπὸν οὐκ ἦν ταπεινοφρονεῖν, ἀλλὰ λυμαίνεσθαι
καὶ διαφθείρειν τοὺς μαθητευομένους.
οὕτως· “ ἐγένετο τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ὅτε ἐν τῷ ἱερῷ ἡγνί- “ σατο καὶ ἔθυσε· καὶ περιτεμὼν Τιμόθεον Ἰουδαίοις πέπομφε δι- “ δάσκαλον, διὰ περιτομῆς τὴν περιτομὴν ἀναιρῶν· διὸ οὐκ εἶπεν “ Ἰουδαῖος, ἀλλ’ ὡς Ἰουδαῖος· τοῖς ἀνόμοις ὡς ἄνομος, ὅτε Ἀθηναίοις “ δημηγορῶν, οὐκ ἀπὸ προφητῶν οὐδὲ ἀπὸ τοῦ νόμου διελέχθη, ἀλλὰ
“ ἀπὸ βώμου τὴν παραίνεσιν ἐποιήσατο· ἀπὸ τῶν οἰκείων αὐτοὺς “ χειρούμενος δογμάτων· διὸ οὐκ εἶπεν ἄνομος, ἀλλ’ ὡς ἄνομος.”
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.