ΚΕΦ. Β.
τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ, ὡς ἕκατον εἴκοσι.
ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαβὶς, περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν.
τοιοῦτον αἱ θλίψεις· ἀεὶ παραμυθεῖται αὐτοὺς ἀπὸ τῆς προρρήσεως· οὕτω καὶ ὁ Χριστὸς πανταχοῦ ποιεῖ· τὸν αὐτὸν τρόπον καὶ οὗτος δείκνυσιν, ὅτι οὐδὲν ξένον γέγονε, ἀλλὰ τὸ ἤδη προ- εἰρημένον· καὶ οὐ λέγει Δαβὶδ εἶπεν, ἀλλὰ τὸ Πνεῦμα δι’ αὐτοῦ. Ορα εὐθέως ἐν προοιμίοις τοῦ βιβλίου ὁποίᾳ κέχρηται διδασκαλίᾳ· ὄρα ὅτι οὐχ ἅπλως εἶπεν ἀρχόμενος τῆς συγγραφῆς, ὅτι τοῦ Πνεύματός ἐστι πολιτεία τὸ βιβλίον τοῦτο.
κλῆρον τῆς διακονίας ταύτης. οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας.
ἅπερ τοὺς Λευίτας· καὶ ἐνδιατρίβει τοῖς περὶ αὐτοῦ· ὅτι ὁ τῆς προδοσίας μισθὸς αὐτὸς καὶ τῆς τιμωρίας γέγονε Κήρυξ· “ἐκτή- “σατο γάρ, φησι, “χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας.” Ὄρα πῶς Θεοῦ οἰκονομία ἦν· “τῆς ἀδικίας φησὶ, πολλαὶ γὰρ ἀδικίαι· ταύτης δὲ οὐδὲν ἀδικώτερον γέγονέ ποτε.
Πραξεῖς· “ὅ πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξε- “χύθη τὰ σπλάγχνα αὐτοῦ·” τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας ὁ Ἰωάννου μαθητὴς, λέγων οὕτως, ἐν τῷ δ' τῆς ἐξηγήσεως τῶν Κυριακῶν λόγων· “μέγα δὲ ἀσεβείας ὑπόδειγμα ἐν τούτῳ τῷ “κόσμῳ περιεπάτησεν ὁ Ἰούδας· πρησθεὶς ἐπιτοσοῦτον τὴν σάρκα, “ὥστε μὴ δὲ ὁπόθεν ἅμαξα διέρχεται ῥαδίως ἐκεῖνον δύνασθαι “διελθεῖν· ἀλλὰ μὴ δὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον αὐτοῦ. “τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν αὐτοῦ φασὶ τοσοῦτον ἐξοι- “δῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέπειν· τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μὴ δὲ ὑπὸ ἰατροῦ διόπτρας ὀφθῆναι δύνασθαι·
τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας h. τὸ δὲ αἰδοῖον αὐτοῦ πάσης μὲν ἀσχημοσύνης ἀηδέστερον καὶ μεῖζον φαίνεσθαι· 1 “φέρεσθαι δὲ δι’ αὐτοῦ ἐκ παντὸς τοῦ σώματος συρρέοντας ἰχώ- “ρας τε καὶ σκώληκας i εἰς ὕβριν· δι’ αὐτῶν μόνον τῶν ἀναγ- “καίων· μετὰ πολλὰς δὲ βασάνους καὶ τιμωρίας, ἐν ἰδίῳ φασὶ “χωρίῳ τελευτήσαντα· καὶ τοῦτο ἀπὸ τῆς ὁδοῦ ἔρημον καὶ ἀοί- “κητον τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι· ἀλλ’ οὐδὲ μέχρι τῆς
“σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς “ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ· τοσαύτη διὰ τῆς σαρκὸς αὐτοῦ “καὶ ἐπὶ γῆς κρίσις ἐχώρησεν.”
ἵνα γὰρ μὴ δόξῃ μεγάλῳ πράγματι ἐπιχαίρειν, καὶ τοιούτῳ οἵῳ ὁ Χριστὸς, ἐπήγαγε μάρτυρα τὸν προφήτην.
χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ Κύριος Ἰησοῦς.
διὰ τοῦτο ἀρχόμενος ἔλεγεν· “ἄνδρες ἀδελφοὶ,” δεῖ ἐκδέξασθαι 2 ἀφ’ ὑμῶν· τῷ πλήθει τὴν κρίσιν ἐπιτρέπει, τουτέστι γινομένους αἰδεσίμους ποιῶν· καὶ αὐτὸς ἀπαλλαττόμενος ἀπεχθείας τῆς k πρὸς ἀλλήλους· μεγάλα γὰρ ἀεὶ τὰ τοιαῦτα ἐργάζεται κακά· καὶ ὅτι μὲν δεῖ γενέσθαι, τὸν προφήτην παράγει μάρτυρα. ἐκ τίνων δὲ δεῖ; ἐκ τῶν συνελθόντων ἡμῖν, φησὶν, ἐν παντὶ χρόνῳ. εἰ μὲν γὰρ
εἶπεν τοὺς ἐπιεικεῖς ἔδει παρεῖναι, καὶ τοὺς ἄλλους ἃν ὕβρισαι, τῷ χρόνῳ τὸ πρᾶγμα ἐπέτρεψεν· οὐχ ἁπλῶς συνελθόντων εἰπὼν, ἀλλ’ ἐν παντὶ χρόνῳ.
δὲ καὶ νεύματος ἄμοιρος ἦν.
αὕτη δὲ λάθρα γέγονεν, καὶ τούτοις μόνοις δήλη.
ὥστε ἐξηγητὴς γέγονεν οὐ διδάσκαλος.
ὅτι πάντως ἕνα δεῖ γενέσθαι· οὐκ εἶπεν ἐκλέξαι, ἀλλ’ ἀνάδειξον τὸν ἐκλεγέντα· εἰδότες πάντα προωρίσθαι τῷ Θεῷ.
οὐκ ἐῶντες m.
ἡγοῦντο τοῦ διάτινος σημείου μαθῆν n. ἄλλος δὲ εἰ ἔνθα οὔτε εὐχὴ, οὔτε ἀξιόλογοι ἄνδρες, κλῆρος τοσοῦτον ἴσχυσεν διὰ τὸ ἐξ ἀρχῆς γενέσθαι γνώμης ἐπὶ τοῦ Ἰωνᾶ· πολλῷ μᾶλλον ἐνταῦθα ἐπλήρωσε τὸν χορὸν o, ἀπήρτησε τὴν τάξιν ὁ ἀναδεχθείς· ἀλλ’ ὁ ἕτερος οὐκ ἤλγησεν, οὐ γὰρ ἃν ἀπέκρυψαν τὰ οἰκεῖα ἐλαττώματα οἱ Ἀπόστολοι·
οιγε περὶ αὐτῶν τῶν κορυφαίων εἰπόντες, ὅτι ἠγανακτησαν ἀλλαχοῦ, καὶ οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Δεῖ τοίνυν τὸν κληρωθέντα τόπον ἔχειν ὃν ἐκληρώθη, καὶ μήτε κατασκευάζειν ἑαυτῷ, οὐ γὰρ ἂν εἴη κλῆρος τοῦτο, μήτε φεύγειν δοθέντα· εἰ γὰρ τὰ τοῦ κλήρου κύρια, πολλῷ μᾶλλον τὰ τοῦ Θεοῦ.
Οταν ὁ Θεὸς κληρώσῃ, δεῖ καὶ τὸν ποιοῦντα ἀπροσπαθῶς ποιεῖν· τοῦτο γὰρ κλῆρος, μὴ ὃν βούληται αὐτὸς, ἀλλ’ ὃν ἡ χάρις δίδωσιν. Ἕως μὲν οὖν Πνεύματος ἄμοιροι ἦσαν οἱ Ἀπόστολοι κλήρῳ τὰ πράγματα ἐπέτρεπον· ὕστερον δὲ καὶ τῷ πλήθει καὶ τῇ οἰκείᾳ χάριτι. ὁ κλῆρος πρᾶγμα ἄλυπον, οὐκ ἀφίησιν οὐδὲ ἐκείνους ἀλγεῖν
ὡς ἀδικουμένους· ὁ κλῆρος συγγένειαν οὐκ οἶδεν· οὐδὲ φιλίαν οὐδὲ χάριν, οὐδὲ ἀπέχθειαν ἐπειδὴ γὰρ πολλῶν ὄντων πάντας κληροῦσθαι οὐκ ἔνι, εἰκότως ἐκ πολλῶν ὀλίγους ἐπιλεγόμεθα.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.