ΚΕΦ. Γ.
εἰς τοὺς πιστεύσαντας.
ἡμᾶς, καὶ τὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων κράτος κατέλυσε. Διὰ τοῦτο μέχρι τῆς Πεντηκοστῆς εἰς γῆν οὐ κλινόμεθα προσευχόμενοι καὶ κατὰ τῶν ἐχθρῶν ἡμῶν ψάλλοντες· αὐτοὶ συνεπο- “δίσθησαν καὶ ἔπεσον· ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνορθώθημεν·” ἐν δὲ πυρίναις γλώσσαις τοῦ Πνεύματος θεοπρεπῶς ἐπιφανέντος ἡμῖν,
γόνυ κάμπτομεν, τὴν θέαν οὐ φέροντες, καὶ δηλοῦντες ὅτι διὰ τοῦ Πνεύματος τὴν ἐν τριάδι τελείαν προσκύνησιν μεμαθήκαμεν· “Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύ- “ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
νόμος, Θεοῦ φανέντος καὶ νομοθετήσαντος, καὶ Μωϋσεως τὰς πλάκας δεξαμένου. Ἔδει οὖν καθ’ ἣν ἡμέραν ἐδόθη ὁ παλαιὸς νόμος, κατ’ αὐτὴν δοθῆναι καὶ τὴν τοῦ Πνεύματος χάριν. ἵνα καὶ ἡ αὐθεντεία τοῦ Πνεύματος δειχθῇ, καὶ Θεοῦ ἐπιφάνεια ἑρμηνευθῇ· καὶ δείχθη ἀδιαίρετος ἡ φύσις τῆς θεικῆς ὑποστάσεως ἐν παλαίᾳ καὶ νέᾳ, καὶ διαφόροις
χρόνοις μίαν ἐργαζομένη τὴν συμφωνίαν τῶν θείων λόγων. Ὥσπερ γὰρ ὁ Σωτῆρ’ μέλλων ἐπιτελεῖν τὸ ἅγιον πάθος οὐκ ἠνέσχετο ἄλλῳ καιρῷ ἑαυτὸν ἐκδοῦναι τῷ πάθει, ἀλλὰ καθ’ ὃν καιρὸν ἐθύετο τὸ πρόβατον, ἵνα αὐτῷ τῷ τύπῳ συνάψῃ τὴν ἀλήθειαν· οὕτως καὶ ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις οὐκ ἠνέσχετο ἄλλῳ καιρῷ
δοθῆναι, ἣ καθ’ ὃν καιρὸν ἐδόθη νόμος· ἵνα δειχθῇ ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον καὶ τότε ἐνομοθέτησε, καὶ νῦν νομοθετεῖ.
ἠχοῦς. Καὶ ἐκεῖ μὲν ὡς ἐν ἀστραπῇ ἀεὶ τὸ πῦρ αὐτοὺς παρετρεχεν· ἐνταῦθα δὲ αἱ τοῦ πυρὸς γλῶσσαι τοῖς Ἀποστόλοις ἐπεκαθέστησαν, καὶ παραχρῆμα πλήρης ἦσαν τοῦ Πνεύματος, τὰ θεῖα πλημμυροῦντες νάματα· καὶ ἐγκαθημένην ἔχοντες, οὐ παροδεύουσαν τὴν φλόγα τῆς χάριτος καὶ τὰς γλώσσας αὐτῶν πρὸ πᾶν
εἶδος διαλέκτου στομώσασας· οὐ σκότῳ καὶ γνόφῳ καλυπτομένην, ἀλλ’ ὥρᾳ τρίτῃ τῆς ἡμέρας ἐκλάμπουσαν· καὶ τοῦτο εἰς ἔνδειξιν τοῦ διὰ τῆς τοῦ Ἁγίου Πνεύματος ἐνδημίας πεφανερῶσθαι λαμπρῶς ὡς ἐν ἡμέρᾳ τὸ τῆς τριάδος μυστήριον.
πρὸς φυλακὴν τῶν ἐντολῶν, ἐπιστρέφοντα τοὺς ἀκούοντας, καὶ ἐκ μέσου τοῦ πυρὸς ὁ Θεὸς ἐχρημάτιζεν, οὕτω καὶ μετὰ τὴν τοῦ δεσπότου καὶ Σωτῆρος ἡμῶν ἀνάστασιν ἐν πυρὶ τὸ Πνεῦμα τὸ Ἅγιον τοῖς Ἀποστόλοις κατήρχετο, βιαίας πνοῆς προηγουμένης, ἵνα εἷς ὁ Θεὸς ἐν ἀμφοτέραις ταῖς διαθήκαις γνωσθῇ· εἰ καὶ πολὺ τῆς δευτέρας τὸ
πρὸς τὴν προτέραν διάφορον ἡ μὲν γὰρ τυπικοῖς ἐχρῆτο προστάγμασιν· ἡ δὲ ταῖς ἀληθέσιν ἐλλάμψεσι θαύμασι τε καὶ δόγμασιν.
οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ τούτου φρικωδέστερον, “καὶ ὤφθησαν “αὐτοῖς,” φησὶ, “διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός.”
ὅρα δὲ καὶ ἐκείνους πρώτους δειχθέντας ἀξίους· καὶ τότε Πνεύματος καταξιωθέντας· οἷον οἷον ὥσπερ δαβὶς, ἅπερ ἐν ταῖς ποίμναις εἰργάζετο, ταῦτα καὶ μετὰ τὴν νίκην καὶ τὸ τρόπαιον, ἵνα δειχθῇ αὐτοῦ γυμνὴ ἡ πίστις· καὶ πάλιν τὸν Μωσέα καταφρονοῦντα βασιλείων καὶ πάντα ἀφιέντα, καὶ μετὰ τεσσαράκοντα ἔτη δημαγωγίας
ἁπτόμενον· τὸν Σαμουὴλ ἐν τῷ ναῷ· τὸν Ἐλισσαῖον πάντα ἀφιέντα· τὸν Ἰεζεκιὴλ πάλιν ἐκ τῶν μετὰ ταῦτα δῆλον· οὕτω δὴ καὶ οὗτοι πάντα εἴασαν τὰ ἑαυτῶν.
λόγος σοφίας καὶ γνώσεως, τετύχηκε τοῦ προκειμένου χαρίσματος, ὡς εὐχαρίστως εἰπεῖν· “Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ “γνῶναι ἡνίκα δεῖ εἰπεῖν.“
ἐντριβῆ τε καὶ ἐν ἔθει τῶν τοιούτων ἐχόντων τινῶν· δεδόσθαι γε μὴν ὁ θεσπέσιος Παῦλος τοῖς τότε τὴν χάριν διισχυρίζεται τὸ γλώσσαις λαλεῖν, οὐχ ὡς μοῖρα χαρίσματος, ἀλλ’ ὡς ἐν τάξει σημείου τοῖς πιστοῖς· καὶ δὴ καὶ προτρεπτικὸν παρετίθει λόγιον οὕτως ἔχον· “ὅτι “ἐν ἑτερογλώσσοις καὶ ἑτεροχείλεσι λαλήσω τῷ λαῷ n τούτῳ,
“καὶ οὐδ’ οὕτως πιστεύσουσιν·” ἔνειμε διαφόρως τὸ Πνεῦμα τὴν τῶν χαρισμάτων διανομήν· ἵνα ὥσπερ, φησὶ, τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς σῶμα συνέστηκεν ἐκ μορίων, οὕτω καὶ ὁ Χριστὸς, ἤτοι τὸ σῶμα αὐτοῦ, τουτέστιν ἡ ἐκκλησία, διὰ πολλῆς ἁγίων πληθύος εἰς ἑνότητα τὴν νοητὴν, τελειοτάτην ἔχει τὴν σύστασιν.
Καὶ μετ’ ὀλίγα—ὅτε τοίνυν ἔμελλον οἱ τῆς ὑφ’ ἡλίῳ μυσταγωγοὶ γλώσσῃ τε ἁπάσῃ καὶ ἔθνει παντὶ προσλαλεῖν τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, σημεῖον ἐδίδου τὰς γλώσσας αὐτοῖς. Ἄνδρες ὄντες Γαλιλαοι καὶ τεθραμμένοι κατὰ τὴν Ἰου 4 δαίαν, Ἑβραῖοι τὲ καὶ ἐξ Ἑβραίων, Μήδοις τὲ καὶ Πάρθοις, καὶ μέντοι καὶ Ἐλαμίταις, καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τὲ καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσσαις· καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῆ τοῦ Πνεύματος ἐνεργείᾳ καὶ χάριτι· γέγραπται γὰρ, ὡς ὤφθησαν αὐτοῖς διαμε-
ριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς” καὶ τὰ ἑξῆς. ἀλλὰ τρόπος μὲν οἰκονομίας τὸ δρώμενον ἦν· συνίσταν δὲ οὐ πάντες. ἐπειδὴ δὲ ἅπαξ ταῖς ἑτέρων γλώσσαις ἐλάλουν, ἐπίδειξιν ὧσπέρ τινα τὴν διὰ τοῦ Πνεύματος ποιούμενοι χάριν, καὶ φιλοκομπίας ἀφορμὴν δεχόμενοι τὸ σημεῖον, ῥάθυμοι μὲν ἦσαν τὸ δεῖν τοῖς ὄχλοις τὰ ἐκ τῶν ἁγίων
προφητῶν διαλέγεσθαι, καὶ τοῖς εὐαγγελικοῖς συναγορεύειν δόγμασιν· ὡς ἄνωθέν τε καὶ ἐκ πολλοῦ προκεκηρυγμένου· ἀποσεμνυνόμενοι δὲ ὡς ἐπὶ μόνῳ τῷ δύνασθαι γλώσσαις λαλεῖν, τούτου τε καὶ μόνου μεταποιεῖσθαι δεῖν ᾤοντο· καὶ τὸ πρᾶγμα ἦν ἐν σπουδαῖς ταῖς προυργιαιτάταις.
διάφορον· καθεζομέναις δὲ, διὰ τὸ βασιλικὸν, καὶ τὴν ἐπὶ τοῖς ἁγίοις ἀνάπαυσιν· ἐπεὶ καὶ Θεοῦ θρόνος τὰ χερουβίμ· ἐν ὑπερῴῳ δὲ, εἰ μή τῳ περιεργότερος εἶναι δοκῶ τοῦ δέοντος, διὰ τὴν ἀνάβασιν τῶν δεξομένων καὶ τὴν χαμόθεν ἔπαρσιν· ἐπεὶ καὶ ὕδασι θείοις ὑπερῷά τινα στεγάζονται, δι’ ὧν ὑμνεῖται Θεός· καὶ Ἰησοῦς αὐτὸς ἐν ὑπερῴῳ
τοῦ μυστηρίου κοινωνεῖ τοῖς τὰ ὑψηλότερα τελουμένοις· ἵν ἐκεῖ παραδειχθῇ, ὅτι τὸ μέν τι καταβῆναι δεῖ Θεὸν πρὸς ἡμᾶς, ὃ καὶ πρότερον ἐπὶ Μώσεως οἶδα γινόμενον· τὸ δὲ ἡμᾶς ἀναβῆναι, καὶ οὕτω γενέσθαι κοινωνίαν Θεοῦ πρὸς ἀνθρώπους, τῆς ἀξίας συγκιρναμένης· ἕως δ' ἃν ἑκάτερον ἐπὶ τῆς ἰδίας μένῃ, μὲν περιωπῆς, τὸ
δὲ ταπεινώσεως ἄμικτος ἡ ἀγαθότης· καὶ τὸ φιλάνθρωπον ἀκοινώνητον· καὶ χάσμα μέγα ἐν μέσῳ καὶ ἀδιάβατον· οὐ τὸν πλούσιον τοῦ Λαζάρα μόνον καὶ τῶν ὀρεκτῶν Ἀβραὰμ κόλπων διεῖργον, τὴν δὲ γενητὴν φύσιν καὶ ῥέουσαν, τῆς ἀγεννήτου καὶ ἑστηκυίας.
τοῦ Πνεύματος πρόδρομον εἰς φόβον ἐγεῖρον τοὺς ἀποστόλους o; τὸ πῦρ ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφάνεια· καὶ ἵνα μὴ εἰς ὕβριν ἐκλάβοις τότε τὴν ἁγίαν καὶ προσκυνητὴν φύσιν πυρὸς ὄψει φανεῖσαν, ἑρμηνεύει τὰ νέα τὰ διὰ Μωϋσέως γινόμενα. λέγει Μωϋσῆς “καὶ “ἦν τὸ ἕδος τοῦ Θεοῦ Ἰσρα(??)λ ἐν τῷ ὄρει Σινᾶ ὡς πῦρ καιόμενον.”
ὅρα καὶ τὴν λέξιν συμφωνοῦσαν, ἐκείνη ἡ δόξα τοῦ Ἰσραὴλ ὡς πῦρ· οὐκ εἰπεν πῦρ, ἀλλ’ ὡς πῦρ· καὶ ᾧδε ὤφθησαν γλῶσσαι, ὡσεὶ πυρὸς διαμεριζόμεναι πρόσεχε, παρακαλῶ, τὸν τρόπον πῶς ἐγένετο οὐκ ἐφάνησαν εὐθέως γλῶσσαι, ἁλλὰ πῦρ πολύ· εἶτα ὥσπερ κατεμένετο τὸ πῦρ καὶ διεμερίζετο εἰς γλῶσσαν. τίνος μερίζοντος;
τίνος μεριζομένου; οὐχ ἡ φύσις τοῦ Πνεύματος ἐμερίζετο, ἀλλ’ ἦν τὸ μερίζον τὸ Πνεῦμα, τὸ δὲ μεριζόμενον ἡ δωρεὰ τοῦ Πνεύματος· τὸ γὰρ Πνεῦμα οὐ διαιρεῖται, ἀλλὰ διαιρεῖ. ὤφθησαν διαμε- "ριζόμεναι ὡσεὶ πυρός· διατὶ γλῶσσαι; ἐπειδὴ κηρύγματος ἦν ἡ σταύρωσις, ἵνα τὸ σχῆμα ἑρμηνεύσῃ τὴν ἐνέργειαν· ὅτι ὑπὲρ ἄλλου
τινὸς οὐ δίδοται τὸ Πνεῦμα ἐν εἴδει γλωσσῶν, ἀλλ’ ὑπὲρ τοῦ τὸ κήρυγμα ἀνθῇ οὖν τῆς ἀποστολικῆς διδασκαλίας· καὶ ἃ ἔλιπε τῆ φύσει τῶν ἁλιέων διὰ τὴν ἀπαιδευσίαν, ταῦτα δοθῆναι δι’ αὐτῶν· ἵνα παρ’ αὐτῶν λαλούμενα διαφόροις γλώσσαις, καὶ ὑπερβολὴν δωρεᾶς ἔχοντα, φωτίζῃ τοὺς ἀκούοντας, Ἔδει δὲ καὶ πυρὸς ἔχειν
δύναμιν, εἰς τὸ ἀναλῶσαι πᾶσαν τὴν ἐν τῷ κόσμῳ ὑλομανοῦσαν ἁμαρτίαν· καὶ ὥσπερ τὸ πῦρ ἔχει τὴν φωτιστικὴν καὶ καυστικὴν δύναμιν, οὕτως ὁ λόγος τῶν Ἀποστόλων καὶ ἐφώτιζε τοὺς πιστεύοντας καὶ ἀνήλισκε τοὺς ἀντιλέγοντας. τοιαύτην εἶχεν γλῶσσαν πυρὸς Παῦλος· ἦρ κατὰ τὸ αὐτὸ καὶ τὸν ἀνθύπατον ἐφώτισεν καὶ
Ἐλύμων τὸν μάγον ἐτύφλωσεν· τῇ αὐτῇ δυνάμει κἀκεῖνον φωτίσας, καὶ τοῦτον τυφλώσας.
νοῆν συνήρμοσεν·
μυσταγωγήσαντι· διὰ δὲ τῶν γλωσσῶν, ὡς q σύγγενές ἐστι καὶ οὐκ ἀλλότριον τῆς τοῦ Υἱοῦ καὶ Λόγου θεότητος· γλῶσσα γὰρ καὶ λόγος πολλὴν ἔχει πρὸς ἄλληλα τὴν ἐγγύτητα, καὶ τὰ τοῦ νοῦ κινήματα διαγγέλλουσιν.
τοῦτο διὰ γλωσσῶν ἐπὶ τοῦ παρόντος πάλιν ἐπισυνήγαγε πάντας ἔπι τὸ αὐτὸ.
μετ’ οὐ πολλὰς ἡμέρας ἐπελεύσεσθαι ἐπ’ αὐτοὺς τὸ Πνεῦμα τὸ Ἅγιον. μετὰ δέκα ἡμέρας τοῦ ταῦτα λεχθῆναι, συμπληρωθείσης τῆς Πεντηκοστῆς ἡμέρας παρέσχεν δαψιλῶς αὐτοῖς τὸ Πνεῦμα· ὡς πληθῆναι αὐτοῦ ἕκαστον τῶν Ἀποστόλων καὶ τῶν ὄντων μετ’ αὐτῶν ἐν τῷ ὑπερῴῳ, ἔνθα ἦσαν κατιόντος τοῦ Πνεύματος· ὤφθησαν
γλῶσσαι ὡσεὶ πυρὸς, αἳ καὶ ἐκάθισαν ἐπὶ ἕκαστον αὐτῶν· σημαίνει δὲ ἡ γλῶσσα ἡ πυρίνη τὸν εὐκίνητον καὶ διάπυρον λόγον κατὰ τὸ ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου· πᾶς οὖν ᾧ δίδοται λόγος σοφίας καὶ γνώσεως, τετύχηκε τοῦ προκειμένου χαρίσματος· ὡς εὐχάριστος εἶπεν, “Κύριος δίδωσι μοι γλῶσσαν παιδείας, τοῦ
“γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον.
καὶ ἐκ τοῦ ἰδίου στόματος προφέρειν, ἃ μὴ εἶχον· ἀλλ’ ὥσπερ εἰς οὐρανὸν τὰ ὕδατα λαμβανόμενα τὰς κορυφὰς τῶν ὀρέων καταλαμβάνουσι, καὶ ἀπὸ τῶν ὑψωμάτων ἐπὶ τὰς φάραγγας καταφέρονται, οὕτως τὴν κορυφὴν ὡς ὄρος καταλαμβάνουσα ἡ τοῦ Πνεύματος χάρις, ἐπχωρήγησε λοιπὸν ἀπὸ τῆς κορυφῆς τῷ ἐγκεφάῳ·
εἶτα τῷ στόματι καὶ τῇ καρδίᾳ, καὶ ὅλον δι’ ὅλου τὸν ἄνθρωπον ἐπλήρωσεν ἀπὸ τῆς κεφαλῆς. Διατὶ δὲ πάλιν ἐπὶ τὴν κεφαλήν; ἐπειδὴ οἱ Ἀπόστολοι ἐχειροτονοῦντο τῆς οἰκουμένης διδάσκαλοι· χειροτονία δὲ ἄλλως οὐ γίνεται, εἰ μὴ ἐν τῇ κεφαλῇ· ὑπὸ γὰρ τοῦ Σωτῆρος εἰ καὶ προεχειρίσθησαν Ἀπόστολοι, ἀλλ’ οὐ
τῆς οἰκουμένης· τὴν Ἰουδαίαν δὲ μόνην ἐπιστεύθησαν· ὅθεν παρήγγειλεν αὐτοῖς ὁ Σωτῆρ’· “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς “πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ “πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.” τὸ δὲ Πνεῦμα τὸ Ἅγιον ἐπιδημῆσαν χειροτονεῖ αὐτοὺς Ἀποστόλους τῆς οἰκουμένης,
πάντων τῶν ἐθνῶν· καὶ εἰ μὴ ἐδέξαντο τοῦ Πνεύματος τὴν χάριν, οὐκ ἂν ἐνεχειρίσθησαν τὴν ἀποστολὴν τοῦ κόσμου. μαρτυρεῖ τούτοις τοῖς ῥήμασιν αὐτὸς ὁ δεσπότης· “καὶ λήψεσθε δύναμιν ἐπελθόν- “τος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες “ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ
“ἕως ἐσχάτου τῆς γῆς·” τὴν μὲν γὰρ ἀπαρχὴν παρὰ τοῦ Σωτῆρος ἔλαβον, τὸ δὲ τέλος παρὰ τοῦ Πνεύματος· ἀνώτερον οὖν τὸ Πνεῦμα τοῦ Υἱοῦ; οὐ· ἀλλ’ ὥσπερ ὁ Πατὴρ τὰ μείζονα τῷ Υἱῷ δεδωκὼς, ἑαυτὸν οὐκ ἐλαττοῖ· οὕτω καὶ ὁ Υἱὸς τῷ Πνεύματι παραχωρῶν τὰ μείζονα, τὴν ἑαυτοῦ δόξαν οὐκ ἐλαττοῖ· τοῦ Ἁγίου Πνεύματος ἐπι-
φοιτήσαντος προεχειρίσθησαν οἱ Ἀπόστολοι τῆς οἰκουμένης· τὸ γὰρ τὰς γλώσσας ἐπὶ τῶν κεφαλῶν φανῆναι, δείκνυσι χειροτονίας σχῆμα· πῶς ὑπὲρ κεφαλῆς τίθεται ἡ χειροτονία διὰ τὴν τῶν ἀναγκαίων καὶ ἐκκλησιαστικῶν πραγμάτων p ἀκολουθίαν. ὅρα γὰρ ὅτι ἐντεῦθεν καὶ ἕως νῦν ἐκράτησε τὸ πρᾶγμα. ἐπειδὴ γὰρ ἀόρατος
ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις, ἀπὸ τῆς τοῦ Ἁγίου Πνεύματος διδασκαλίας ὁ νόμος εὕρηται τοῦ εὐαγγελίου· ἐπιτίθεται τῇ κεφαλῇ τοῦ μέλλοντος χειροτονεῖσθαι τὸ εὐαγγέλιον· καὶ ὅτ’ ἂν ἐπιτεθῇ, οὐδὲν ἄλλο ἔστιν ἰδεῖν ἢ γλῶσσαν πυρὸς ἐπικειμένην τῇ κεφαλῇ· γλῶσσαν, διὰ τὸ κήρυγμα· πυρὸς, διὰ τὸν λέγοντα· “πῦρ ἦλθον
“βαλεῖν q ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη;““ἐκάθισεν “ἐφ' ἕνα ἕκαστον αὐτῶν·” οὐκ εἶπεν ἐδράσθη· οὐκ εἶπεν κατήντησεν, ἀλλ’ ἐκάθισεν· ἵνα δείξῃ ὅτι πᾶς ἀνὴρ δουλεύων Θεῷ καὶ δεχόμενος λειτουργίαν, θρόνος ἐστιν Θεοῦ. οὐκ εἶπεν ἐπεπόλευσεν ἑκάστῳ, ἀλλ’ ἐκάθισεν ἐπάνω· καὶ ἦν Πέτρου ἡ κεφαλὴ θρόνος τοῦ Ἁγίου
Πνεύματος, καὶ Ἀνδρέου καὶ ἑκάστου αὐτῶν· ὁμοίως ἦν ἰδεῖν ἐπικαθήμενον αὐτοῖς τὸ πῦρ· καὶ ἐννοῆσαι φύσιν, ὄψει μὲν ἕτερα δεικνύουσαν, τῇ δὲ ἐνεργείᾳ ἄλλα παριστῶσαν.
τὰ πάλαι διὰ νόμου καὶ προφητῶν ἐπὶ Χριστῷ προαπηγγελμένα πρὸς πέρας ἥκει λοιπόν· οὐκ οὖν προεφήτευον ἁπάσῃ γλώσσῃ 8 λαλοῦντες· προαναφωνοῦντος Θεοῦ διὰ φωνῆς ἁγίων καὶ τοῦτο· γέγραπται γὰρ “ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις “λαλήσω τῶ λαὼ τούτω, καὶ οὐδ’ οὕτως πιστεύσωσιν.” τοῦτό σοι συνεὶς καὶ ὁ θεσπέσιος Παῦλος εἰς σημεῖον δεδόσθαι τοῖς Ἰουδαίοις ἐφ’ ἑκάστην πολυγλωσσίαν τὴν ἀπαρχὴν ἤτοι τὸ γένος.
λαλοῦντι· οὔτε μαρτυρῆσαι ἔστιν ἀνδρὶ, μὴ ὑπὸ Πνεύματος Ἁγίου χωρηγουένῳ· “καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι·” οὐ γὰρ ἐξ ἑαυτῶν ἐφθέγγετο, ἀλλ’ ἀπὸ τοῦ Ἁγίου Πνεύματος. λοιπὸν ἡ τοῦ Θεοῦ χάρις ᾠκονόμησεν ἀπαρχῆς τοῖς Ἀποστόλοις ἔμπρακτον εἶναι τὸν λόγον· τίς γὰρ χρεία ἠν κηρύκων, τῶν ἀκουόντων
οὐκ ὄντων; τίς γὰρ χρεία σπόρου, τῆς γῆς μὴ ἀνανεωθείσης; ἐπεὶ οὖν ἐχρῆν τὴν ἀπαρχὴν τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προοιμίων τάξιν λαβεῖν, ἐπάγει ὁ συγγραφεὺς “καὶ ἤρξαντο λαλεῖν καὶ τὰ ἑξῆς.
Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
πολλάκις εἰς ἕνα ἄνθρωπον ἤεσαν· καὶ ὁ αὐτὸς καὶ τῇ Περσῶν καὶ τῇ Ῥωμαίων καὶ τῇ Ἰνδῶν καὶ ταῖς πολλαῖς διελέγετο γλωσσαῖς, τοῦ Πνεύματος ἐνηχοῦντος αὐτῷ· καὶ τὸ χάρισμα ἐκαλεῖτο u χάρισμα γλωσσῶν, ἐπειδὴ πολλαῖς ἀθρόον ἠδύνατο λαλεῖν φω- ναῖς.
“χεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·” καὶ τὸ “οἱ πάν- “τες τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστῦ.” καὶ τὸ, “οὐκ “ἔστι δίκαιος οὐδὲ εἷς·” ἀπὸ τοῦ καθόλου τοὺς πολλοὺς σημαίνουσα.
ἑβδομήκοντα, τινὰ ἔθνη ἐτύγχανεν ἐν τῇ Ἱερουσαλήμ· φέρε ἀπὸ τούτων εἴκοσιν οἱ ὄντες εὐλαβεῖς Ἰουδαῖοι ἐν τῇ Ἱερουσαλὴμ ελάλουν τὰ μεγαλεῖα τοῦ Θεοῦ· ὡς τὸ ἀπὸ παντὸς ἔθνους μὴ καθάπαξ εἰρῆσθαι, ἀλλὰ τοῦ ὄντος ἐν τῇ Ἱερουσαλήμ. ἐὰν δὲ ἔθνη εἴκοσιν ὑποθώμεθα ἐν τῇ Ἱερουσαλὴμ εἶναι, μὴ νομιζέτω τις ἐξ ὁλοκλήρου
τὰ εἴκοσιν ἔθνη εἶναι ἐν τῇ Ἱερουσαλήμ· ἀλλ’ ἀπὸ τούτων τινὰς ἀνθρώπους· συμφώνως τούτους νοῆσαι σπουδαστέον, καὶ τὴν προφητείαν τοῦ Ἰωὴλ τὴν ἐκ προσώπου τοῦ Θεοῦ λέγουσαν “ἐκχεῶ “ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,” ἀλλὰ τὴν παρεακευασμένην δέξασθαι τὸ Πνεῦμα δίδοσθαι αὐτὸ ῥητέον.
ἐκ τοῦ οὐρανοῦ φωνὴ, ἵνα καὶ ἐκ τοῦ γενομένου συναχθῇ τὸ πλῆθος· οἶδας δὲ τῶν ἀνθρώπων τὸ φιλοπράγον u, ὅτι οὐκ ἀνέχεται ὁ ἄνθρωπος μὴ ἐρωτῆσαι· σεισμός ἐστιν; ἄνεμός ἐστι; Θεὸς ᾠκονόμησε τοῦτο· εἶτα λέγουσιν οὐ. ἀλλ’ οἱ μαθηταὶ τοῦ σταυρωθέντος Πνεῦμα Ἄγ’ ἴον ἔλαβον· ἤρξαντο πάντες οὐχ ὡς φίλοι τέως,
ἀλλ’ ὡς θεωροὶ τοῦ ξένου θεάματος ἑστάναι· “ γενομένης “τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθη” διὰ τὸν φόβον· καὶ ἵνα δείξῃ ὅτι τὴν σύγχυσιν εἰργάσατο ὁ φόβος, καὶ τὸ ξένον τοῦ θεάματος, λέγει, συνεχύθησαν τῷ φόβῳ· ἔστιν οὖν σύγχυσις κατάστασιν ἐργαζομένη· ὅταν συγχέῃ σε φόβος Θεοῦ, εἰς κατάνυξιν
φέρει· συνεχύθης διὰ τὴν συνείδησιν τῶν ἁμαρτημάτων· κατέστης διὰ τὴν ἐλπίδα τῆς μετανοίας.
εἰπεῖν τοσαῦτα λέγουσιν “ὅτι γλεύκους μεμεστωμένοι εἰσίν.” “οὐκ ἰδού,” φησι, “πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι.” καὶ γὰρ τοῦτο ὡμολόγητο· οὕτως αὐτοὺς ἐποίησεν ὁ ἦχος· τὸ γὰρ πλέον τῆς οἰκουμένης κατέλαβε· τοῦτο ἐνεύρου τοὺς Ἀποστόλους.
πρὸς ἀλλήλους λέγοντες πάντες οἱ ἐξ ἐθνῶν· “οὐκ ἰδοὺ πάντες οἱ “λαλοῦντες εἰσὶ Γαλιλαῖοι;” ἐγνωρίζοντο γὰρ καὶ ἀπὸ τοῦ Σωτῆρος καὶ ἀπὸ τῆς λαλιᾶς τῆς πρώτης. Καὶ μετ’ ὀλίγα—δεκάπεντε 10 δὲ γλωσσῶν ἔλαβον τέως χαρίσματα, ὅσον πρὸς τοὺς παρόντας· τίς γὰρ ἢν χρεία Περσικῆς γλώττης, μὴ παρόντων Περσῶν; ἀλλ’ ὥσπερ ἐν τοῖς πολέμοις πᾶσα μηχανὴ κατασκευάζεται καὶ πᾶσα μαγγανεία, ἕκαστον δὲ τούτων ἐνεργεῖ πρὸς τὴν χρείαν καὶ τὴν ἀναγκὴν τὴν καταλαβοῦσαν, οὕτως τοσαῦται γλῶσσαι ἐφάνησαν
τότε, ὅσαι ἦσαν καὶ τῶν ἐθνῶν ἀπαρχαί. Διατὶ δὲ δεκαπέντε γλωσσῶν ἀπαρχαί; ἵνα καὶ ἡ ἐνέργεια τῆς τριάδος φανῇ· καὶ ὑπηρέται οἱ δώδεκα· καὶ πρόσεχε, παρακαλῶ, ἐν τῇ τῶν θαυμάτων φανερώσει συνεισῆγον οἱ Ἀπόστολοι, καὶ τὸ κήρυγμα τὸ εὐτελὲς τοῦ σταυροῦ· ἵνα ἀπὸ τοῦ φαινομένου ἐνδόξου ἀναιρεθῇ μὲν τὰ τῆς
εὐτελοῦς ὑπονοίας, ὑποφαίνηται δὲ κατὰ μέρος καὶ οἰκονομῆται ἡ τοῦ σταυροῦ χάρις· καὶ τὰ γινόμενα ἀντιμαρτυρήσῃ ταῖς τῶν πολλῶν ὑπονοίαις· ὅτι ἄλλο τὸ νομιζόμενον, καὶ ἄλλο τὸ ἐνεργοῦν· οἷον ἐλάλουν οἱ Ἀπόστολοι ταύτην τὴν χάριν, ἣν ἐλάβομεν διὰ τὸν παθόντα τὸν σταυρωθέντα, τὸν οὐρανοῦ δεσπότην· καὶ οὐκ ἐδόκουν
ἐναντία λέγειν· αὕτη γὰρ ἡ γλῶσσα παροῦσα, ἔλυε τὴν ὑποψίαν καὶ ἐβεβαίου τὸ κήρυγμα. Ἐλάλουν οὖν τὰ μεγαλεῖα τοῦ Θεοῦ· ἢν ἰδεῖν τὸν Γαλιλαῖον Πέτρον Ῥωμαϊστὶ λαλοῦντα, γλῶσσαν οὐκ ἔμαθεν· ἵνα πληρωθῇ καὶ τὸ ἀρχαῖον ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου, “γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν. οἰκονομεῖ δὲ τὸ
Πνεῦμα τὸ Ἅγιον, ἵνα μὴ ᾖ στάσις ἐν τοῖς Ἀποστόλοις, τὸ ποῦ δεῖ ἕκαστον ἀπελθεῖν· καὶ δίδοται ἑκάστῳ γλῶσσα καθάπερ κανών· ΡωμαΪστὶ λαλεῖς, ἄπελθε εἰς τὴν Ῥώμην· Περσιστὶ λαλεῖς, ἄπελθε εἰς τὴν Πέρσιδα. καὶ ὥσπερ ἡ χειροτονία ἡ ἱερατικὴ μηνύει τῳ χειροτονουμένῳ τὸ ἀξίωμα, εἶτε διάκονος, εἴτε πρεσβύτερος,
εἴτε Ἐπίσκοπος· καὶ οὐ δύναται ἐκφωνηθεῖσαν αὐτῷ κήρυξιν ἁρπάσαι ἑαυτῷ ἄλλο ἀξίωμα, οὕτως καὶ οἱ Ἀπόστολοι ἐκ τῆς γλώσσης ἔλαβον τὸν κανόνα. ἀλλ’ ἐπειδὴ πάλιν ἐχρῆν αὐτοὺς ἐν ὅσῳ ἀπήεσαν ἐς τὴν Ῥώμην, διέρχεσθαι διὰ πολλῶν ἐθνῶν, ἐλάμβανον ὥσπερ x βοηθοὺς ἄλλας γλώσσας· τὴν πρώτην ἀπὸ χειροτονίας
ἔχοντες. Εὑρίσκεται γὰρ ἕκαστος τῶν Ἀποστόλων καὶ γλώσσαις λαλῶν· ἐπειδὴ καὶ διὰ πολλῶν παρῄεσαν ἐθνῶν, ὡς λέγει Παῦλος· “εὐχαριστῶ τῷ Θεῷ πάντων ὑμῶν γλώσσαις λαλῶ· ἐλάλησε Ῥωμαϊστὶ Πέτρος, καὶ ἐκηρύττετο αὐτῷ ἡ τῶν Ῥωμαίων x Sic Cod. corr. rec. m. in marg. ὡς παραβοηθούς. ἀρχή· καὶ ἦν κανὼν καὶ ὅρος, ὅτι σοι ἀφώρισται· οὗτος ἐξέλθοι εἰς τὴν ἀνατολήν· οὗτος εἰς τὴν δύσιν, καὶ καταλαμπέτω τὰ ἑσπέρια μέρη· οὗτος τὰ βόρεια· οὗτος τὰ νότια· καὶ ἐσκορπίζοντο οἱ κήρυκες ὡς ἀστραπαὶ ἀθρόως πηδῶσαι, καθὼς εἴρηται περὶ αὐτῶν διὰ τῆς προφητικῆς γλώσσης· “ἔφαναν αἱ ἀστραπαὶ σου τῇ αὐτῶν-
“μένῃ· εἰδε καὶ ἐσαλεύθη ἡ γῆ·” καὶ μὴν ἀστραπὴ οὐ σαλεύει γῆν, ἀλλὰ σεισμός· ἀλλ’ ἐπειδὴ τὸ κήρυγμα τῶν Ἀποστόλων ἠλευθέρωσε τὰ ἔθνη ὡς πρὸς καινοτομίαν ἀγανακτοῦντα· “εἶδε καὶ “ἐσαλεύθη ἡ γῆ·” καὶ πῶς ἐσαλεύετο; ὅτε εἰσῆλθε Παῦλος εἰς Μακεδονίαν, ἐσαλεύθη ἡ γῆ· ἤρξαντο γὰρ οἱ Ἕλληνες λέγειν, ὅτι
“οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι· ταῦτα δὲ τύπος ἡμῖν ἐγένετο· ἵνα μηδέποτε ἀκούων ὕβρεως λόγον λυπηθῇς· οὐδὲν γὰρ λέγεται ξένον, οἱ οἰκοφθόροι, οἱ Χριστιανοὶ, οἱ ἀνασεισταί· ταῦτα περὶ τῶν φωστήρων ἐκείνων ἐλέχθη· γλεύκους “μεμεστωμένοι εἰσίν·” οὐ λείπει φθόνος τῇ ἀρετῇ· οὐ λείπει τῇ
τοῦ Θεοῦ διδασκαλία ἡ τῶν κακῶν βάσανος.
εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν
ἕκαστος τῆ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ἧ ἐγεννήθημεν· Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν
Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον
καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες
Ῥωμαῖοι, τε καὶ προσήλυτοι, κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις
γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ; ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· τί τοῦτο θέλει εἶναι;
τοιοῦτον· ὅρα εὐγνωμοσύνην ἀνθρώπων.
οὐσαν τρίτην τῆς ἡμέρας, τῶν τε τολμημένων εἰς τὸν ἐσταυρώμενον· ὧν ἕνεκεν ἐτόλμησεν ἃν οὐδαμῶς εἰς μέσον τι προσθεῖναι τοῖς διαχειρισαμένοις τὸν Κύριον, εἰ μὴ τὴν ἐξουσίαν εἰλήφει τοῦ φανερωθέντος Πνεύματος κατὰ τὴν ἐπαγγελίαν τοῦ Χριστοῦ, ἐπαγγειλαμένου αὐτοῖς ἐρωτήσασι τὰ περὶ τῆς βασιλείας τοῦ Ἰσραὴν, ὅτι
“λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς·” διὸ παρρησιέστερον ἀρξάμενος αὐτοὺς καλεῖ ἵστορας τῶν τετολμημένων.
Πεντηκοστῇ πόθεν γλεῦκος; γλεῦκος γὰρ λέγεται ὁ νέος οἶνος· ἀλλὰ τὸ ψεῦδος ἐστὶ τυφλὸν, οὐκ οἶδε πῶς ψεύδεται· εἶτα μέθη διαφόρους γλώσσας δίδωσιν; ἣ καὶ τὴν οὖσαν ἀφανίζει. Ὅρα δὲ τι κατασκευάζει Θεός· ἀφίει τὴν ἀρετὴν ὑπονοηθῆναι εἰς χλεύην· ἵνα πρῶτον συνέλθῃ τὸ πλῆθος τῶν χλευαζόντων, καὶ τότε λάμψει
ἡ δύναμις τῶν ἁγίων· καὶ οὕτως ἡ ἐνέργεια δειχθῇ πολιορκοῦσα τὸ ψεῦδος· ἣ οὐκ ὅτι ὅτι πολλοὶ πολλάκις συνειδότες τισὶν ἣ λόγου, ἣ τρόπου, ἣ βίου, ὀκνοῦσι καὶ παραβάλλειν αὐτοῦ τῇ ὄψει, ἵνα μὴ πλήττωνται αὐτῷ τῷ προσώπῳ ἐλεγχόμενοι. εἰ μὴ ὑπενόηθη χλεύη, παρῃτοῦντο Ἰουδαῖοι εἰσελθεῖν καὶ ἀκοῦσαι· συνεχώρησεν
οὖν ὁ Θεὸς, ἵνα ἡ χλεύη πολλοὺς συναγάγῃ.
τες Ἰουδαῖοι τὸ ἀληθὲς καὶ ἄκοντες ἔλεγον· ὅτι γλεύκους μεμε- “στωμένοι εἰσίν·” οἶνος γὰρ νέος ἦν, ἡ τελεία τοῦ Πνεύματος χάρις, ἧς οἱ Ἀπόστολοι ταῖς πυρίναις γλώσσαις καθαρθέντες πλήρεις ἐγίνοντο.
φωνὴν, καὶ πάντων αὐτὸς ἦν τὸ στόμα· παρεστήκασι δὲ οἱ ἕνδεκα μαρτυροῦντες τοῖς λεγομένοις· “ἐπῆρε τὴν φωνὴν αὐτοῦ,” φησιν, τουτέστι μετὰ πολλῆς τῆς παρρησίας· ἵνα μάθωσι τοῦ Πνεύματος τὴν χάριν. Ὁ γὰρ μὴ ἐνεγκὼν ἐρώτησιν κορασίου εὐτελοῦς, οὗτος ἐν μέσῳ δήμῳ φωνούντων μετὰ τοσαύτης διαλέγεται
παρρησίας, ὡς ἀναμφισ βήτητον τῆς ἀναστάσεως τοῦτο γενέσθαι τεκμήριον· μεταξὺ γελώντων ἀνθρώπων καὶ τὰ τοιαῦτα διαχλευαζόντων· πόσης εἶναι νομίζεις ἰταμότητος τοῦτο; πόσης ἀσεβείας; πόσης ἀναισχυντίας; ἔνθα γὰρ ἃν παραγένηται τὸ Πνεῦμα τὸ Ἅγιον, χρυσοῦς ἀντὶ πηλίνων ποιεῖ. Ὅρα μοι λοιπὸν
Πέτρον· καὶ ἐξέταζε τὸν δειλόν· σκόπει δὲ τῶν Ἀποστόλων τὴν ὁμόνοιαν· αὐτοὶ παρεχώρουν αὐτῷ τῆς δημηγορίας y, οὐ γὰρ ἔδει πάντας φθέγγεσθαι.
πρὶν δέξεται τὰς γλώσσας τοῦ πυρὸς, ὑπὸ μιᾶς παιδίσκης οἰκτρᾶς ἐρωτώμενος ἐφοβήθη, καὶ λέγει, “οὐκ οἶδα τὸν ἄνθρωπον.” ἐκεῖ μία παιδίσκη, καὶ δειλία πολλή· ὧδε πλῆθος ἄπειρον, καὶ φωνὴ εὐπαρρησίαστος· διατί; “οὐ γὰρ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ “τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.” “Σταθεὶς ὁ
“ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ.” ἐπαρρησιάσατο· οὐκ εἶπεν ἐφθέγξατο, ἀλλ’ “ἀπεφθέγξατο·” πρὸς οἷς ἐλάλησεν ἐν γλώσσῃ, ἐπεφθέγξατο τῇ διδασκαλίᾳ.
ἱν ἀρχὴν τῆς ἀπολογίας λάβῃ, καὶ ἀπολογούμενος διδάξῃ· μέγα ἄρα ἐγκώμιον ἡγοῦντο καὶ τὸ ἐν Ἱεροσολύμοις οἱ- κειν.
οὖσιν.
μεθύουσιν οἱ τοῦ λόγου τὸν δρόμον πιστευθέντες; οἱ τὴν κοινὴν τοῦ κόσμου πραγματείαν ἐπανειλημμένοι; αἰδοῦνται τὴν εὔκαιρον μετάληψιν τοῦ οἴνου· καὶ ἡμεῖς οἱ κήρυκες τοῦ νόμου, οἱ τὴν οὐρανίον διδασκαλίαν ἐγχειρισθέντες, ἡμεῖς μὲν ἀπὸ τοῦ καιροῦ τῶν καρπῶν ἐδείξαμεν τὸ ψεῦδος, ὁ δὲ Πέτρος καὶ ἀπὸ τῆς ὥρας.
Πέτρου καταγγέλλεται τὴν ἰδίαν ἐπαγγελίαν πεπληρωκώς.
τίς λύει; λογισμὸς λύεται· γραφὴ οὐ λύεται. Ἀπορούντων ἐκείνων λέγει ὁ Πέτρος· τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ Προφήτου Ιωήλ z. ἐκχεῶ ἀπὸ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·” οὐκ εἶπεν, ἐκχεῶ τὸ Πνεῦμά μου, ἀλλ’ “ἀπὸ τοῦ Πνεύματος·” οὐ τὸ Πνεῦμα ἐκχεῖται, ἀλλ’ ἡ δωρεὰ τοῦ Πνεύματος· καὶ προφητεύ-
“σουσι” καὶ τὰ ἑξῆς. Ὅρα πῶς διάφορος ἡ τοῦ Ἁγίου Πνεύματος ἀποκάλυψις· ὁ μὲν προφητεύει ἔχων τοῦ Πνεύματος τὴν χάριν· ἄλλος ἀτονῶν πρὸς τὸ ὑπηρετήσασθαι τοιούτῳ πράγματι, λαμβάνει τὸ τῶν ὁράσεων· ὡς ἔιδεν ἕκτῃ ὥρᾳ τὴν εἰκόνα ὁ Πέτρος· ὡς ὁ Κορνήλιος ἐνάτῃ ὥρᾳ ἔδε τὸν ἄγγελον· ἐκεῖνο τὸ ἐν τῇ καρδίᾳ οὐ
λέγεται ὅραμα, ἀλλ’ ὅρασις· ἄλλως βλέπει τις ὅρασιν, ὡς φησὶν, ὁρῶν βάδιζε· ἄλλως δὲ ὁ τῇ ὄψει μόνον ὁρῶν τὸ θεώρημα· ἄλλως τὸ ἐνύπνιον τῇ φαντασία παιδεύεται. ἔστι δὲ τὸ μὲν πρῶτον προφητεία, τὸ δὲ δεύτερον ὅραμα· τὸ δὲ τρίτον ἐνύπνιον· οἱ πρεσβύ- “τεροι ἐνύπνια ἐνυπνιασθήσονται, ἐπειδὴ τὸ γῆρας ἄτονον πρὸς τὴν
ὑπηρεσίαν· εἰ καὶ οὐ δύναται διακονεῖσθαι, ἀλλὰ διὰ τὴν ἀρετὴν μὴ ὑβριζέσθω.
ἔχειν· καὶ τέως οὐκ ἀφίησιν αὐτῶν εἶναι τὸ πλεονέκτημα· τὸ γὰρ αὐτῶν μόνων εἶναι, βασκανίαν ποιεῖ· ταύτῃ τὸν φθόνον ὑποτεμνό- μενος.
συνιέντες τε καὶ λέγοντες τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπὶ Χριστῷ μαρτύρια· τὸ δὲ καὶ θυγατέρας προφητεύειν εἰπεῖν, τοῦτο ἦν δηλοῦντος τὸ τῆς χάριτος ἀμφιλαφές· τοὺς πρεσβυτέρους γε μὴν ἐνυπνίοις ἐνυπνιάζεσθαι, φησὶν, ὄψεσθαι δὲ καὶ ὁράσεις τοὺς νεα- νίσκους· πρεσβυτικὴν ἡλικίαν λέγων τὴν ὡς ἐν ποσότητι τῆς ἀρετῆς
προύχουσάν τε καὶ ὑπερκειμένην, καὶ οἷον λαμπροῖς πεπολιω- μένην κατορθώμασι· νεότητα δὲ τὴν ἐν πίστει ἰσχὺν καὶ ἀκμάζουσαν εἰς τὸ ἀγαθὸν γνώμην. ἀπόδειξις τοῦ μὲν προτέρου ὁ μακάριος Παῦλος, καθ’ ὕπνον ἑωρακὼς τὸν Μακεδόνα λέγοντα, “ διαβὰς εἰς “Μακεδνίαν βοήθησον ἡμῖν·” ἦν γὰρ πρεσβύτης τὸν νοῦν· τὸ δὲ δεύτερον Ἀνανίας, πρὸς ὃν ἐν ὁράματι λελάληκεν ὁ Θεὸς περὶ τοῦ μακαρίου Παύλου· ἦν γὰρ τὴν πίστιν εὔτονος.
πραγμάτων ἐδείχθη, ὁ ἐπὶ τῶν Ἀποστόλων ὑπάρχων. δείκνυται ἅ διὰ πάντων ἐκεῖνον εἶναι τὸν παρὰ τοῦ προφήτου εἰρημένον καιρόν· οὐ γὰρ δύνανται κἂν ἀναισχύντως ἱν ἀντειπεῖν τούτῳ οἱ Ιουδαῖοι· οὐ γὰρ ἔχουσιν ἕτερον ἐπιδεῖξαι καιρὸν παρ’ ἐκεῖνον, ἐφ’ ᾧτ’ ταῦτα ἐξέβη.
ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καί γε ἐπὶ 14 τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφη- τευσουσιν.
Κύριος βουλόμενος αὐτῶν μαλάξαι τὸν θυμὸν, ἔλεγεν· “οἱ υἱοὶ “ὑμῶν ἐν τίνι ἐκβάλλουσι τὰ δαιμόνια;” οὐκ εἶπεν οἱ μαθηταί μου· καὶ γὰρ ἐδόκει κολακείας εἶναι· οὕτω καὶ αὐτὸς οὐκ εἶπεν ὅτι οὐ μεθύουσιν, ἀλλ’ ὅτι Πνεύματι φθέγγονται· ἀλλ’ ἐπὶ τὸν προφήτην κατέφυγε, καὶ αὐτὸν ὑποδὺς, οὕτω λέγει· τῆς μὲν γὰρ
κατηγορίας αὐτοὺς ἀπαλλάξας δι’ ἑαυτοῦ· τῆς δὲ χάριτος ἐκεῖνον παράγει μάρτυρα· “ἐκχεῶ,” φησὶν, “ἀπὸ τοῦ Πνεύματός μου “ἐπὶ πᾶσαν σάρκα·” τοῖς μὲν γὰρ δι’ ὀνείρων, τοῖς δὲ καὶ ἐμφανῶς ἡ χάρις ἐξεχεῖτο· καὶ γὰρ δι’ ὀνείρων εἶδον οἱ προφῆται, καὶ ἀποκαλύψεις ἐδέξαντο.
προδιδάσκει σαφῶς· καὶ τὰ δι’ αὐτὸν τοῖς Ἰουδαίοις συμβαίνοντα διὰ τοῦ Ῥωμαίων πολέμου· τὴν δὲ Χριστοῦ ἡμέραν “τὴν “μεγάλην καὶ ἐπιφανῆ,” τὴν τῆς ἀναστάσεως φησίν.
τῇ θεωρίᾳ· ὅτι ἐδόθη δύο ξένα· αἷμα καὶ πῦρ· πῦρ, ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις· αἷμα, ἡ ἐκ τῆς πλευρᾶς προελθοῦσα χάρις· ἀδύνατον γὰρ ἀπὸ νεκροῦ σώματος προελθεῖν αἷμα· πήγνυται γὰρ διὰ τοῦτο, καὶ ἐν σημείοις αὐτὸ τίθησιν ὁ Θεός.
φωτὸς τοῦ ἀληθινοῦ μετειληφότες, λέγουσιν, “ἐσημειώθη ἐφ’ ἡμᾶς ‘τὸ φῶς τοῦ προσώπου σου Κύριε· δίδοται δὲ καὶ ἐπὶ γῆς τέρατα πάντων ἐθνῶν ἀναχωρούντων τῶν πατρῴων ἐθῶν τὲ καὶ θεῶν, ἐπὶ τῷ δέξασθαι τὴν ἔκχυσιν τοῦ Πνεύματος· πρὸς τούτοις ἐρεῖ, καὶ τὰ δοθέντα διὰ τοῦ Πνεύματος καὶ κατὰ τὸ Πνεῦμα, θεῖα χαρίσματα τοῖς ἐπὶ γῆς ἀνθρώποις εἶναι τὰ τέρατα· κληθείη δὲ ταῦτα ἀπὸ ἑτέρας ἀρχῆς οὕτως, ἐπεὶ ἑξῆς εἴρηται· “αἷμα καὶ πῦρ καὶ ἀτμίδα “καπνοῦ.”
ἸΩΉΛ. Ταῦτα ἔσται κατὰ τὸν καιρὸν καθ’ ὃν τὰ ἐν οὐρανῷ τεράστια καὶ τὰ ἐπὶ τῆς γῆς φοβερὰ γενήσεται· αἵματος μὲν ὑπὸ Ῥωμαίων ἐκχεομένου πλείστου κατὰ τὴν Ἰουδαίαν· καπνοῦ δὲ ἐγγινομένου τῶν πόλεων καὶ τῶν κωμῶν ἐμπιπραμένων· δίκην τινόντων τῶν Ἰουδαίων τῆς εἰς Χριστὸν παροινίας· ἣν οὐδὲ αὐτὸς ὁ
ἥλιος βλέπειν ἀνασχόμενος, μονονουχὶ τὸν ἴδιον ὀφθαλμὸν τὴν φωτιστικὴν αὐτοῦ δύναμιν συνέστελλε, καὶ σκότος τοῖς ἐσκοτισμένοις τὴν διάνοιαν ἔδειξεν· ἀλλ’ οὐδὲ, φησὶν, ἡ σελήνη μεμένηκεν ἀπαθής· θυμουμένη δὲ ὡς εἰπεῖν κατὰ τῶν κυριοκτόνων, εἰς ἐρύθημα τὴν ἀργυροειδῆ μετέβαλεν ἑαυτῆς ἰδέαν.
“ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν· καὶ μετὰ τὸ ἀνελεῖν ἀρνοῦνται· ἀεὶ γὰρ ἡ κακία καθ’ ἑαυτῆς ὁρίζουσα μετανοεῖ, καὶ ἀνακαλεῖται τὰς ἰδίας φωνάς· οἱ εἰπόντες “τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς,” λέγουσι τοῖς Ἀποστόλοις “τί βούλεσθε ἐφ’ ἡμᾶς ἐπαγαγεῖν τὸ αἷμα τοῦ ἀν- “θρώπου τούτον;”
ἀναμνήσας τοῦ γεγενημένου, καὶ ποιῶν προσδοκᾶν τὰ μέλλοντα.
ἠξίου φαίνειν ἔτι τοῖς ἐπὶ τῆς γῆς· ἐποίει γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης· ἐσχίζοντο δὲ καὶ αἱ πέτραι· τάχα δέ που καὶ περὶ τὸν τῆς σελήνης κύκλον ἐπράττετό τι τῶν ἀσυνήθων, ὡς δοκεῖν εἰς αἷμα μεταπεποιῆσθαι καὶ αὐτήν. Σεσίγηται μὲν οὖν τὸ τοιόνδε παρὰ τοῖς ἁγίοις Εὐαγγελιστῖς· ἀξιόχρεως γε μὴν ἡ
πίστις ἐκ προφητείας, ὅτι τοῖς τοῦ δημιουργοῦ νεύμασιν οὐκ ἐν ἡλίῳ μόνῳ τὰ σημεῖα γέγονεν, ἀλλ’ οἷον ὅλη πρὸς τὸ ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἃν γένοιτο διὰ φωνῆς λέγοντος Ἡσαῒου· “Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ “θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ· οὐρανὸν δὲ ὅταν λέγῃ,
πάντα που πάντως φησιν τὰ ἐν οὐρανῷ καὶ οἷον σάκκῳ τῷ σκοτεινῷ καταμφιέσαι φησὶ, πενθοῦντά τε καὶ κατηλγηκότα· καὶ αὐτῷ δὴ τούτῳ διακεκραγότα τῷ σχήματι. Σημεῖα μὲν οὖν ἤτοι τέρατα, τὰ ἐν οὐρανῷ ταυτὶ φαίην ἄν· τὰ δέ γε εἰς γῆν “αἷμά “τε καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ,’ καταδήλως εἶεν ἃν οἶμαι που
τὰς τῶν Ἰουδαίων συμφορὰς, ἃς ὁ παγχάλεπος αὐτοῖς ἐπεσώρευσε πόλεμος, ὁ διὰ τῆς Ῥωμαίων χειρός· αἵματι μὲν γὰρ ἡ πᾶσα μὲν αὐτοῖς κατερραίνετο χώρα· ἔμελλε δὲ ὅμου ταῖς πόλεσι κατα- πίμπρασθαι καὶ αὐτὸς ὁ διαβόητος νεώς· οἶκοί τε καπνίζεσθαι κατασεσεισμένοι· ὅτι δὲ καὶ πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ ἐπιφανοῦς,
καθ᾿ ἣν ἅπασι τὸ θεῖον προκείσεται βῆμα Χριστοῦ τος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τὰ τοιάδε τοῖς Ἰουδαίοις συμβήσεται, διαμεμήνυκεν εἰπὼν, “πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν “ μεγάλην καὶ ἐπιφανῆ.
Ηδη δὲ καὶ τῆς τοῦ παντὸς διαλύσεως ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις σημεῖα φανήσεσθαι ὁ Κύριος προηγόρευσεν· “ὁ ἥλιος μεταστραφήσεται εἰς αἷμα, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς· ταῦτα σημεῖα τῆς συμπληρώσεως καὶ τῆς τοῦ παντὸς διαλύσεως.
’ ἡμέραν Κυρίου εἰπὲ τῷ Ἰουδαίῳ, εἰ ἓν πρόσωπόν ἐστι, καὶ ἓν θεικόν ἐστιν ὄνομα, καὶ αὐτὸς λαλεῖ περὶ ἑαυτοῦ, διατὶ μὴ εἶπε πρὶν ἐλθεῖν τὴν ἡμέραν τὴν ἐμήν.
ἐπηρτῆσθαι.
τὸν λόγον, τὸ τῆς πίστεως εἰσάγων, καὶ φοβερὸν τὸ τῆς κολάσεως, ὅτι ἐν ἐπικλήσει ἡ σωτηρία.
ἐξ ἡμερότητος, εἰ τὴν ἐν Χριστῷ δικαίωσιν ἀγαπήσαντες, ἕλοιντο Κύριον αὐτὸν ὁμολογεῖν· τὸ δὲ, οὓς Κύριος προκέκληται, τοῦτό ἐστιν, ὃ καὶ Παῦλος ἔφη· ὅτι “οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τι- “μὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ.”
Ἰησοῦν Κύριον, Καὶ διὰ τοῦτο δοκούντων ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ. καὶ ἑτέρως· οὐ ταὐτὸν τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου, καὶ λέγειν αὐτό· ὁ μὲν γὰρ εὐχόμενος, καὶ τυχεῖν τινὸς ἀγα- θοῦ βουλόμενος ἐπικαλεῖται· ᾧ ἀκολούθως γίνεται σωτηρία· ὁ δὲ προσποιούμενος εἶναι δοῦλος, λέγει, Κύριε, Κύριε τῷ Ἰησοῦ, οὐ
πράττων τὰ δούλου· ὅθεν πρὸς τοὺς τοιούτους φησί· “τι με λέγετε “Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω.” παραπλησίως ἐκδέξῃ τὸ “πᾶς ὃς ἃν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται· τῷ “οὐδεὶς “λέγει Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι ‘Αγίῳ·“ Κύριον, τοῦ ἔργῳ καὶ διαθέσει δουλεύοντος αὐτῷ, ἀλλ’ οὐ μόνῃ ψιλῇ προφορᾷ
λέγοντος τὸν Ἰησοῦν Κύριον.
πρὸς τὸ εὐαγγελικὸν κληθέντων κήρυγμα.
ἐπειδὴ καθήψατο αὐτῶν σφόδρα, ἀνίησιν αὐτοὺς καὶ ἀναμιμνήσκει τοῦ προπάτορος, καὶ πάλιν ἀπὸ προοιμίου ἄρχεται, ἵνα μὴ θορυβη- θῶσιν προφήτου ἀκούοντες· τὸ δὲ ὄνομα τοῦ ’Ιησοῦ εὐθέως ἃν αὐτοῖνγ προέστη· καὶ οὐκ εἶπε πείσθητε, ἀλλ’ ἀκούσατε, ὅπερ ἢν ἀνεπαχθές.
γὰρ οἱ τότε ’Ιουδαῖοι πλανηθέντες καὶ πλανήσαντες Ἓλληνας, ἐνόμιζον τὸν Χριστὸν ψιλὸν ἄνθρωπον μόνον ἐκ σπέρματος Δαβὶδ ἔρχεσθαι, καθ’ ὁμοιότητα τῶν ἐκ τοῦ Δαβὶδ ἄλλων γενομένων τέκνων οὔτε γὰρ Θεὸν αὐτὸν, οὐδ’ ὅτι ο Λόγος σάρξ ἐγένετο, επιστευον· τούτου ἕνεκα μετὰ πολλῆς τῆς συνέσεως οἱ μακάριοι Ἀπόσολοι
τὰ ἀνθρώπινα τοῦ Σωτῆρος ἐξηγοῦντο τοῖς Ἰουδαίοις· ἵν ὅλως πείσαντες αὐτοὺς ἐκ τῶν φαινομένων καὶ γενομένων σημείων ἐληλυθέναι τὸν Χριστὸν, λοιπὸν καὶ εἰς τὴν περὶ τῆς θειότητος πίστιν αὐτοὺς ἀγάγωσι· δεικνύντες ὅτι τὰ γενόμενα ἔργα οὐκ ἔστιν ἀνθρώπου, ἀλλὰ Θεοῦ· ἀμέλει Πέτρος ὁ λέγων ἄνδρα παθητὸν
Χριστὸν, εὐθὺς συνῆπτεν, οὗτος “ἀρχηγὸς τῆς ζωῆς ἐστιν· ἐν δὲ τῷ Εὐαγγελίῳ ὁμολογεῖ· σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ “τοῦ ζῶντος·” ἐν δὲ τῇ Ἐπιστολῇ φησὶν αὐτὸν ”ἐπίσκοπον ψυ- “χῶν·” καὶ κύριον ἑαυτοῦ τὲ καὶ τῶν Ἀγγέλων καὶ δυνάμεων εἶναι· πάλιν τὲ ὁ Παῦλος, ὁ λέγων ἄνδρα ἐκ σπέρματος Δαβὶδ εἶναι τὸν
Υἱὸν, οὗτος ἐπέστελλεν Ἑβραίοις μὲν, ὃς ὢν ἀπαύγασμα τῆς “δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·” Φιλιππησίοις δὲ, “ ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα “ Θεῷ. τὸ δὲ λέγειν ἀρχηγὸν ζωῆς, καὶ Υἱὸν τοῦ Θεοῦ, καὶ ἀπαύγασμα καὶ χαρακτῆρα, καὶ ἴσα Θεῷ, καὶ Κύριον, καὶ Ἐπίσκοπον
ψυχῶν, τι ἃν εἴη ἕτερον ἢ ὅτι ἐν σώματι Λόγος ἦν Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο· καὶ ἔστιν ἀδιαίρετος τοῦ Πατρὸς, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς;
ἥπερ ἐδόκει εὐτελὴς εἶναι· καὶ οὐδὲν μέγα λέγει περὶ αὐτοῦ· οὐδὲ οἱον ἄν τις εἴποι περὶ προφήτου τέως· “’Ιησοῦν,” φησὶ, “τὸν “Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς.” Ορα ποῖον ἦν μέγα τὸ εἰπεῖν, ὅτι παρὰ τοῦ Θεοῦ ἀπεστάλη· τοῦτο γὰρ ἄνω καὶ κάτω, καὶ αὐτὸς ἐσπούδαζε, καὶ Ἰωάννης καὶ οἱ
Ἀπόστολοι, δεῖξαι· ἄκουε γὰρ Ἰωάννου λέγοντος· “ἐκεῖνός μοι εἶπεν, “ἐφ’ ὃν ἃν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτὸν, οὗ. “τος ἐστιν.” αὐτὸς δὲ ὁ Χριστὸς καὶ μεθ’ ὑπερβολῆς τοῦτο ποιεῖ λέγων· “ἀπ’ ἐμαυτοῦ οὐχ ἥκω· ἐκεῖνος με ἔπεμψε,” καὶ πανταχοῦ τῶν γραφῶν τοῦτο μάλιστά ἐστι τὸ σπουδαζόμενον.
Ὄρα γὰρ ποτὲ μὲν λέγοντα αὐτὸν, “ζητεῖτέ ζητεῖτέ με ἀποκτεῖθένου. “ναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα· ποτὲ δὲ “ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.
οἶδεν αὐτὸν καὶ ἄνθρωπον ἀληθῶς καὶ Θεὸν ἀπαθῆ, μὴ δυνάμενον κρατεῖσθαι θανάτῳ. εἰ μὴ γὰρ ἦν ὁ αὐτὸς κατὰ φύσιν ἀθάνατος, εἰ καὶ θνητὸς, καθ’ ὃ γέγονε σὰρξ, οὐκ ἂν εἶπε· “καθότι οὐκ ἦν “δύνατον δύνατον κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ. καὶ πάλιν Ἰουδαίοις ἔλεγεν ἀλλαχοῦ· “τὸν τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε· οὕτως ὁ
αὐτός ἐστι παθητὸς σαρκὶ, καὶ θεότητι πάθους ἀνώτερος· καὶ καθὸ μὲν ἄνθρωπος, ἐξηγέρθαι λεγόμενος ὑπὸ τοῦ Πατρός· καθὸ δὲ Θεὸς, οὐχ οἱος τε ὢν κρατεῖσθαι θανάτῳ· οὕτω καὶ Παῦλος ’Ρωμαίοις ἐπιστέλλων· ἐξ Ἰουδαίων εἶναί, φησι, “ τὸ κατὰ σάρκα Χριστὸν,” τὸν αὐτὸν δὲ “Θεὸν εὐλογητὸν εἰς τοὺς αἰῶνας· ἀμήν· γράφει
δὲ καὶ ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους Ἐπιστολῇ “εἷς Κύριος Ἰη- “σοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ· καὶ πάλιν ἐν τῇ πρὸς ‘Εβραίους· “’Ιησοῦς Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, κα εἰς τοὺς αἰῶνας.
οἱ ἀπὸ Σαμοσάτων, οἴονται ψιλὸν ἄνθρωπον τὸν Ἰησοῦν διὰ τὴν προκειμένην λέξιν, ἴστωσαν ὅτι τοῦ Θεοῦ Υἱὸς, Θεὸς Λόγος ὢν, ἄνθρωπος γέγονε, δεξάμενος δούλου μορφήν· ὡς εἶναι τὸν ἐπιδημήσαντα Χριστὸν, ἄνθρωπον ἅμα καὶ Θεόν· ὥσπερ οὖν ὅταν ὁ Χριστὸς λέγηται “Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, περὶ τῆς θεότητος,
ἀλλ’ οὐ περὶ τοῦ ἀνθρωπείου αὐτὸ ἐκλαμβάνομεν· οὕτω πάλιν ἐὰν λέγηται Χριστὸς τεθνάναι καὶ τεθάφθαι κατὰ τὰς γραφὰς, περὶ τοῦ σώματος αὐτοῦ, οὐχὶ δὲ περὶ τῆς θεότητος ἐκδεχόμεθα· καὶ ἔστι γε μυρία τοιαῦτα ἐν ταῖς γραφαῖς εὑρεῖν· ὅθεν ἐὰν “ ἄνδρα λέγῃ “’Ιησοῦν ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ σημείοις καὶ τέρασιν,
ἀκολούθως αὐτὸ νοοῦμεν τῷ “νῦν με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, “ ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, καὶ τὸ “ ἄνθρωπος ἐν πληγῇ ὣν, “ καὶ εἰδὼς φέρειν μαλακίαν.” Καὶ γὰρ ἀκούοντες αὐτοῦ τούτου ἀνδρὸς τοῦ ἀποδεδειγμένου ἀπὸ Θεοῦ λέγοντος, “ οὕτω γὰρ ἠγάπη- “ σεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκε·
καὶ “ ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· καὶ “ ἐγὼ ἐν τῷ Πατρὶ, “ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” οὐκ ἠλίθιοι ἐσμὲν ὡς περὶ ψιλοῦ ἀνθρώ- που ταῦτα λελέχθαι νομίζειν. Εἰπάτωσαν δὲ ἡμῖν οἱ τῆς γνώμης ταύτης, πῶς ἀκούουσιν· “ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ “ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ υἱὸς τοῦ ἀνθρώπου· καὶ τὸ
“ ἐὰν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρό- “ τερον.” οὐ γάρ τι τούτων νοῆσαι εὐσεβῶς δυνήσονται, ἀρνούμενοι τὴν θεότητα τοῦ Ἰησοῦ· πῶς ὁ ἐκ τῆς Μάριας, ὃν ὑπονοοῦσι ψιλὸν ἄνθρωπον εἶναι, ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ ἀναβαίνει ὅπου ἢν τὸ πρότερον, οὐχ ἕξουσιν εἰπεῖν. Ἐλεγκτέον ἐκ τῆς προκειμένης
λέξεως καὶ τοὺς οἰομένους σάρκα μόνον γεγενῆσθαι τὸν Σωτῆρα· οὐ γὰρ κατὰ μόνης σαρκὸς οἰκείως λεχθήσεται ἡ “ ἀνὴρ” φωνή.
“ Υἱοῦ Θεοῦ ἐν δυνάμει·’ τουτέστι τοῦ διὰ τῶν ἔργων ἀποδειχθέντος καὶ τῆς δυνάμεως τῶν θαυμάτων· ὡς ἔστιν ἀληθῶς Υἱὸς τοῦ Πατρός· κατ’ οὐδὲν διαφέρει τὸ εἰπεῖνc, ὁρισθῆναι αὐτὸν υἱὸν Θεοῦ ἐν δυνάμει, καὶ τὸ εἰπεῖν, ἀποδειχθῆναι αὐτὸν δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν ὁ Θεὸς δι’ αὐτοῦ καθάπερ δι’ Υἱοῦ· δι’
αὐτοῦ γὰρ θεοπρεπῶς καὶ τοὺς αἰῶνας ἐποίησεν.
καὶ Πατέρα τὸν γεννήσαντα καὶ συμπληρωτικὸν τῆς οὐσίας αὐτοῦ· Θεὸν τὸ Πνεῦμα, ὡς Πνεῦμα Θεοῦ καὶ Θεόν· τοῖς δὲ θεο- μάχοις Ἰουδαίοις εἰποῦσιν αὐτῷ “ ὅτι ἐν Βεελζεβοῦλ ἐκβάλλεις “ τὰ δαιμόνια, ἀποκριθεὶς εἶπεν· “ οὐκ ἐν Βεελζεβοῦλ ἀλλ’ ἐν “ Πνεύματι Θεοῦ· σαφῶς καὶ ἑαυτὸν Θεὸν ἔδειξε· καὶ τὸ
Πνεῦμα Πνεῦμα αὐτοῦ καὶ Θεόν· οὐδὲν γὰρ τερατωδέστερον ἣ δυνατώτερον ἐν τοῖς σημείοις τοῦ δαίμονας ἀπελαύνειν· ἐξέβαλε δὲ αὐτὸς ὡς Θεός· ἔλεγε δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλειν τὰ δαιμόνια· ἵνα δείξῃ πρόσωπον τοῦ ἐν ᾧ, καὶ μεθ’ οὗ ἐκβάλλειν ἐνυπό- στατον οὐσιωδῶς συμπληροῦντος τὴν τριαδικὴν ὁμότιμον καθέδραν
αὐτῷ καὶ τῷ Πατρί· ἵνα δεικνυμένου αὐτοῦ καὶ τοῦ Πνεύματος αὐτοῦ ἐν δυσὶ προσώποις, μίαν ὁμοτίμων φύσιν τὲ καὶ ἀξίαν, ἕνα δείξῃ Θεὸν τῇ φύσει τὴν ἀσυγχύτως εὐκρινῆ καὶ ἀδιαίρετον ἐν προσώποις τριάδα. Ἀμφιλεκτείτω δὲ μηδεὶς μικρότερον τοῦ ἑτέρου ἢ μεῖζον, ἢ αἴτιον ἢ αἰτιατὸν νοεῖν ἢ λέγειν ἐν τῇ ὁμοτίμῳ
τριάδι· διὰ τὸ οἰκονομικῶς καὶ διὰ συστατικῶν λόγων λέγεσθαι τὸν μὲν δι’ οὗ καὶ ἐξ οὗ, συνεκτικῇ ἀσυγχύτῳ ὁμοτιμίᾳ ἐργάζεσθαί τε καὶ θαυματουργεῖν τὰ ἀνθρώπινα καὶ τὰ ὑπὲρ ἄνθρωπον, καὶ τὰ ἐπέκεινα τῶν ὑπὲρ ἄνθρωπον· τὰς δυνάμεις καὶ τὰ τέρατα, σημεῖα τε καὶ παράδοξα· ἀλλ’ ἐκλαμβανέτω ἐν Υἱῷ τὸν Πατέρα
καὶ τὸ Πνεῦμα, καὶ ἐκ Πατρὸς τὸν Υἱὸν ἐνυποστάτῳ γεννήσει, καὶ τὸ Πνεῦμα ἐνυποστάτῳ οὐσιώδει ὑπάρξει· ἐκδεχέσθω δὲ καὶ τὸν Πατέρα ἐν Υἱῷ ἅμα τῷ Πνεύματι· αἱ καὶ ἐν μέσῳ ἑστάναι ἐκείνου τοῦ λαοῦ, μᾶλλον δὲ καὶ ἡμῶν· καὶ τὸν Υἱὸν ἐν τῷ Πατρὶ, ἔχοντα ἐν ἑαυτῷ καὶ σὺν αὐτῷ τὸν Πατέρα· ἐμφανίζοντα ἐν ἑν ἑαυτῷ
τὸ ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ Πνεῦμα Θεοῦ καὶ Θεὸν, ἐν ᾧ ἐκβάλλει τὰ δαιμόνια· ἵνα ἀκούοντες τὸ “ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ “ ἐν ἐμοὶ,” καὶ τὸ “ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαι- μόνια, ἐκδεχώμεθα τὸ ἐν τῳ Πνεύματι ὥς τε ἐγὼ ἐν τῶ “ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ “ ἐγὼ ἐν τῷ Πνεύματι ἐκ-
“βάλλω τὰ δαιμόνια,” ἓν εἶναι τὸ ὁμόφωνον διὰ τὸ ὁμοούσιον· εἰ γὰρ καὶ ὁ Πατὴρ Θεὸς, ἀλλὰ λέγεται καὶ Πνεῦμα ὁμωνύμως, τοῦ Πνεύματος μὴ ἀποβάλλων τὸ εἰναι· καὶ Πατὴρ καὶ Πνεῦμα, μὴ γινομένου τοῦ Πνεύματος Πατὴρ, ἀλλὰ μένοντος Πνεῦμα καὶ Θεός.
εἰ γὰρ καὶ ὡρισμένον ἦν, φησὶν, ὅμως ἀνδροφόνοι ἦσαν. Καὶ μετ’ ὀλίγα—μονονουχὶ τὰ αὐτὰ τῷ Ἰωσὴφ λέγων ῥήματα, καθάπερ κἀκεῖνος ἔλεγε πρὸς τοὺς ἀδελφοὺς, “ μὴ ὀργίζεσθε πρὸς “ ἀλλήλους· ὁ Θεός με ἀπέστειλεν ἐνταῦθα· τοῦ Θεοῦ τὸ ἔργον “ γέγονε·” τι οὖν καλῶς ἐποιήσαμεν φησιν; ἵνα μὴ τοῦτο εἴπωσι,
διὰ τοῦτο προσέθηκε “ διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε· ἐνταῦθα τὸν ‘Ιούδαν αἰνίττεται, ἅμα δὲ αὐτοῖς δείκνυσιν· ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἦν, εἰ μὴ αὐτὸς συνεχώρησεν· ἢ διὰ χειρῶν ἀνόμων, τῶν στρατιωτῶν φησίν.
ἄνωθεν ταῦτα ὁ Θεὸς ἐβούλετο, καὶ οὕτω διετύπωτο.
ὀλίγα—ἐν τίνι γὰρ ὁ Πατὴρ ἐνεργεῖ; ἐν τῇ οἰκείᾳ δυνάμει δηλονότι. τίς δέ ἐστιν ἡ αὐτοῦ δύναμις τοῦ Πατρός; οὐδεὶς ἄλλος ἣ ὁ Χριστός· “ Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· οὐκοῦν ἑαυτὸν ἀνέστησεν ὁ Χριστὸς, καὶ ὑπὸ τοῦ Πατρὸς ἐγηγέρθαι λεγόμενος.
ὠδινούσης, φημὶ δὴ τῶν τοῦ θανάτου δεσμῶν, καὶ τῶν τοῦ ᾅδου μυχῶν, ἀναδύντος τοῦ Σωτῆρος Χριστοῦ καὶ παρελθόντος ὡς ἐκ τοκετοῦ ξένου τῆς ἀναστάσεως. ταύτῃ τοι καὶ ὠνόμασται “ πρω- “ τοτόκος ἐκ νεκρῶν.”
συμπλακέντι τῷ θανάτῳ, καὶ ὑποτάξαντι τὸν ἀλάστορα, προσελθὼν ὁ ἀντίπαλος κατεάγη, κείμενος ἡμῖν εἰς συριγμόν· ἐξ ἐκείνου γὰρ ἔχομεν “ ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν “ τὴν δύναμιν τοῦ ἐχθροῦ·” τὸ δὲ “ καθότι·” καθότι μὲν εὑρηθῆναι αὐτὂν Θεὸν ἐκ Θεοῦ γεγενημένον· καὶ τὴν αὐτὴν τῷ γεγεννηκότι κεκτημένον
μένον φυσικῶς ἀνεπίδεκτον φύσιν τε καὶ ὑπόστασιν πάσης τροπῆς ἣ ἀλλοιώσεως ἣ προσθήκης, ἢ ἐπιβολῆς, ἣ συστολῆς, ἣ τῶν ὅσα εἰς ἀλλοίωσιν φυσικὴν ἣ παραφύσιν· καὶ ἀναλλοίωτον ἐν τῇ σαρκώσει, ὁποῖον καὶ τὸν ἄσαρκον Πατέρα, καὶ τὸ ἀσώματον Πνεῦμα τὸ Ἅγιον καὶ ἀναμάρτητον.
“ Ἅγιος ἀθάνατος.”
φθορᾶς τὲ καὶ διαλύσεως.
τοῦ μεγάλου Πέτρου εἰς αὐτὸν προορώμενος εἶπεν· ὅτι “ οὐ κἐγκαταλείψεις ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιον “ σου ἰδεῖν διαφθοράν·” οὕτω τοῦ Ἀποστόλου Πέτρου τὸ ῥητὸν ἑρμηνεύσαντος, ὅτι οὔτε ἡ ψυχὴ αὐτοῦ κατελείφθη εἰς τὸν ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν· ἡ γὰρ θεότης, καὶ πρὸ τῆς
σαρκὸς καὶ ἐν τῇ σαρκὶ, καὶ μετὰ τὸ πάθος, ἀεὶ ὡσαύτως ἔχει, ὃ ἦν τῇ φύσει, πάντοτε οὖσα καὶ εἰσαεὶ διαμένουσα· ἐν δὲ τῷ παθητῷ τῆς ἀνθρωπίνης φύσεως τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐπλήρωσε, διαζεύξασα πρὸς καιρὸν τὴν ψυχὴν ἐκ τοῦ σώματος, χωρισθεῖσα δὲ οὐδετέρου ᾦ ἅπαξ ἡνώθη· καὶ πάλιν τὰ διεστῶτα συνάψασα,
ὥστε ἀκολουθίαν καὶ ἀρχὴν δοῦναι πάσῃ τῇ ἀνθρωπίνη φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως· “ ἵνα τὸ φθαρτὸν ἅπαν ἐνδύσηται τὴν “ ἀφθαρσίαν, καὶ τὸ θνητὸν τὴν ἀθανασίαν, τῆς ἀπ’ ἀρχῆς ἡμῶν διὰ τῆς πρὸς τὸν Θεὸν ἀνακράσεως, εἰς θείαν φύσιν μεταποιη- θείσης.
δεξιῶν τοῦ Υἱοῦ τὸν Πατέρα εἶναι κατ’ αὐτὸ τοῦτο τὸ σημαινόμενον· ἀλλὰ λέγει ὁ Υἱὸς, “προωρώμην τὸν Κύριον ἐκ δεξιῶν “μου·” ὅθεν ἑτέρως ἢ κατὰ τόπον ἐκληπτέον τὸν Υἱὸν δεξιὸν τοῦ Πατρὸς, καὶ τὸν Πατέρα τοῦ Υἱοῦ· ὡσαύτως τὸ “ ἐγὼ ἐν τῷ “Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν·” ἔτι δὲ “ καὶ ἡ σάρξ μου
“ κατασκηνώσει ἐπ’ ἐλπίδι. ἐπεὶ Ἰησοῦς, καθὸ ἀνεδέξατο θάνατον, ἀπέθετο ἣν κατ’ οἰκονομίαν ἔλαβε σάρκα, ἐπὶ τῷ πάλιν ἀναστῆσαι αὐτὴν ἀπὸ τοῦ θανάτου τῇ τρίτῃ ἡμέρᾳ· εἰκότως τὴν σάρκα ταύτην οὖσαν ἑαυτοῦ ἐπ’ ἐλπίδι κατεσκηνωκέναι φησὶ, διὰ τὴν προσδοκίαν τῆς ἀναστάσεως. Εἰ δέ τις ἐκ προσώπου τοῦ Δαβὶδ εἰρῆσθαι
αὐτὸ ἐκλαμβάνει, παυσάσθω κατατρέχων τῆς περὶ ἀναστάσεως δόξης τῶν ἁπλουστέρων· εἰ γὰρ καὶ μὴ οἷοι τέ εἰσι παρίστασθαι ὃ φρονοῦσιν· ἀλλ’ οὖν εὐσεβῶς διάκεινται φάσκοντες τὴν σάρκα ἀνίστασθαι ἐπὶ τὸ εἶναι ἄφθαρτον καὶ πνευματικὸν σῶμα· ὡς γὰρ ὁ ἐγειρόμενος νεκρὸς μετὰ ἀνάστασιν ζῶν καὶ οὐ
νεκρός ἐστιν, οὕτως ἡ ἐγειρομένη σὰρξ μετὰ τὴν ἔγερσιν πνευματικὸν τικὸν καὶ ἄφθαρτον σῶμά ἐστι.
Καὶ πάλιν—Οὐ γάρ τι θέμις εἰπεῖν φθορᾶ μὲν δύνασθαι κρατεξῖσθαι ποτὲ τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα· κάτοχον δὲ αὐταῖς ᾅδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν· οὐκ ἐγκατελείφθη γὰρ εἰς ᾅδου, καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος.
καὶ θανάτου λέγεται γεγεῦσθαι δι’ ἡμᾶς, τῷ τὴν αὐτοῦ ψυχὴν χωρισθῆναι τοῦ σώματος, οὐ τῷ θεότητος ἔρημον τὴν ψυχὴν ἣ τὸ σῶμα γενέσθαι· αὐτὸς γὰρ ἑαυτὸν ἀμφοτέρων ἀχώριστον ἔδειξεν· οὔτε γὰρ ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν· καθὼς ὁ ψάλλων φησίν· ἀλλὰ τοῦ μὲν
σώματος οὐ κεχώριστο θαπτομένου, καταργῶν τὴν φθοράν· οὐ γὰρ ἦν, ἀπολειπομένης τῆς ἀφθαρσίας τε καὶ ζωῆς, μὴ πάντως αὐτῷ καὶ πειραθῆναι διαφθορᾶς· τῇ δὲ ψυχῇ συγκάτεισιν εἰς ᾅδου· ὅλος ὣν ἐν αὐτῇ, καὶ ὅλος ὣν ἐν τῷ σώματι· ἀδιαίρετος γὰρ ὡς ἀσώματος, καὶ πάντα πληροῦν δυνάμενος ὡς ἀπερίγραπτος.
καὶ οὐκ αὐτῷ πρέποντας, καθὸ νοεῖται Θεὸς, ἀνίησι λόγους, ὡς ἐφ’ ἑαυτῷ καὶ πρώτῳ καλῶν· ἐφ’ ἡμᾶς τὴν τῶν οὐρανίων μέθεξιν αὐγαθῶν· ὡς γὰρ ἑαυτῷ δεδόσθαι φησὶ, τῇ τοῦ ἀνθρώπου φύσει προσ- νέμει· ἐπεὶ πῶς τῇ τοῦ ἀνθρώπου πτωχείᾳ πεπλουτήκαμεν.
καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστὶν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·
πρὸς τολμηροὺς φθεγγόμενος καὶ παραιτούμενος αὐτούς· καὶ ἐνταῦθα οὐκ ἔτι περὶ τοῦ Δαβὶδ φησὶν ἁπλῶς, ἀλλὰ καὶ περὶ τοῦ Πατριάρχου· ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη· καὶ οὐκέτι λέγει, καὶ οὐκ ἀνέστη, ἀλλ’ ἑτέρως· καίτοι οὐδὲ τοῦτο μέγα ἢν· “καὶ τὸ “μνῆμα αὐτοῦ ἐστὶν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·” εἰς τὸ αὐτὸ
ἦλθε, καὶ οὐδὲ οὕτως ἦλθεν ἐπὶ τὸν Χριστόν· ἀλλὰ τί; μετ’ ἐγκωμίων τῶν τοῦ Δαβίδ.
δέξωνται τὸν περὶ τῆς ἀναστάσεως λόγον· ὡς καὶ τῆς προφητείας βλαπτομένης, εἰ μὴ τοῦτο εἴη καὶ τῆς εἰς αὐτὸν τιμῆς.
τὸν Χριστὸν, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προιδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως Χριστοῦ.
ἔτι οὖσα, καὶ ἐν μνήματι κενῷ, ἔνθα οὐδεὶς πρότερον τέθειτο, ἐτάφη· ἵνα μὴ ὑποληφθῇ ἕτερος ἀνθ’ ἑτέρου ἐγηγέρθαι.
Θεὸν κατήγγελλον οἱ Ἀπόστολοι, οὐδὲ ἄλλον μὲν παθόντα καὶ ἐγερθέντα Χριστὸν, ἄλλον δὲ τὸν ἀναστήσαντα καὶ ἀπαθῆ διαμεμενηκότα· ἀλλ’ ἕνα τὸν αὐτὸν Θεὸν καὶ Σωτῆρα καὶ Χριστὸν Ἰησοῦν, τὸν ἐκ νεκρῶν ἐγερθέντα· καὶ τὴν εἰς αὐτὸν πίστιν ἐκήρυσσον τοῖς μὴ πιστεύουσιν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ἐκ τῶν προφητῶν συνεβίαζον
αὐτοὺς, ὅτι ὃν ἐπεγγείλατο ὁ Θεὸς πέμψειν Χριστὸν, ἔπεμψε τὸν Ἰησοῦν, ὃν αὐτοὶ ἐσταύρωσαν καὶ Θεὸς ἤγειρεν.
φανερῶς λέγει.
τρὸς λέγεσθαι, τῶν μὲν ἀκουόντων ᾠκονόμει τὸ ἀσθενές· τὸν δὲ αὐτὸν ἔχει νοῦν τὸ ἠγέρθη, οὐκ ἔστιν ὧδε, καὶ οὐχ ἕτερον ἐν τινι γὰρ ὁ Πατὴρ ἐνεργεῖ; ἐν τῇ οἰκείᾳ δυνάμει δηλονότι. τίς δέ ἐστι δύναμις τοῦ Πατρός ; οὐδεὶς ἄλλος ἢ Χριστός· “Χριστὸς γὰρ “Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.” οὐκοῦν ἑαυτὸν ἀνέστησεν ὁ
Χριστὸς καὶ ὑπὸ τοῦ Πατρὸς ἐγηγέρθαι λεγόμενος.
“ νίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς “ Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.”
θέντα τῷ ξύλῳ, τὸν ταῖς τοῦ Θωμᾶ ψηλαφηθέντα f χερσὶν, οὐδὲν ἧττον ἡμεῖς σεσαρκωμένον νοοῦμεν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· ἕνα τε καὶ τὸν αὐτὸν ὁμολογοῦμεν Υἱόν.
ἐξέχεε τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε.
εἰρημένων θάρσος· οὐ λέγει ἐξὸν εἰπεῖν, οὐ δὲ ὅσα τοιαῦτα· λέγει δὲ αὐτὸς εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, καὶ τὰ ἑξῆς.
οὐσίας οὐ δυνατὸν νοῆσαι δεξιὸν ἢ ἀριστερόν.
μείζονα δεῖξαι καὶ τῷ φόβω αὐτοὺς ἑλεῖν.
τῇ λοιπῇ προοδοποιήσῃ διδασκαλίᾳ· καὶ εἰ ἕλοιτό τις τὴν δημηγορίαν πᾶσαν ἄνωθεν διελθεῖν, εὑρήσει τοῦτο ὃ λέγω· καὶ γὰρ ἄνδρα αὐτὸν καλεῖ καὶ αὐτὸς, καὶ τοῖς τῆς οἰκονομίας ἐνδιατρίβει λόγοις.
ἐπισπώμενοι καὶ κηδεμονίαν· πάντων δὲ ἐρωτηθέντων ὁ Πέτρος ἀποκρίνεται.
ὡς διὰ τὴν ἕνωσιν τὴν ὁμοούσιον ἐν τρισὶν ὑποστάσεσι, τὸν βαπτιζόμενον εἰς ὄνομα Χριστοῦ, εἰς τὴν τριάδα βαπτίζεσθαι, οὐκ ἄπο. μεριζομένου τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος.
εἰς τὸ ὄνομα Θεοῦ Ἰησοῦ, ἣ εἰς τὸν Ἰησοῦν μόνον· ἀλλ’ “εἰς “ τὸ ὄνομα Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἅμαρτ’ ἰῶν· εἰδὼς ὅτι τὸ ὄνομα Ἰησοῦ ὁ Θεός ἐστιν, ὥσπερ καὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος· καὶ φησὶ, “λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος· ὁρᾶς πῶς μίαν δωρεὰν ἀνέδειξε τοῦ Χριστοῦ καὶ τοῦ Πνεύματος· ὡς μιᾶς
οὔσης τῆς ἀξίας.
Ἰησοῦ Χριστοῦ, οἷον τὴν ἰσοδύναμον τὴν μίαν ταῖς τρισὶ προσηγορίαις τοῦ σαβελλίου τρωθέντες γνώμῃ· ἡ μέντοιγε Ἐκκλησία ἀδιαίρετον καὶ ἄσχιστον νοοῦσα τὴν τριάδα, τίθεται τὸν Πατέρα Πατέρα καὶ τὸν Υἱὸν Πατρὸς εἶναι· καὶ τὸ Ἅγιον Πνεῦμα Πατρὸς καὶ Υἱοῦ τυγχάνειν· ὡς διὰ τὴν ἕνωσιν ταύτην, τὸν βαπτιζόμενον
εἰς ὄνομα Χριστοῦ, κατὰ τὴν τριάδα βαπτίζεσθαι· οὐκ ἀπομεριζομένου τοῦ Θεοῦ περιγραφαῖς καὶ διαστάσεσι Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος.
ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν.
Ἁγίου Πνεύματος· ἐπῄνεσαν τὰ λεχθέντα καίτοι φόβου γέμοντα, καὶ μετὰ τὴν συγκατάθεσιν τότε ἐπὶ τὸ βάπτισμα ἐξέρχονται.
αὕτη ἡ διδασκαλία, τὸ μὲν φόβον, τὸ δὲ ἀγάπην ἔχουσα.
“ ἔτεκε Σιῶν τὰ παιδία αὐτῆς ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν “ ταύτην· εὐφράνθητι ’Ιερουσαλὴμ, καὶ πανηγυρίσατε πάντες οἱ “ ἀγαπῶντες αὐτήν.” Καὶ ἃ διὰ λόγων ὁ προφήτης ἐδίδαξεν, ἐν- ταῦθα ἡ πείρα δείκνυσιν ἐναργῶς.
τῷ θείῳ βαπτίσματι· τρεῖς χιλιάδες ὁμοουσίων εἰς τριάδα ὁμοούσιον ἐβαπτίσθησαν.
“ ὁμοθυμαδὸν τῇ διδαχῇ φησὶν “ τῶν Ἀποστόλων·” πάλιν γὰρ αὐτοὺς ἐδίδασκον, “ καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου, καὶ “ τῇ προσευχῇ·” πάντα κοινά· πάντα μετὰ καρτερίας· οὐ γὰρ μίαν ἡμέραν, οὐ δύο καὶ τρεῖς, ἀλλ’ ἐπὶ πολλὰς ἐδιδάσκοντο, ἅτε ἐφ’ ἕτερον μεταστάντες βίον.
ἄνωθεν ἦν πολὺς ῥέων ὁ Πέτρος, καὶ ἐδείκνυ τὰς ἐπαγγελίας καὶ τὰ μέλλοντα, εἰκότως ἐξέστησαν τῷ φόβῳ· καὶ διεμαρτύρει τοῖς λεγομένοις τὰ θαύματα· καθάπερ ἐπὶ τοῦ Χριστοῦ πρότερον σημεῖα· εἶτα διδασκαλία· εἶτα θαύματα· οὕτω καὶ νῦν.
μεταβολὴν ἀθρόον ἰδόντων, καὶ ἀπὸ τῶν σημείων.
πολιτεία.
ὁ τῆς Ἐκκλησίας θεσμὸς κοινὸν βίον θέλει ἔχειν ἅπαντας μεθ’ ἑαυτῶν.
ἐπὶ τὸ πᾶσι μεταδοῦναι· τοῦτο πολιτεία ἀγγελικὴ, μηδὲν αὐτῶν λέγειν ἴδιον τ’ εὐθέως ἡ ῥίζα τῶν κακῶν ἐξεκόπη· δι’ ὧν ἔπραττον ἔδειξαν ἃ ἤκουσαν· τοῦτο ἦν ὃ ἔλεγε, “ σώθητε ἀπὸ τῆς γενεᾶς “ τῆς σκολιᾶς ταύτης.
πτωχεύσαντος πλουσίου Θεοῦ.
ἱερῷ προσήδρευον· ἅτε γὰρ σπουδαιότεροι γεγενημένοι καὶ περὶ τὸν τόπον πλείονα εὐλάβειαν εἶχον· οὐ γὰρ ἀπέσπων αὐτοὺς οἱ Ἀπόστολοι τέως ὥστε μὴ βλάψαι.
τῇ τροφῇ τῇ πνευματικῇ· ἄγγελοι γεγόνασιν ἐξαίφνης ἅπαντες, εὐχῇ καὶ ἀκροάσει προσκαρτεροῦντες· εἶδον ὅτι τὰ πνευματικὰ κοινὰ, καὶ οὐδεὶς ἕτερος ἑτέρου πλεῖον ἔχει, καὶ ταχέως ἦλθον ἐπὶ τοῦτο ἐπὶ τὸ πᾶσι μεταδοῦναι. Καὶ μετ’ ὀλίγα—Ἐπειδὴ τρισχίλιοι γεγόνασιν, ἐξάγαγον αὐτοὺς λοιπὸν ἔξω· ἅμα δὲ τῆς τοῦ
Πνεύματος παρρησίας πολλῆς οὔσης, καθημέραν τε ὥσπερ εἰς ἱερὸν ἀνήεσαν τόπον· ἐπεὶ καὶ Πέτρος καὶ Ἰωάννης μικρὸν ὕστερον τοῦτο ποιοῦσιν· οὐδὲν γὰρ τέως παρεκίνουν τῶν ’Ιουδαϊκῶν. Καὶ αὐτὴ δὲ ἡ τιμὴ εἰς τὸν τόπον διέβαινε τὸ ἐν τῷ οἴκῳ ἐσθίειν· ποίῳ οἴκῳ; ἐν τῷ ἱερῷ· καὶ ὅρα εὐλαβείας ἐπίδοσιν· χρήματα ἔρριψαν
καὶ ἔχαιρον· καὶ πολλὴ ἦν ἡ εὐφροσύνη· μείζονα γὰρ ἦν ἃ ἐλάμβανον ἄπονα· οὐδεὶς ὠνείδιζεν, οὐδεὶς ἐφθόνει, οὐδεὶς ἐβάσκαινεν· οὐκ ἦν τῦφος, οὐκ ἦν ἐξουδένωσις· καθάπερ παιδία ἐνόμιζον ὄντως παι- δεύεσθαι· ὡς ἀρτίτοκοι οὕτω διέκειντο· καὶ τί λέγω ὡς ἐν ἀμυδρᾷ εἰκόνι; εἰ μέμνησθε ὅτε τὴν πόλιν ἡμῖν ἔσεισεν ὁ Θεὸς, καὶ πάντες
ἦσαν συνεσταλμένοι, οὕτω τότε ἐκεῖνοι διέκειντο· οὐδεὶς πονηρὸς, οὐδεὶς ὕπουλος ἦν· καὶ γὰρ τοιοῦτον ὁ φόβος, τοιοῦτον αἱ θλίψεις· οὐκ ἦν τὸ ἐμὸν καὶ τὸ σόν· διὰ τοῦτο ἀγαλλίασις ἦν ἐπὶ τῆς τραπέζης· οὐδεὶς ὡς ἐξ ἰδίων ἐσθίων διέκειτο, οὐδεὶς ὡς ἐξ ἀλλοτρίων· καίτοι δοκεῖ αἴνιγμα εἶναι· οὔτε ἀλλότρια ἐνόμιζον εἶναι τὰ τῶν
ἀδελφῶν, δεσποτικὰ γὰρ ἦν· οὔτε ἴδια, ἀλλὰ τῶν ἀδελφῶν· οὔτε ὁ πένης ᾐσχύνετο, οὔτε ὁ πλούσιος ἐτυφοῦτο· τοῦτό ἐστιν ἀγαλλίασις· κἀκεῖνος ὡς εὐεργετούμενος διέκειτο, καὶ εὖ πάσχων μᾶλλον· καὶ οὗτοι ὡς δοξαζόμενοι· ταύτῃ καὶ πάνυ πρὸς αὐτοὺς ἦσαν συνδεδεμένοι. Καὶ μετ’ λίγα—Ὅρα πόσα αὐτοῖς προμαρτυρεῖ· πίστιν
γνησίαν· βίον ὀρθόν· τὴν ἐν ἀκροάσει καρτερίαν· τὴν ἐν εὐχαῖς· τὴν ἐν ἀσφαλείᾳ· τὴν ἐν εὐφροσύνῃ· δύο ἦν ἱκανὰ καλεῖν αὐτοὺς εἰς ἀθυμίαν· ἥτε νηστεία καὶ τὰ χρήματα ἀπόλλυσθαι· ἀλλὰ διά τε ἀμφότερα ἔχαιρον· τίς γὰρ τοὺς οὕτω διακειμένους οὐκ ἃν ἠγάπησεν ὡς πατέρας κοινούς· οὐδὲν ἔτικτον πονηρὸν κατ’ ἀλλήλων·
τὸ πᾶν ἐπέτρεπον τῇ χάριτι τοῦ Θεοῦ.
ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας· αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ Κύριος προσετίθει τοῖς σωζομένοις καθ’ ἡμέραν τῇ
ἐκκλησίᾳ.
ἐποίει· οἱ μὲν γὰρ τρυφῶντες ἐν κολάσει καὶ λύπῃ, οὗτοι δὲ οὐχί. Ὁρᾶς ὅτι οἱ Πέτρου λόγοι καὶ τοῦτον εἶχον τὸν τοῦ βίου σωφρονισμόν· οὐ γὰρ ἔνι γενέσθαι ἀγαλλίασιν, μὴ ἀφελείας οὔσης.
ἐποίουν, διὰ τῆς ἐλεημοσύνης· μὴ γάρ μοι ὅτι i οἱ ἀρχιερεῖς ἐπέστησαν αὐτοῖς ὑπὸ φθόνου καὶ βασκανίας τοῦτο ἴδης, ἀλλ’ ὅτι πρὸς τὸν λαὸν χάριν εἰχον.
ἑνωθῆναι τοῖς προλαβοῦσι, τὴν πίστιν προσετίθει καθ’ ἑκάστην τῇ Ἐκκλησίᾳ ἐπὶ τὸ αὐτό· νοήσεις δὲ τὸ λεγόμενον ἐκ τοῦ εἰρημένου ἐν Εὐαγγελίῳ· “Πᾶν’ ὃ δίδωσι μοι ὁ Πατήρ μου, πρὸς ἐμὲ ἥξει·” τὸν γὰρ ἐρχόμενον πρὸς τὸν Υἰὸν, δίδωσιν αὐτῷ ὁ Πατήρ δηλοῖ δὲ τὸ ἔρχεσθαι προαιρετικὴν ὁρμὴν, τὸ δὲ δεδόσθαι ὑπὸ τοῦ Πατρὸς
συνεργίαν τελειοῦσαν τὴν ὁρμὴν τοῦ παρ’ ἰδίαν βούλησιν ἐρχομένου· ὅθεν οἰχέσθω ὁ μῦθος τῶν τὰς φύσεις εἰσαγόντων· τοὺς γὰρ οὕτως ἔχοντας ἡ φύσις αὐτῶν προστίθησιν αὐτοὺς τοῖς πιστοῖς, ἀλλ’ οὐχ ὁ Κύριος.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.