ΚΕΦ. Α
τῆς πραγματείας ἐκείνης φησὶν, ἔδοξε κἀμοὶ, παρηκολουθηκότι 1 “ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι·’ καὶ οὐδὲ τῇ οἰκείᾳ ἀρκεῖται μαρτυρίᾳ μόνον, ἀλλὰ ἀνάγει ἔτι τοὺς Ἀποστολους, τὸ πᾶν λέγων “καθὼς καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ “ὑπηρέται γενόμενοι τοῦ λόγου· διὸ τὸν λόγον ἀξιόπιστον ἐκεῖ ποίησας, οὐδεμιᾶς δεῖται ἐνταῦθα ἑτέρας συστάσεως, ἅπαξ τοῦ
μαθητοῦ πεισθέντος, καὶ δι’ ἐκείνων τὸ ἀκριβὲς αὐτοῦ τῆς ἀληθείας ἀναρτίσας. Ὁ γὰρ ἅπερ ἤκουσεν ἀξιόπιστος γενόμενος γράψαι, καὶ πιστευθεὶς ὃ μὴ παρ’ ἑτέρων παρείληφεν, ἀλλὰ ὧν εἶδε καὶ ἤκουσε, πιστευθῆναι δίκαιος ἃν ἦν. Εἰ γὰρ τὰ τοῦ Χριστοῦ ἐδέξω, πολλῷ μᾶλλον τὰ τῶν Ἀποστόλων. Τί οὖν; ἱστορία μόνον
τὸ πρᾶγμα ἐστὶ καὶ Πνεύματος ἄμοιρος ὁ λόγος; οὐδαμῶς· εἰ γὰρ “οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου αὐτὰ παρέδοσαν, τὰ ἐκείνων λέγει. Καὶ μετ’ ὀλίγα—καὶ ὅρα αὐτοῦ τὸ ἄτυφον· οὐ γὰρ λέγει τὸ μὲν πρῶτον εὐαγγέλιον ὃ εὐηγγελισάμην, ἀλλὰ τὸν μὲν πρῶτον λόγον ὃν ἐποιησάμην.” μείζονα ἑαυτοῦ
εἶναι νομίζων τὴν τοῦ εὐαγγελίου προσηγορίαν. Καίτοι γε ὁ Απόστολος ἐντεῦθεν αὐτὸν κοσμεῖ λέγων· “οὑ ὁ ἔπαινος ἐν τῷ “εὐαγγελίῳ.” ἀλλ’ αὐτὸς μετριάζει καὶ φησί· τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ “ποιεῖν ποιεῖν τε καὶ διδάσκειν. οὐχ ἁπλῶς περὶ πάντων, ἀλλ’ ἀπ’
ἀρχῆς μέχρι τέλους· ἄχρι γὰρ τῆς ἡμέρας, φησιν,’ ἧς ἀνε- “λήφθη.” καὶ μὴν Ἰωάννης φησὶν ὅτι οὐκ ἦν δύνατον πάντα “γράψαι· εἰ γὰρ ἐγράφη, οὐκ ἃν τὸν κόσμον οἶμαι,“ φησὶ,“χωρῆσαι “τὰ γραφόμενα βιβλία.” Πῶς οὖν οὗτος φησὶ “περὶ πάντων”; οὐκ εἶπε πάντα· ὡς ἃν εἴποι τις ἁδρομερῶς καὶ παχυμερῶς περὶ
πάντων τῶν συνεχόντων καὶ κατεπειγόντων·
ὅτι διὰ Πνεύματος αὐτοῖς ἐνετείλατο. Καὶ μετ’ ὀλίγα—τί δὲ ἐνετείλατο; “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· βαπτίζοντες αὐ- “ τοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύ- “ ματος.” καὶ τὰ ἑξῆς. Μέγα τῶν Ἀποστόλων τὸ ἐγκώμιον, ὅταν τοιαῦτα ὦσιν ἐγκεχειρισμένοι· τῆς οἰκουμένης λέγω τὴν σωτηρίαν· ῥήματα τοῦ Πνεύματος γέμοντα ἐντειλάμενος οὖν, φησὶν, ἀνελήφθη· οὐκ εἰπε ἀνέβη· ἔτι ὡς περὶ ἀνθρώπου διαλέγεται· ἄρα καὶ μετὰ τὴν ἀνάβασιν ἐδίδασκε τοὺς μαθητάς· ἀλλὰ τοῦ χρόνου τούτου οὐδεὶς εἶπεν ἡμῖν μετὰ ἀκριβείας πάντα· ἀλλ’ ἐνχρονίζει μὲν αὐτῷ
Ἰωάννης τῶν ἄλλων μᾶλλον καὶ οὗτος· πάντα δὲ σαφῶς οὐδεὶς ἀπήγγειλε, πρὸς γὰρ ἕτερον ἠπείγετο· ἐμάθομεν δὲ αὐτὰ διὰ τῶν Ἁποστόων· ἃ γὰρ ἤκουσαν εἶπον.
ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας
τοῦ Θεοῦ. καὶ συναλιζόμενος b.
ἔστησεν ἑαυτὸν,” φησὶ, ζῶντα·” εἰ γὰρ ἐν τῷ μείζονι ἑαυτὸν παρέστησε, πολλῷ μᾶλλον ἐν τῷ ἐλάττονι. Εἶδες πῶς λανθανόντως ὑποσπείρει ταυτὶ τὰ δόγματα.
“δι’ ἡμερῶν τεσσαράκοντα·” ἐφίστατο γὰρ καὶ ἀφίστατο πάλιν· ἀνοίγων αὐτῶν τὰς διανοίας, καὶ οὐκέτι συγχωρῶν ὁμοίως πρὸς αὐτὸν διακεῖσθαι ὥσπερ καὶ ἔμπροσθεν· ἀλλ’ ἑκάτερα μετὰ ἀκριβείας κατασκευάζων· καὶ τὸ πιστευθῆναι τὴν ἀνάστασιν, καὶ τὸ μεῖζον αὐτὸν νομισθῆναι ἣ κατὰ ἄνθρωπον. τίνος δὲ ἕνεκεν οὐχὶ πᾶσιν ἀλλὰ
τοῖς Ἀποστόλοις ἐφάνη; ὅτι φάντασμα ἃν ἔδοξεν εἶναι τοῖς πολλοις οὐκ εἰδόσι τὸ ἀπόρρητον τοῦτο μυστήριον. Εἰ γὰρ αὐτοὶ οἱ μαθηταὶ ἠπίστουν τὴν ἀρχὴν καὶ ἐθορυβοῦντο· καὶ ἁφῆς ἐδεήθησαν τῆς διὰ χειρὸς καὶ τραπέζης, τί τοὺς πολλοὺς εἰκὸς ἦν παθεῖν; διὰ τοῦτο ἐκ τῶν σημείων ἀναμφίβολον ποιεῖ τῆς ἀναστάσεως τὴν
ἀπόδειξιν· ὥστε μὴ τοῖς τότε μόνον, ὅπερ ἐκ τῆς ὄψεως ἔμελλεν 2 ἔσεσθαι, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα φανερὰν γενέσθαι τὴν ἀνάστασιν. Διά τοι τοῦτο καὶ τοὺς ἀπίστους ἐντεῦθεν συλλογιζόμεθα· εἰ γὰρ οὐκ ἀνέστη, ἀλλὰ μένει νεκρὸς, πῶς ἐν τῷ ὀνόματι αὐτοῦ οἱ Ἀφπόστολοι σημεῖα ἐποίησαν; ἀλλ’ οὐκ ἐποίησαν σημεῖα· πῶς οὖν συνέστη τὸ ἔθνος τὸ ἡμέτερον; οὐ γὰρ δὴ πρὸς τοῦτο
ἀντιστήσονται· οὐδὲ τοῖς ὁρωμένους μαχήσονται· ὥστε ὅταν λέγωσι μὴ γεγενῆσθαι σημεῖα, μειζόνως ἑαυτοὺς περιπείρουσι. τοῦτο γὰρ μέγιστον σημεῖον, τὸ χωρὶς σημείων τὴν οἰκουμένην προδραμεῖν ἅπασαν ὑπὸ δώδεκα πτωχῶν καὶ ἀγραμμάτων ἀνθρώπων ἁλιευθεῖσαν. Οὐδὲ γὰρ πλούτῳ χρημάτων, οὐδὲ σοφίᾳ λόγων,
οὐκ ἄλλῳ τινὶ τοιούτῳ περιεγίνοντο οἱ ἁλιεῖς· ὥστε καὶ ἄκοντες ὁμολογήσωσι θείαν εἶναι ἐν ἑαυτοῖς δύναμιν· ἀμήχανον γὰρ ἀνθρωπίνην ἰσχὺν δυνηθῆναι τοσαῦτα ποτέ. Διά τοι τοῦτο καὶ τότε τεσσαράκοντα ἡμέρας ἔμεινεν ἐπὶ τῆς γῆς· ἔλεγχον διδοὺς ἐν τῷ μακρῷ χρόνῳ τῆς ὄψεως τῆς οἰκείας, ἵνα μὴ φάντασμα εἶναι
νομίσωσι τὸ ὁρώμενον. Καὶ οὐδὲ ἐν τούτῳ ἠρκέσθη· ἀλλὰ καὶ τράπεζαν προσετίθει. Ὅπερ οὖν δηλῶν ἔλεγε καὶ συναλιζόμε- νος c αὐτοῖς. καὶ τοῦτο ἀεὶ καὶ αὐτοὶ οἱ Ἀπόστολοι τεκμήριον ἐποιοῦντο τῆς ἀναστάσεως, λέγοντες· οἵτινες συνεφάγομεν αὐτῷ “καὶ συνεπίομεν. Τί δὲ ἐποίει τὰς τεσσαράκοντα ἡμέρας ὀπτανόμενος;
διελέγετο γὰρ αὐτοῖς φησι περὶ τῆς βασιλείας τοῦ “ Θεοῦ.” Ἐπειδὴ γὰρ καὶ πεπονηκότες ἦσαν καὶ τεταραγμένοι τοῖς ἤδη γεγενημένοις, καὶ πρὸς μεγάλους μέλλοντες ἐξιέναι ἀγῶνας, τοῖς περὶ τῶν μελλόντων αὐτοὺς ἀνεκτᾶτο λόγοις.
τὸ δὲ πῶς οὐκ ἡμέτερον εἰπεῖν· τρόπῳ γάρ τινι παραδοξοτέρῳ ταῦτα ἐγίνετο· οὐχ ὡς τῆς φύσεως δεομένης βρωμάτων λοιπὸν, ἀλλὰ συγκαταβάσεως πρὸς ἀπόδειξιν τῆς ἀναστάσεως γενομένης. Πρῶτον αὐτοὺς εἰς τὴν Γαλιλαίαν ἐξήγαγε, δεδοικότας ἔτι καὶ τρέμοντας, ἵνα μετὰ ἀδείαν ἀκούσωσι τῶν λεγομένων· εἶτα ἐπειδὴ ἤκουσαν καὶ τεσσαράκοντα συνδιέτριβον συνδιέτριβον, Βπαρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ “χωρίζεσθαι. τι δήποτε; καθάπερ τινας στρατιώτας μέλλοντας εἰς 3 πλῆθος ἐμπίπτειν οὐδεὶς ἀφίησιν ἐξελθεῖν, ἕως ἃν ὁπλίσωνται· οὐδὲ ἵππους προπηδᾶν τῆς βαλβῖδος, ἕως ἃν τὸν ἡνίοχον λάβωσιν, οὕτω δὴ καὶ αὐτοὺς πρὸ τῆς τοῦ Πνεύματος καθόδου φανῆναι ἐπὶ τῆς παρατάξεως οὐκ ἠφίει, ὥστε γενέσθαι εὐχειρώτους καὶ ἁλωσίμους τοῖς πολλοῖς· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἐπειδὴ πολλοὶ ἦσαν οἱ
μέλλοντες πιστεύειν αὐτόθι· καὶ πρὸς τούτοις πάλιν, ἵνα μὴ λέγωσί τινες, ὅτι τοὺς γνωρίμους ἀφέντες παρὰ τοῖς ξένοις ἦλθον κομπάσαι. τούτου χάριν παρ’ αὐτοῖς τοῖς πεφονευκόσι παρέχουσι τὰ τεκμήρια τῆς ἀναστάσεως· παρ’ αὐτοῖς τοῖς ἐσταυρωκόσι· τοῖς θάψασιν· ἐν αὐτῇ τῇ πόλει ἐν ᾖ τὸ παράνομον ἐτολμήθη πρᾶγμα·
ὥστε καὶ τοὺς ἔξωθεν ἐπιστομωθῆναι ἅπαντας· ὅταν γὰρ οἱ ἐσταυρωκότες αὐτοὶ φαίνωνται καὶ πεπιστευκότες, εὔδηλον ὅτι καὶ ὁ σταυρὸς, καὶ τοῦ τολμήματος ἐδείκνυτο ἡ παρανομία, καὶ τῆς ἀναστάσεως πολλὴ ἡ ἀπόδειξις.
ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἢν ἠκούσατέ μου.
“σατέ μου, ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτιστή- “ σεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας ἔδωκεν αὐτοῖς ἐλπίδας, καὶ ἀνακεχηνέναι πεποίηκε τῷ ἀδήλῳ τῶν ἐπηρτημένων ἐλπίδων, ὅπως καὶ αὐτῶν τὸν φόβον ἔξω βάλῃ, καὶ τῆς τριάδος ἀδεῶς τὰ εὐκρινῆ πρόσωπα παραστήσῃ. Καὶ διὰ μὲν τοῦ εἰπεῖν,
ἐντειλάμενος αὐτοῖς διὰ Πνεύματος Ἁγίου, δεῖξαι ὅτι οὔτε ἐντελλόμενος δι’ αὐτοῦ μείζων αὐτοῦ ἐστιν· ὡς οὔτε ὁ Πατὴρ αὐτοῦ ἐργαζόμενος ἐν ἑαυτῷ καὶ δι’ αὐτοῦ καὶ σὺν αὐτῷ μείζων αὐτοῦ ἐστιν· οὔτε ἀναγεννώμενος δι’ αὐτοῦ ἥττων αὐτοῦ ἐστι· καὶ ὅτι οὐκ ἔστιν ἐπὶ Θεοῦ μικρὸν ἣ μέγα φυσικῶς· καὶ ὅτι οὐ δι’ ἑαυτὸν
ταῦτα οὕτως, ἀλλὰ διὰ τὸν λόγον τῆς οἰκονομίας λέγεται καὶ ᾠκονόμηται.
Καὶ πῶς εἰ μηδέπω παρεγεγόνει ἔλεγε “λάβετε Πνεῦμα Ἅγιον; ἵνα δεκτικοὺς αὐτοὺς ποιήσῃ, καὶ ἀρκοῦντας πρὸς τὴν ὑποδοχήν. Εἰ γὰρ ἄγγελον μέλλων ὁρᾶν ὁ Δανιὴλ διελύετο, πολλῷ μᾶλλον οὗτοι μέλλοντες τοσαύτην δέχεσθαι χάριν. Καὶ μετ’ ὀλίγα— τίνος ἕνεκεν οὐδέποτε παραγεγόνει; ἐν ἐπιθυμίᾳ αὐτοὺς ἔδει γενέσθαι
τοῦ πράγματος, καὶ οὕτω δέξασθαι τὴν χάριν· διὰ τοῦτο αὐτὸς ἀπέπτη· καὶ τότε ἦλθεν ἐκεῖνο· εἰ γὰρ παρῆν αὐτὸς, οὐκ ἂν ἐν τοσαύτῃ ἐγένετο προσδοκίᾳ. Διὰ τοῦτο οὐδὲ εὐθέως ἀνελθόντος αὐτοῦ παρεγένετο, ἀλλὰ μετὰ ὀκτὼ ἢ ἐννέα ἡμέρας. Καὶ πρὸς τὸν Θεὸν δὲ τότε μάλιστα διεγειρόμεθα, ὅταν ἐν χρείᾳ καταστῶμεν·
στῶμεν· διὰ τοῦτο καὶ Ἰωάννης τότε πέμπει τοὺς μαθητὰς πρὸς τὸν Χριστὸν, ὅτε μάλιστα ἔμελλον ἐν χρείᾳ ἐλᾶι τοῦ Ἰησοῦ, τὸ δεσμωτήριον οἰκοῦντος ἐκείνου· ἄλλως δὲ ἔδει ἐν οὐρανῷ φανῆναι τὴν ἡμετέραν φύσιν καὶ τὰς καταλλαγὰς γενέσθαι ἀπηρτισμένας· καὶ τότε ἐλθεῖν τὸ Πνεῦμα καὶ καθαρὰν γενέσθαι τὴν ἡδονήν· εἰ
γὰρ παρόντος αὐτοῦ, ὁ μὲν ἀπῆλθεν, ὁ δὲ ἔμεινεν, οὐκ ἦν τοιαῦτα τὰ τῆς παραμυθίας· εἰ δὲ ἔλαττον ἦν τὸ Πνεῦμα, οὐκ ἦν ἀρκοῦσα ἡ παραμυθία. Πῶς δὲ ἔλεγε “συμφέρει ὑμῖν;” διὰ τοῦτο τὰ μείζονα αὐτῷ τετήρηται τῆς διδασκαλίας, ἵνα μὴ ἔλαττον αὐτὸν νομίσωσιν.
“μὲν ἐβάπτισεν ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ· οὐκέτι κέχρηται τῇ μαρτυρίᾳ· ἀλλ’ ἀναμιμνήσκει τοῦ προσώπου μόνον εἰς μνήμην τῶν παρ’ αὐτοῦ εἰρημένων ἐνάγων, καὶ δείκνυσιν αὐτοὺς ἤδη μείζους γεγενημένους Ἰωάννου· εἴγε ἐν Πνεύματ’ ἔμελλον καὶ αὐτοὶ βαπτίζειν. Καὶ οὐκ εἶπεν, ὑμᾶς δὲ ἐγὼ βαπτίζω ἐν Πνεύματι Ἁγίῳ, ἀλλὰ βαπτισθήσεσθε, διδάσκων ἡμᾶς ταπεινοφρονεῖν· τοῦτο γὰρ ἀπὸ τῆς μαρτυρίας Ἰωάνου δῆλον λοιπὸν ἦν· ὅτι οὗτος ἦν ὁ βαπτίζων· αὐτὸς γὰρ ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· διὸ καὶ Ἰωάννου ἐμνημόνευσε. Τὰ μὲν
οὑν εὐαγγέλια, ἃ ὁ Χριστὸς ἐποίησε καὶ εἶπεν, ἱστορία τίς ἐστιν· αἱ δὲ Πραξεῖς ὧν ὁ ἕτερος Παράκλητος καὶ εἶπε καὶ ἐποίησε. Καὶ τότε μὲν γὰρ πολλὰ καὶ αὐτὸς ἐποίει· ὥσπερ οὖν καὶ νῦν ὁ Χριστὸς ἐνεργεῖ καθάπερ καὶ τότε, ἀλλὰ διὰ τοῦ ναοῦ· νῦν δὲ διὰ τῶν Ἀποστόλων· καὶ τότε μὲν εἰς παρθενικὴν ἦλθε μήτραν· καὶ ναὸν
διέπλασε, νῦν δὲ εἰς ψυχὰς Ἀποστολικάς· καὶ τότε μὲν ἐν εἴδει περιστερᾶς, νῦν δὲ καὶ ἐν εἴδει πυρός. Τί δήποτε; ἐκεῖ μὲν τὸ πρᾶον τοῦ δεσπότου δηλῶν· ἐνταῦθα δὲ καὶ τὸ τιμωρητικόν· καὶ τῆς κρίσεως λοιπὸν ἀναμιμνήσκει· ὅτε μὲν γὰρ ἁμαρτήματα συγχωρῆσαι ἔδει, τῆς πραότητος· ἐπειδὴ δὲ ἐτύχομεν δωρεᾶς, λοιπὸν
καὶ κρίσεως καῖρος·
χρισάμενος ἐλαίῳ, ἀλλὰ πνεῦμα δεξάμενος.
ὅτι οὐδεὶς οἶδε τὴν ἡμέραν· διακρουόμενον ἦν· ὅθεν πάλιν προσέρχονται καὶ ἐρωτῶσιν· οὐ γὰρ ἃν εἴγε ὄντως ἦσαν πεπεισμένοι ἠρώτησαν αὐτὸν·
“Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.”
τῶν ὅλων τὴν γνῶσιν.
χάριτος ἀπολαῦσαι τὸν μὴ νήφοντα.
φορτικὰ συνεκάλυψε. Καὶ μεθ' ἕτερα—ἐπειδὴ γὰρ εἶπεν εἰς ὁδὸν “ἐθνῶν μὴ ἀπέλθητε·” καὶ ὃ τότε οὐκ εἶπε ἐνταῦθα προσέθηκε· καὶ “ἕως ἐσχάτου τῆς γῆς· καὶ τὸ πάντων φοβερώτερον ἐσίγησεν.
γὰρ αὐτῶν σφόδρα τοῖς λεγομένοις καίπερ ἀναγκαίας τῆς ἐρωτήσεως οὔσης, καὶ ἐγηγερμένων καὶ οὐ νυσταζόντων τοῦτο γέ- γονεν·
αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ.
“ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν;“οὐκέτι εἴασεν αὐτοὺς αὐτὸν προσδοκᾶν· πάλιν οὗτοι τὸ μὲν μεῖζον λέγουσι, τὸ δὲ ἔλαττον οὐκέτι· ὅτι “οὕτως ἐλεύσεταί,” φησι, καὶ ὡς ἐξ οὐρανοῦ αὐτὸν προσδέχεσθε. λοιπὸν ἀπὸ τῆς θέας ἐκείνης ἐπέτρεψαν αὐτοὺς αὐτὸν προσδοκᾶν, ἵνα μὴ διὰ τὸ δύνασθαι θεωρεῖν αὐτὸν νομίσωσιν
αὐτὸν μὴ ἀνεληλυθέναι, ἀλλ’ ἐν ᾦ διαλέγονται φθάσῃ· εἰ γὰρ πρὸ τούτου ἔλεγον ποῦ ὑπάγεις; πολλῷ μᾶλλον καὶ νῦν εἶπον— Καὶ μετ’ ὀλίγα—Οὐκ εἶπεν ἀναλαμβανομένου αὐτοῦ οὐδὲ βασταζομένου· πορεία γὰρ ἡ δι’ αὐτοῦ γινομένη· εἰ γὰρ πρὸ σταυροῦ ἐπὶ τῶν ὑδάτων ἐφέρετο, παθητὸν ἔτι καὶ βαρὺ περικείμενος σῶμα,
μηδεὶς ἀπορείτω, εἰ μετὰ τὸ ἄφθαρτον αὐτὸ λαβεῖν, τὸν ἀέρα ἔτεμε.
οὕτως τὸ διάστημα ἐδήλωσεν εἰπὼν, ἀπὸ ὄρους τοῦ καλουμέ- “νου Ἐλαιῶνος, ὁ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ σαββάτου ἔχον ὁδόν·” εἰ μὴ ὡρισμένον τι μῆκος ὁδοιπορίας ἐβάδιζον ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου.
Ἱερουσαλὴμ τὸ ὅρος τῶν Ἐλαιῶν, οὐ μὴν ἑπτὰ ἡμερῶν ὁδὸν, ὅπου σχεδὸν εἰς μίαν ὥραν δύναται τις ἀπὸ τοῦ ὅρους κατελθεῖν εἰς Ἱερουσαλήμ. ἀπέχει οὖν ὡς μίλιον ἓν, ὃ ποιεῖ σταδίους ἑπτά· ἤτοι τοσοῦτον ἀπεῖχεν ἔξω τῶν τειχῶν διάστημα, ὅσον ἐξῆν Ἰουδαίῳ ἐν σαββάτῳ περιπατεῖν, πρὸς τὸ ἀδολεσχῆσαι ὡσανεὶ
διακινοῦντα.
τὴν ἁγίαν σκηνὴν βαδίζειν ἐν σαββάτῳ.
Οτε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλοφαίου, Σίμων ὁ Ζηλωτὴς, καὶ Ἰούδας Ἰα- κώβου. Τοῦ Χρυσοστόμου. Οὐκέτι μετὰ τοῦ ἀδελφοῦ μόνον ἀριθμεῖται, ἀλλὰ μετὰ Πέτρου οἱ δύο· καλῶς ἐμνημόνευσε τῶν μαθητῶν, ἐπειδὴ γὰρ ὁ μὲν προέδωκεν, ὁ δὲ ἠπίστησε, δείκνυσιν ὅτι πλὴν ἐκείνου πάντες ἦσαν σῶοι.
αὐτοὺς εἰς τοῦτο ἦγε· σφόδρα γὰρ ἐδεδοίκεισαν τοὺς Ἰουδαίους. “σὺν ταῖς γυναιξί, γυναιφί” σησιν, γὰρ ὅτι ἠκολούθησαν αὐτῷ “καὶ Μαριὰμ ἡ μητὴρ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς “αὐτοῦ·” καὶ οὗτοι ἀπιστοῦντες πρότερον ἦσαν. Σκόπει δέ μοι πῶς, ὅταν εὔχηται τις, ὅταν προσκαρτερῇ τῇ δεήσει, ὅταν ἀγάπην
ἔχῃ, τότε τὸ Πνεῦμα παραγίνεται.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.