ΚΕΦ. Δ.
τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην· καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας τῆς μητρὸς αὐτοῦ ὑπάρχων
ἐβαστάζετο· ὃν ἐτίθουν καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν.
ἀπῆλθον· περὶ αὐτοῦ φησὶ τῷ Χριστῷ, “οὗτος τί;” τὰ μὲν οὖν ἄλλα σημεῖα παρεῖδεν ὁ τὸ βιβλίον συγγράφων· λέγει δὲ σημεῖον ἀφ’ οὗ πάντας ἐκίνησε. Καὶ Καὶ πάλιν αὐτοὺς, οὐ προη- γουμένως ἐπ’ αὐτὰ ἐρχομένους· οὕτω φιλοτίμως ἦσαν καθαροί. καὶ μετ’ ὀλίγα—φυσικὸν τὸ πάθος ἦν· κρεῖττον τεχνῆς ἰατρικῆς·
τεσσαράκοντα ἦν ἔτη πεποιηκὼς ἐν τῇ Γαλιλαίᾳ καθὼς προιὼν φησίν· οὐδεὶς αὐτὸν ἐν παντὶ τῷ χρόνῳ ἐθεράπευσε· ταῦτα γὰρ μάλιστα δύσκολά ἐστιν ἅπερ ἃν ἐκ γενατῆς m ᾖ· καὶ ἐπίσημος δὲ ὁ ἀνὴρ ἦν, ἀπό τε τοῦ τόπου, ἀπό τε τοῦ πάθους.
δικαιοσύνης ἔργα καὶ βαίνειν τὸ παράπαν οὐ δυναμένην, ἀλλ’ ἔξω κειμένην τοῦ ἱεροῦ, τὴν χεῖρα τῆς διδασκαλίας ὀρέξαντες, ἀνέστησαν οἱ Ἀπόστολοι· ἀργύριον μὲν καὶ χρυσίον οὐ δόντες, εἰ καὶ περὶ ταῦτα ἐκεχήνει, καὶ περὶ τὴν ὑλικὴν φαντασίαν ἐπτόητο· τὴν δὲ ὡραίαν αὐτῇ θύραν ὅλην ἀνοίξαντες· ἥτις ἐστὶν Ἰησοῦς,
“ ὁ ὡραῖος μὲν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὡς ὁ Προφήτης φησὶν, εἰσάγων δὲ τοὺς πιστεύοντας πρὸς τὴν ἑαυτοῦ γνῶ- σιν καὶ τοῦ Πατρὸς οἷα δὴ θύρα· καὶ ἐν Εὐαγγελίοις βοᾷ· “ ἐγώ εἰμι η θύρα.
τὸ ἱερὸν, ἠρώτα ἐλεημοσύνην λαβεῖν· ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννη, εἶπε· βλέψον εἰς ἡμᾶς·
ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ’ αὐτῶν λαβεῖν.
δεικνὺς ὡς καὶ τοῖς κατ’ ἐκείνου τὴν ἀρετὴν εἰς προσευχὴν πορευομένοις ἀναγκαῖος ὁ περὶ τοὺς ἐνδεεῖς οἶκτος καὶ ἔλεος.
ἀποπηδῶντες. Ὄρα δέ μοι τὴν ἐπιείκειαν τοῦ Πέτρου· “ εἶπέ,“ φησι, “βλέψον εἰς ἡμᾶς· οὕτως αὐτῶν τὸ σχῆμα αὐτόθεν ἐδείκνυ ’τον τρόπον.
Χριστοῦ τοῦ Ναζωραίου, ἔγειρε καὶ περιπάτει. καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν.
μὲν γὰρ ἐπὶ τοῖς ἐναντίοις ἁβρύνονται, λέγοντες, ἔχω τόσα καὶ τόσα χρυσίου τάλαντα, καὶ πλέθρα γῆς ἄπειρα, καὶ οἰκίας καὶ ἀνδράποδα· οὗτος δὲ ἐπὶ τὸ πάντων εἶναι γυμνόν· καὶ οὐ καταδύεται δύεται τῇ πενίᾳ, ὅπερ πάσχουσιν οἱ ἀνόητοι· ἀλλ’ οὐδὲ ἐγκαλύ- πτονται καὶ καλλωπίζονται. Καὶ μετ’ ὀλίγα—Ἥκουσα τῆς Πέτου
τροῦ φωνῆς τῆς ἐπιδεικνυμένης πενίαν πλούτου μητέρα τῆς οὐδὲν ἐχούσης καὶ τῶν τὰ διαδήματα περικειμένων εὐπορωτέρας· αὕτη γὰρ μηδὲν ἔχουσα, καὶ νεκροὺς ἀνίστη, καὶ χωλοὺς διώρθου, καὶ δαίμονας ἤλαυνε· καὶ τοιαῦτα ἐχαρίζετο, ἅπερ οἱ τὴν ἁλουργίδα περιβεβλημένοι, καὶ τὰ μεγάλα καὶ φοβερὰ στρατόπεδα ἄγοντες,
οὐδέποτε ἴσχυσαν χαρίσασθαι.
ὃ οὐκ ἔλαβες; Καὶ μετ’ ὀλίγα—Ἀλλ᾿ ἴδωμεν πῶς ἐν τύπῳ τοῦ χωλοῦ τὴν Ἐκκλησίαν διανέστησε Πέτρος καὶ Ἰωάννης καὶ οἱ λοιποὶ τῶν Ἀποστόλων, ὁμοίως πρὸς τὴν θεογνωσίαν πάλαι χωλεύουσαν, καὶ ἐκ κοιλίας μητρὸς αὐτῆς ἁμαρτίᾳ παρειμένην διὰ τὴν τοῦ Ἀδὰμ καὶ τῆς Εὐας παράβασιν. Καὶ μετ’ ὀλίγα—"Ἐν τῷ
“ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειρε καὶ περιπάτει· καὶ ταῦτα εἰπόντες καὶ λαμβανόμενοι τῆς δεξιᾶς χειρὸς αὐτοῦ1 ἤγειραν· οὐ γὰρ ἃν δεξιάν τινα καὶ εἰς ἀρετὴν φέρουσαν πρᾶξιν ἐνεργῆσαι ἴσχυσεν, εἰ μὴ τὴν δεξιὰν καὶ τὴν φυσικὴν αὐτῆς δύναμιν τοῖς διδάγμασιν ἐπέρρωσαν οἱ Ἀπόστολοι, χειρὶ χεῖρα ἀνάψαντες·
καὶ παραχρῆμα ἐστερεώθησαν αἱ βάσεις αὐτοῦm καὶ τὰ σφυρά·” ἔστησε γὰρ τοὺς πόδας εἰς τὴν πέτραν τῆς πίστεως.
γὰρ η εἴκων.
ἐποιεῖτο· μὴ γὰρ ἃν ἁπλῶς ἐστὶ τὸ γεγονός· ἀσθενεῖς ἦσαν αὐτοῦ οἱ πόδες οὐ κεκομμένοι· τινὲς δὲ φασὶν ὅτι καὶ ἠγνόει περιπατεῖν.
καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ.
συμβεβηκότι αὐτῷ· κρατοῦντος δὲ αὐτοῦ τὸν Πέτρον καὶ τὸν Ἰωάννην, συνέδραμε πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι.
ἐνέπρησε γὰρ τὸ ἱερὸν ὁ Ναβουχοδονόσορ, καὶ ᾠκοδόμησε Κῦρος ὁ Πέρσης.
περιπατεῖν αὐτόν;
Θεοῦ, τὸν καὶ ἄνθρωπον γεγονότα καὶ παθόντα· εἰς ἐπίγνωσιν ἄγων τὸν Ἰσραὴλ, καὶ ἐν Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν κηρύσσων, καὶ σημαίνων ὅτι ὅσα οἱ προφῆται κατήγγειλαν περὶ τοῦ πάθους τοῦ Χριστοῦ, ταῦτα ἐπλήρωσεν ὁ Θεός.
ἐπεσπασόμεθα τοῦ Θεοῦ τὴν ῥοπήν· “ὁ Θεὸς Ἀβραδάτα, καὶ ὁ Θεὸς “ Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν. ” Ὄρα πῶς αὐτὸν εἰσωθεῖ συνεχῶς εἰς τοὺς προγόνους· ἵνα μὴ δόξῃ καινόν τι εἰσάγειν δόγμα· καὶ ἐκεῖ τοῦ Πατριάρχου Δαβὶδ ἐμνημόνευσε, καὶ ἐνταῦθα τῶν περὶ τῶν Ἀβραάμ.
αὐτοὺς τοῦ τολμήματος, ἵνα καὶ ἡ ἀνάστασις κυρωθῇ.
Καὶ μετ’ ὀλίγα—Δύο τὰ ἐγκλήματα· ὅτι ὁ Πιλάτος ἤθελεν ἀπολύειν· καὶ ὅτι ὑμεῖς ἐκείνου θελήσαντος οὐκ ἠθελήσατε.
“ οὐκ ἔστι·” καὶ ἐν τοῖς Εὐαγγελίοις πάλιν τοῖς θεομάχοις Ἰουδοἱοις· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι πρὸ Ἀβραὰμ εἰμὶ ἐγώ. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὃν ὑμεῖς ὡς ἀντίθεον καὶ παραβάτην ἐσταυ- ρώσατε, καὶ ὡς ἀντιπολιτευόμενον τῷ νόμῳ, Θεός ἐστι καὶ Θεοῦ Υἱὸς, ὃς τὸν νόμον δέδωκε καὶ τοὺς προφήτας ἀπέστειλε. Καὶ
μετ’ ὀλίγα—Μῆ τοίνυν θαυμάζετε ἐπὶ τούτῳ, καὶ ἡμῖν τι ἀτενί- ζετε, ὡς ἰδίᾳ δυνάμει πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν· ὁ Θεὸς γὰρ ἐξαποστείλας τὸν ἑαυτοῦ Υἱὸν, τὴν ἰδίαν δύναμιν δι’ οὗ τὰς ἀρχὰς καὶ μεθ’ οὗ τοὺς θρόνους ὑπεστήσατο· δι’ οὗ καὶ μεθ’ οὗ τὰς κυριό- τητας διετάξατο, καὶ τὴν ἄνω διετυπώσατο Ἰερουσαλήμ δι’ οὗ
καὶ μεθ’ οὗ τοὺς οὐρανοὺς ἐκαμάρωσε, καὶ τὴν γῆν ἥδρασε, καὶ τὴν θάλασσαν ἐθεμελίωσε, καὶ τὸν ἄνθρωπον κατ’ εἰκόνα ἐποίησε καὶ ὁμοίωσιν τὴν αὐτοῦ· δι᾿ αὐτοῦ νῦν καὶ τοῦτον ἐποίησε περιπατεῖν ἐνωπίον ὑμῶν· μὴ τοίνυν ἡμῖν ἀτενίζετε, ἀλλ’ ἐκεῖνον ἐπίγνωτε, ὃν ὁ Πατὴρ ἐδόξασεν, ὃν ὁ Πατὴρ ἐγνώρισεν ἡμῖν, ὃν ὁ
Πατὴρ ἐφανέρωσε, καὶ τὸ Πνεῦμα ἐμαρτύρησε, ὃν ὁ Πατὴρ ὑμῖν ἐχαρίσατο· ἐκεῖνον προσκυνήσατε, ἐκεῖνον δέξασθε καὶ δοξάσατε· ἐκείνῳ προσέλθετε, καὶ παρ’ αὐτῷ φωτίσθητε· ὃν ὁ Πατὴρ φῶς ἀπέστειλεν εἰς τὸν κόσμον, ὃν ὑμεῖς ἐσταυρώσατε.
ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν.
Καθάπερ γὰρ τοῖς μὲν μεθύουσιν οὐδὲν λέγομεν, ὅταν δὲ νήψωσι καὶ ἀνενέγκωσιν ἐκ τῆς μέθης, τότε ἐπιπλήττομεν· οὕτω δὴ καὶ Πέτρος, ὅτε ἠδύναντο συνιέναι τῶν λεγομένων, τότε τὴν γλῶτταν ἠκόνησε· πολλά τε ἐγκλήματα ἐπάγων· ὅτι ὃν ὁ Θεὸς ἐδόξασεν οὗτοι παρέδωκαν· ὅτι ὃν ὁ Πιλάτος ἀπέλυσε· καὶ ὅτι ἠρνήσαντο
κατὰ πρόσωπον ἐκείνου· ὅτι προετίμησαν τὸν λῃστήν.
ἤγειρεν ἐκ νεκρῶν· οὗ ἡμεῖς μάρτυρες ἐσμέν· καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ.
“ἡμεῖς,” φησὶν, ἐσμὲν μάρτυρες, καὶ τὰ ἑξῆς· ζητῶν πρᾶγμα εἰπεῖν, καὶ πρὶν ἤ τι εἰπεῖν εὐθέως τὸ σημεῖον παράγει· ἐνώπιον, φησὶ, πάντων ὑμῶν· ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο, καὶ ἔδειξεν ἀναστάντα τὸν σταυρωθέντα, πάλιν ἀνίησι, διδοὺς αὐτοῖς ἐξουσίαν μετανοίας· καὶ νῦν φησὶν, “ἀδελφοὶ, οἶδα ὅτι κατ’ ἄγνοιαν
ἐπράξατε, Kai τὰ ἐξῆς.
τῆς ζωῆς, ἴσως ἠγνοεῖτε.
τὰ παθήματα· διὰ τοῦτο δὴ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ καλεῖ Ἰησοῦν· τὴν προσηγορίαν τὴν ἐκ τῆς Μάριας τεθεῖσαν τῷ βρέφει, ἐκείνου γεγονέναι δηλῶν· καὶ τὸν αὐτὸν πάλιν ἄνθρωπον καλεῖ καὶ ἀρχηγὸν προσαγορεύει ζωῆς· τὸν αὐτὸν ποιητήν τε ὁμοῦ τῶν ἁπάντων δεικνὺς καὶ ἄνθρωπον θανάτου γευσάμενον.
τοῦ παραλύτου καὶ τῆς αἱμορροούσης.
τύνει ἐνταῦθα.
σταυροῦ ὠνείδιζον αἰνίττεται, “εἰ θέλει αὐτὸν σωσάτω αὐτὸν φησίν· “ εἶπεν ὅτι Θεοῦ υἱός εἰμί· εἰ πέποιθεν ἐπ’ αὐτὸν, καταβήτω ἀπὸ “τοῦ σταυροῦ· λῆρος ἦν, ὦ ἀνόητοι, ταῦτα, οὕτω γὰρ ἔδει γενέσθαι· καὶ μαρτυροῦσιν οἱ προφῆται, ὥστε οὐ παρὰ οἰκείαν ἀσθένειαν οὐ κατέβη· ἀλλ’ οὐδὲ παρὰ δύναμιν· καὶ τίθησιν αὐτὸ ἐν τάξει ἀπολουίας
τῆς ὑπὲρ Ἰουδαίων, ἵνα καὶ δέξωνται· ἐπλήρωσε φησὶν οὕτως· ὁρᾶς πῶς νῦν αὐτὸν δοξάζει ὁ τότε μὴ βοηθήσας. παρά- γουσι τοὺς προφήτας μαρτυροῦντας ὅτι οὕτως ἔδει γενέσθαι.
οὕτως· μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας.
ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ὁ δόξαν ἔχων ἄφατον, ὁ φῶς οἰκῶν ἀπρόσιτον, μεγαλωσύνην ἀπέραντον· τοῦτο γάρ ἐστι, πλού- σιος ὣν ἐπτώχευσεν· ἄνθρωπος ἐγένετο, κατεδικάσθη, ἐσταυρώθη, τὰ μύρια ἔπαθεν.
τοῦ Κυρίου, καὶ τὰ πάθη ἃ ὑπὲρ ἀνθρώπων ἔμελλεν ἀνα- δέξασθαι· τὰς περὶ τούτων οὖν προφητείας ἐκβεβηκυίας ἐν τῷ σταυρωθῆναι Χριστὸν, ἐπλήρωσεν ὁ Θεός· ὅθεν ὅταν λέγῃ πάντων τῶν προφητῶν πεπληρῶσθαι τοὺς λόγους, τοῦ Σωτῆρος παθόντος, οὐ καθάπαξ πάντας τοὺς προφήτας ἐκλαμβάνομεν, ἀλλὰ πάντας
τοὺς προαναφωνήσαντας τὰ τοῦ Χριστοῦ παθήματα, ἄχρι καιρῶν ἀποκαταστάσεως.
Κυρίου, καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Ἰησοῦν
σοῦν Χριστὸν, ὃν δεῖ οὐρανὸν δέξασθαι.
προφητείας ἐκβεβηκυίας ἐν τῷ σταυρωθῆναι τὸν Ἰησοῦν, ἐπλήρω- σεν ὁ Θεός· ὅθεν ἐὰν γράφηται ἐντεῦθεν πάντων τῶν προφητῶν πεπληρῶσθαι τοὺς λόγους, τοῦ Σωτῆρος παθόντος, οὐ καθάπαξ πάντασ τοὺς προφήτας ἐκλαμβάνομεν, ἀλλὰ πάντας τοὺς προαναφω- νήσαντας τὰ Χριστοῦ παθήματα.
“μένοι·”
ἐστὶ σημαντικόν· ἐπεὶ πῶς νοητέον τὸ εἰρημένον πρὸς Θεόν; “ἕως “ τοῦ αἰῶνος σὺ εἶ· ἔστιν οὖν ὁ νοῦς οὗτος τοῦ προκειμένου· πολλὰ, φησὶν, εἶπον οἱ προφῆται γίνεσθαι, ἃ οὔπω πάντα πεπλή- ρωται· ἀλλ’ ἔτι γίνονται καὶ γενήσονται ἕως τῆς συντελείας τοῦ κόσμου· ἀναστὰς οὖν, φησὶν, ὁ Σωτῆρ’ ἐκ νεκρῶν, ἀνελήφθη εἰς
οὐρανόν· ἀλλὰ καὶ μένει ἐκεῖ, ἕως τῆς τοῦ κοσμοῦ συντελείας, ἐλευσόμενος τότε μετὰ δυνάμεως καὶ δόξης θεοπρεποῦς κρῖναι ζῶν- τας καὶ νέκρους.
ὡς ἑτέρου τινος σημαίνοντος παρὰ τὸ πρότερον μετὰ τὴν χρονικὴν περιγραφήν· τὸ γὰρ ὑπὸ Θεοῦ λεγόμενον πρός τινας· εγω εἰμι ο Θεος ὑμῶν καὶ ἕως ἃν καταγηράσητε ἐγὼ εἰμι οὐ δηλοῖ, ὅτι μετὰ τὸ γηράσαι τοὺς πρὸς οὓς ὁ λόγος, οὐκ ἔτι Θεός ἐστιν, ἀθάνατος γὰρ καὶ ἀίδιος ὑπάρχει· τούτῳ μυρία συνάδει τῷ
αὐτῷ τρόπῳ φερόμενα ἐν τῇ θειᾷ παιδεύσει, ἃς αὐτῷ τις ἐκλέξασθαι δύναται· εἰ τοίνυν οὕτως ἡ προκειμένη φωνὴ λέγει, δεῖν δέξασθαι τὸν οὐρανὸν τὸν Κύριον “ἄχρι χρόνων ἀποκαταστάσεως,” καὶ τὰ ἑξῆς· ἡγητέον ὡς Χριστὸς ἀναληφθεὶς εἰς οὐρανοὺς μένει ἐκεῖ, ἕως τῆς τοῦ κόσμου συντελείας· ἐλευσόμενος τότε μετὰ
δυνάμεως, ἀποκαταστάντων πάντων λοιπὸν ὧν προεθέσπισαν οἱ προ- φῆται· ἤτοι ὅταν τὸ τέλος ἐνστῇ καὶ παύσεται τὰ αἰσθητὰ, τότε ὁ Χριστὸς ἔσται τῶν οὐρανῶν ὑψηλότερος· οὐ μὴν ἐν οὐρανῷ ἀπο- κατασταθεὶς, ἀλλ’ ὑπὲρ οὐρανὸν, “εἰς ἣν δόξαν εἶχε παρὰ τῷ Πατρὶ “πρὸ τοῦ τὸν κόσμον εἶναι· ὑπεράνω οὖν γεγονὼς πάσης ὁρωμένης κτίσεως, τέλος ἐπιτίθησι τὸ εἶναι ἐν οὐρανῷ.
“ὡς ἐμὲ” οὐχ εἷς ἀνέστη ἀλλὰ πολλοὶ μέχρι τῆς δεῦρο.
κατεσήμαναν γὰρ καὶ ’τον τρόπον τῆς γεννήσεως, ὅτι ἐκ παρθένου· καὶ τὸν τόπον, ὅτι ἐκ Βηθλεέμ· καὶ τὸν χρόνον, τὴν ἑβδο- μήκοντα ἑβδομάδων προθεσμίαν μηνύοντες· καὶ ὅσα διαπράξεται· ὀφθαλμοὺς λέγοντες αὐτὸν ἀνοίγειν τυφλῶν, καὶ τὰς ἄλλας ἁπάσας εὐεργεσίας καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ ὅσα πείσεται ὑπὸ
τῶν δυσσεβῶν· καὶ τὸν θάνατον αὐτοῦ, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάληψιν· ὀψὲ δέ ποτε μετὰ τὴν εἰς οὐρανοὺς τοῦ Κυρίου ἄνοδον ὁ Παράκλητος ἐλθὼν, ἐδίδαξε τοὺς Ἀποστόλους καὶ Εὐαυυελιστὰς τὴν ἀκριβῆ τοῦ μυστηρίου οἰκονομίαν.
ὑμὰς.
“ κατασκευάσασα καὶ χρίσασα πίσσῃ, ῥίπτει παρὰ τὴν ὄχθην τοῦ “ ποταμοῦ, καὶ τὰ ἑξῆς. Καὶ μετ’ ὀλίγα.—Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ δεύτερος οὐράνιος Μωϋσῆς, φαίην γὰρ αὐτὸν ἃν καὶ Μωϋσέα· Μωϋσῇ ἐν παραβολῇ συγκρινόμενον, τῇ σκιᾷ, τῷ δούλῳ· ὁ δεσπότης τῷ κτίσματι, ὁ κτίστης τῷ γηγενεῖ, ὁ ἄναρχος· τούτῳ ὁ Μωυσῆς , οὐχ ἑαυτὸν τῷ δεσπότῃ ὁ δοῦλος, οὐ τῷ ποιητῇ τὸ ποίημα, οὐ τῷ πλάστῃ τὸ πλάσμα, οὐ τῷ τεχνίτῃ ὁ πηλὸς, ἀλλὰ καιρὸν συγκρίνων καιρῷ, καὶ ἀλήθειαν ἐν σκιᾷ διαγράφων, καὶ ἐπιτηδεύματα ἀνθρώπων προκατασκευαζομένη ἀνθρώποις οἰκονομία, καὶ σχήματα
δράμασι Θεοῦ, εὐπορίας, καὶ τρόπον τρόπῳ. Γεννᾶται ἐν Βηθλεὲμ ὁ Χριστὸς, ὡς καὶ Μωυσῆς ἐν Αἰγύπτῳ· Ισραηλίτης ἐκεῖνος, οὗτος τὸ κατὰ σάρκα ὡς ἐκ γένους ἱερατικοῦ, ὡς οὗτος ἐκ Δαβὶδ διὰ τὴν παρθένου· Φαραὼ ἐπ’ ἐκείνου, Hρώδης ἐπὶ τούτῳ· βρέφη ἐκεῖνος ἀναιρεῖ, βρέφη φονεύει οὗτος· ἀρρενικὰ ἐκεῖνος, ἀρρενικὰ οὗτος· ἐν
λάρνακι ἐκεῖνος, καὶ παρὰ ποταμὸν ἐν λύκῳ οὗτος, τῇ παρὰ τὸν αὐ- τὸν ποταμὸν Αἰγυπτίᾳ πόλει· ὑπὸ ἀλλοφύλου ἐκεῖνος τῆς Φαραω-· νίτιδος ἐτρέφετο, ὑπὸ πόλεως καὶ οὗτος Φαραωνίτιδος ἐτρέφετο.
τῆς νομοθεσίας δηλοῖ, τὸ μόνον ἐκβεβηκὸς εἰς Χριστὸν, καὶ οὐκ εἰς ἕτερόν προφήτην τινά· πρόδηλον γὰρ ὡς διὰ Μώσεως ὁ νόμος ἐδόθη, ὃν καὶ κατὰ τὸ Δευτερονόμιον ἐκ θείας ἐπιπνοίας ἐπλάτυνε, καἰ νομοθέτου δόξαν ἐκαρποῦτο καὶ ὄνομα· πρωτοτυπῶν τὸν ἀληθῆ νομοθέτην Χριστὸν, τὸν καὶ τὸν νόμον λαλήσαντα· δι’ αὐτοῦ γὰρ
καὶ ἐν νόμῳ καὶ προφήταις πολυμερῶς καὶ πολυτρόπως, ὡς διὰ ἰδίου Λόγου μονογενοῦς καὶ ἐνυποστάτου καὶ ὁμοουσίου, λελάληκεν ὁ Θεὸς καὶ Πατήρ· τοσοῦτον γὰρ ἀξίωμα νομοθέτου καὶ δόξαν εἶχεν ὁ Μώσης, τῇ δόσει τῶν νομικῶν ὑπουργήσας πλακῶν, ὅτι δὴ καὶ αὐτὸν τὸν νόμον Μωυσέα καλεῖν ἔθος τῇ θείᾳ γραφῇ. Καὶ
μετ’ ὀλίγα — Ἐπεὶ οὖν ἐν σχήματι νομοθέτου μόνος ἐν προφήταις ὁ Μωυσῆς, διὰ τοῦτο καὶ μοναδικῶς πρὸς τὸν Χριστὸν ἀποβλέπων ἔλεγε, “π ῥοφητὴν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν, ἐκ τῶν ἀδελ- *’ φῶν ὑμῶν, ὡς ἐμέ. καὶ γὰρ ὥσπερ αὐτὸς τὴν νομικὴν εἰσήγαγε πολιτείαν, οὕτως ὁ Χριστὸς τὴν εὐαηελικὴν, κατὰ τὸ τῆς ἑκουσίου
κενώσεως μέτρον· μεσίτης ἀνθρωπίνως τῆς καινῆς διαθήκης καὶ τῆς ἐν Πνεύματι λατρείας γενόμενος· καθὸ γὰρ ὑπῆρχε Θεὸς, αὐ- τὸς ἦν ἑκατέρας πολιτείας καὶ πρυτάνις καὶ δότης· τοῦτον ᾔτει τὸν νομοθέτην δοθῆναι πᾶσι τοῖς ἔθνεσι, καὶ οὐ καθὰ πάλαι μόνῳ τῷ Ἰσραὴλ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, μελῳδῶν ὧδε πῶς ὁ
φήτης Δαβίδ· “Κατάστησον Κύριε νομοθέτην ἐπ’ αὐτούς· γνώ- “τωσαν ἔθνη, ὅτι ἄνθρωποι εἰσί·” τοιγαροῦν καὶ δεξάμενα τὰ ἔθνη τὸν νομοθέτην, τὸν ἐν σαρκὶ φανερωθέντα Θεὸν, ἔγνωσαν ἀληθῶς ὅτι ἄνθρωποί εἰσὶ, διὰ τῆς εὐαγγελικῆς νομοθεσίας παιδευθέντες τι τὸ οἰκεῖον ἀξίωμα· καὶ ὅτι χρὴ τὴν μὲν ψυχὴν ἀνακαθαίρειν τῶν
τῆς ἀλογίας παθῶν, ὡς κατ’ εἰκόνα καὶ ὁμοίωσιν γινομένην· τῶν δὲ τῆς σαρκὸς ἡδονῶν ἀμελεῖν, ἵνα καὶ αὐτῇ τῆς ἐν τῇ καταστάσει δόξης κληρονομήσειεν.
ἐκείνου, ἐξολοθρευσήτεται ἐκ τοῦ λαοῦ· καὶ πάντες
δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.
“ πόδας αὐτοῦ·” τὸ γὰρ θαυμαστὸν, ὅτι ὁμοῦ τὰ δύο καὶ ὑπετάγη, καὶ παρακοὴ καὶ η τιμωρία.
στόλων.
ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἀβραὰμ, καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
ἐνόμιζον ἑαυτοὺς ἠλλοτριῶσθαι, καὶ οὐκ ἔχει λόγον, τὸν αὐτὸν νῦν μὲν σταυροῦσθαι, νῦν δὲ ὡς οἰκείους θεραπεύειν, δεικνὺς ὅτι καὶ ἐκεῖνο διὰ προφητείαν καὶ τοῦτο· “ καὶ τῆς διαθήκης ἧς διέθετο ὁ “Θεός” τῆς διαθήκης, φησὶν, υἱοὶ, τουτέστι κληρονόμοι· ἵνα γὰρ μὴ δόξωσιν ὡς ἀπὸ χάριτος Πέτρου ταῦτα λαμβάνειν, δείκνυσιν ὅτι ἄνωθεν αὐτοῖς ὠφείλετο, ἵνα μᾶλλον πιστεύσωσιν ὅτι καὶ τῶ Θεῶ τοῦτο δοκεῖ· καὶ ἐπάγει Μωσέα λέγοντα ὅτι πάντα ἔσται, ἃ εἶπεν ὁ Χριστός· εἰτα καὶ ἑτέρωθεν μετ’ ἐγκωμίου· ὥστε καὶ διὰ τοῦτο πείθεσθαι ὀφείλετε φησίν· “ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης·”
τι ἐστιν υἱοί; τουτέστι κληρονόμοι· τι οὖν ὡς περὶ ἀλλότρια διά. κεῖσθε τὰ ὑμέτερα; ἄρα κατηγορίας μὲν ἄξια ἐπράξατε, δυνήσεσθε συγγνώμης τυχεῖν.
στρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
ἁπλῶς ἀπέστειλε τὸν παῖδα αὐτοῦ, ἀλλὰ καὶ μετὰ τὴν ἀνάστα- σιν· καὶ ὅτι ἐσταυρώθη· ἵνα γὰρ μὴ νομίσωσιν ὅτι αὐτὸς ὣν ταῦτα ἐχαρίζετο, ὁ δὲ πατὴρ οὐχὶ, διὰ τοῦτο φησὶ “ εὐλογοῦντα ὑμᾶς·’ εἰ γὰρ ἀδελφὸς ὑμῶν αὐτὸς, καὶ εὐλογεῖ ἡμᾶς, ὑπόσχεσις τὸ πρᾶγμα ἐστί· τουτέστι, τοσοῦτον ἀπέχετε μὴ κοινωνεῖν τούτοις,
ὅτι καὶ τοῖς ἄλλοις ὑμᾶς αἰτίους καὶ ἀρχηγοὺς οὐ βούλεται γενέσθαι· καὶ γὰρ ὡς ἀπεριμμένοι διάκεισθε.
παραδώσοντα ζητοῦντες, ἐνταῦθα λοιπὸν αὐτοὶ ἐπιβάλλουσι τὰς χεῖρας, θρασύτεροι γεγονότες καὶ ἀναισχυντότεροι μέτα ’τον σταυ- ρόν· ἡ γὰρ ἁμαρτία, ἕως μὲν ἂν ὠδίνηται, ἔχει τινὰ αἰσχύνην· ἐπὰν δὲ τελεσθῇ, τότε ἀναισχυντοτέρους ποιεῖ τοὺς ἐργαζομένους αὐτήν· “ καὶ ὁ στρατηγὸς,’ φησὶ, “ τοῦ ἱεροῦ,” ἵνα πάλιν δημόσιον
ἔγκλημα περιθῶσι τοῖς γινομένοις, καὶ μὴ ὡς ἰδιωτικὸν ἐκδικῶσιν, ὅπερ πανταχοῦ σπουδάζουσι ποιεῖν.
ἐκ νεκρῶν· καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας.
ροισ m αὐτὸν αἴτιον γενέσθαι ἀναστάσεως.
αἱμάτων γεμούσας τὰς χεῖρας εἶχον.
Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν,
καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε. Τοῦ Αὐτοῦ. Τί τοῦτο; μὴ γὰρ εὐδοκιμήσαντας εἶδον, οὐχὶ δεθέντας ἐθεάσαντο. πῶς οὖν ἐπίστευσαν; ὁρᾶς ἐνέργειαν φανεράν· καὶ μὴν καὶ τοὺς ἤδη πιστεύσαντας ἔδει ἀσθενεστέρους γενέσθαι·
ἀλλ’ οὐκ ἔστι τοῦτο· ἡ γὰρ Πέτρου δημηγορία εἰς τὸ βάθος τὸ σπέρμα κατέβαλε, καὶ τῆς διανοίας καθήψατο· καὶ διὰ τοῦτο ὠργίζοντο, ὅτι οὐδὲν αὐτοὺς ἐδεδίεσαν, ὅτι οὐδὲν τὰ παρόντα δεινὰ ἡγοῦντο· εἰ γὰρ ὁ σταυρωθεὶς, φησὶ, τοιαῦτα ἐργάζεται, οὐ φοβούμεθα οὐδὲ τούτους· τὸν χωλὸν ἔστησαν· καὶ τοῦτο τῆς τοῦ Θεοῦ
οἰκονομίας γέγονε· πλείους γὰρ ἤσαν οἱ νῦν πιστεύσαντες τῶν πρώτων· διὰ τοῦτο ἐκείνων ὁρώντων ἔδησαν τοὺς Ἀποστόλους, ἵνα καὶ αὐτοὺς δειλοτέρουςn ἐργάσωνται· τὸ δὲ ἐναντίον ἐγένετο· καὶ οὐκ ἐπ’ αὐτῶν αὐτοὺς ἐξετάζουσιν, ἀλλὰ κατ’ ἰδίαν· ἵνα μὴ ἀπὸ τῆς παρρησίας οἱ ἀκούσαντες κερδάνωσιν.
ὑμεῖς μετὰ ταῦτα.
ποίᾳ δυνάμει, ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς ;
τί φασί· καὶ ” ἐν ποίῳ ὀνόματι ποιήσατε τοῦτο ὑμεῖς ;
ἀκούσατε· εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται.
ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, οὐχὶ πλουσίου, οὐχὶ δυνατοῦ, οὐχὶ ἐνδόξου· καίτοι ἐν τούτῳ τίς ἂν ἐβάσκηνε; πολλῆς βαρύτητος ἡ ἐπαγγελία γέμει· καὶ δείκνυσιν ὅτι αὐτοὶ ἑαυτοὺς περιπείρουσιν.
ἣ τὸ πάθος· “ὃν ὑμεῖς ἐσταυρώσατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ “ νεκρῶν· ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής· πάλιν τὸ πάθος· πάλιν ἡ ἀνάστασις.
κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐνεργουμένου δηλονότι περὶ τὴν σάρκα αὐτοῦ τοῦ πράγματος, οὐκ ἂν ἐνδοιάσειέ τις· αὐτός τε ὑπάρχων ἡ ζωοποιός τε καὶ ἐνεργὴς δύναμις τοῦ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναὸν, κατὰ τὸ, “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν “ ἡμέραις ἐγερῶ αὐτόν. ἦν ἄρα τὸ ζωοποιούμενον οὐκ ἀλλότριον,
οὕτε μὴν ἑνὸς τῶν καθ’ ἡμᾶς ἀνθρώπων, ἀλλ’ ἴδιον αὐτοῦ τοῦ Λόγου σῶμα.
ἀπὸ τοῦ σημείου τὴν παρρησίαν τὸ λοιπόν· καὶ ὅτε μὲν διδά- ξαι ἐχρῆν, ὅρα πῶς λέγουσι καὶ προφητείας παράγουσι πολλάς· ὅτε δὲ παρρησιάσασθαι, μόνον ἀποφαίνονται· “οὐδὲ γὰρ ὄνομα ἕτε- ‘ρόν εστι ἐστι φησὶ, καὶ τὰ ἑξῆς.
ἀπὸ τοῦ τῆς ἐπιδημίας χρόνου, ἐν ᾗ ὁ πιστεύων μεθέξει διὰ Υἱοῦ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος ἀποσταλέντος Παρακλήτου· ὅθεν ὁ σωζόμενος ἐν τῷ ὀνόματι τοῦ Σωτῆρος ἐκ τῆς τριάδος ἔχει τὴν σωτηρίαν.
δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
ἡμᾶς σῶσαι δύναται. ταύτῃ τὸν φόβον αὐτῶν κατέστειλεν.
καὶ τῶν ἀρχιερέων· οὐ γὰρ αὐτοὶ ἐφθέγγοντο, ἀλλ’ ἡ τοῦ Πνεύματος χάρις. Καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον· ἐπεγίνωσκον δὲ αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν.
Οὐκ ἔστι μόνον θαυμαστὸν, ὅτι ἁλιεῖς, ὅτι ἰδιῶται ἦσαν οἱ κήρυκες, ἀλλ’ ὅτι καὶ ἕτερα κωλύματα φύσει ἦν· καὶ πλεῖον γέγονεν ἡ ἐπίδοσις· οὐ μόνον οὐδὲν ἐκώλυσεν ἡ ἰδιωτία, ἀλλὰ καὶ αὐτὸ τοῦτο φανερωθῆναι ἐποίησε τὸ κήρυγμα.
Εὐαγγελιστὴς, ἀλλ’ ὅτι ἐπεγίνωσκον αὐτούς, φησιν, ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν ἐν τῷ πάθει· οὗτοι γὰρ μόνοι ἦσαν τότε· ἑώρων αὐ- τοὺς ταπεινοὺς, συνεσταλμένους· καὶ τοῦτο μάλιστα αὐτοὺς ἐξέ- νιζεν, ἡ πολλὴ μεταβολή· καὶ γὰρ ἐκεῖ ἤσαν οἱ περὶ Ἄνναν, καὶ παρεστήκεσαν αὐτῷ καὶ οὗτοι· καὶ ἐξέπληττεν αὐτοὺς ἡ παρρησια
καὶ μετ’ ὀλίγα—ἐπεγίνωσκον τε αὐτοὺς, φησιν, ὅτι σὺν “τῷ Ἰησοῦ ἦσαν·” ὅπερ αὐτοὺς ἐποίει πιστεύειν, ὅτι πη ἐκείνου ταῦτα ᾔδεσαν, καὶ ὡς ἐκείνου μαθηταὶ πάντα ἔπραττον.
τὸν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.