ΚΕΦ. ΙΘ.
αὐτεξουσίως, οὕτως καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· ἔργον δὲ λέγει τὸ κήρυγμα, ὅπερ ἐστιν ἴδιον τῆς Ἀγίας Τριάδος.
ἀλλὰ προνηστεύοντες καὶ εὐχόμενοι· καὶ ἰδοὺ πάλιν ἐπέθηκαν τὰς χεῖρας τοῖς περὶ Σαῦλον· ὡς ἐκ τούτου στοχάζεσθαι, ὅτι τὸν τοῦ διακόνου βαθμὸν διὰ τῆς ἐπιγενομένης χειροθεσίας ὑπερέβησαν.
τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς· τότε νηστεύσαντες καὶ προσευξάμενοι, καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.
Μαναήν· μᾶλλον δὲ ὑπὸ τοῦ Πνεύματος· ὅσῳ γὰρ τὰ πρόσωπα ἐλάττονά ἐστι, τοσούτῳ σεμνότερα ἡ τοῦ Θεοῦ φαίνεται χάρις· χειροτονεῖται λοιπὸν εἰς ἀποστολὴν, ὥστε μετ’ ἐξουσίας κηρύττειν· πῶς οὖν αὐτός φησιν, “οὐκ ἀπ’ ἀνθρώπου, οὐδὲ δι’ ἀνθρώπων;“ ὅτι οὐκ ἄνθρωπος αὐτὸν ἐκάλεσεν, οὐδὲ προσήγετο· τουτέστιν οὐδὲ δι’
ἀνθρώπων· διὰ τοῦτο φησιν, ὅτι οὐχ ὑπὸ τοῦδε ἐπέμφθη, ἀλλ’ ὑπὸ τοῦ Πνεύματος. Καὶ μετ’ ὀλίγα—Σκόπει δὲ λοιπὸν τὴν αὐθεντείαν τοῦ Ἁγίου Πνεύματος· τίς ἂν ἐτόλμησε, μὴ τῆς αὐτοῦ ἐξουσίας ὣν, ταῦτα εἰπεῖν; πῶς τε αὐτοῖς εἶπε; διὰ προφητῶν ἴσως· διὰ τοῦτο προλαβὼν εἶπεν· ὅτι καὶ προφῆται ἦσαν, καὶ ἐνήστευον καὶ ἐλειτούργουν· ἵνα μάθῃς ὅτι πολλῆς νήψεως χρεία ἦν. ἐν Ἀντιοχείᾳ χειροτονεῖται ἔνθα κηρύττει· διατί μὴ εἶπε, τῷ Κυρίῳ ἀφορίσατε, ἀλλ’ ἐμοί; δείκνυσιν ὅτι ἔνεστι τὸ τῆς ἐξουσίας καὶ δυνάμεως· ὅρα ὅσον ἡ νηστεία δείκνυσι μέγα. Καὶ πάλιν—
Οθεν δῆλον ὅτι καὶ μία ἐξουσία Υἱοῦ καὶ Πνεύματος· ἀπὸ γὰρ Πνεύματος ἀποσταλεὶς, ὑπὸ τοῦ Υἱοῦ φησὶν ἀπεστάλθαι· τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, τὰ τοῦ Θεοῦ Πνεύματι λογιζόμενος· τοῖς γὰρ Μιλησίων διαλεγόμενος ἄρχουσι καὶ πρεσβυτέροις, “προσ- “ ἔχετε ἑαυτοῖς, φησι, “ καὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἔθετο ὑμᾶς τὸ
“ Πνεῦμα τὸ Ἅγιον ποιμένας καὶ ἐπισκόπους· καίτοιγε ἐν ἀλλῇ φησὶν ἐπιστολῇ “ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ· πρῶτον “Ἀποστόλους, δεύτερον προφήτας, εἶτα ποιμένας καὶ διδασκά- “ λους.” οὕτως διαφόρως κέχρηται τῷ λόγῳ, τὰ n τοῦ Πνεύματος, τοῦ Θεοῦ λέγων εἶναι, καὶ τὰ τοῦ Θεοῦ τοῦ Πνεύματος· ἐμφράττει
δὲ καὶ ἄλλως τῶν αἱρετικῶν τὰ στόματα, λέγων “ διὰ Ἰησοῦ “ Χριστοῦ καὶ Θεοῦ Πατρός. ἐπειδὴ γὰρ τὴν λέξιν ταύτην προσερρῖφθαι τῷ Υἱῷ φασὶν, ὅρα τί ποιεῖ; ἐπὶ τοῦ Πατρὸς αὐτὴν τίθησι, διδάσκων ἡμᾶς μὴ νομοθετεῖν τῇ ἀρρήτῳ φύσει, μηδὲ μέτρα θεότητος ὁρίζειν, μέσους καὶ Υἱοῦ καὶ Πατρὸς γενομένους·
εἰπὼν γὰρ “ διὰ Ἰησοῦ Χριστοῦ,” ἐπήγαγε “ καὶ Θεοῦ Πατρός·” εἰ μὲν γὰρ καθ’ ἑαυτὸ τοῦ Πατρὸς μνημονεύσας εἶπεν τὸ δι’ οὗ, ἴσως ἃν καὶ ἐσοφίσαντο λέγοντες ἁρμόζειν τῷ Πατρὶ τὸ δι’ οὗ, τῷ τὰ ἔργα τοῦ Υἱοῦ εἰς αὐτὸν ἀναφέρεσθαι· νυνὶ δὲ τοῦ Υἱοῦ μνημονεύσας ὁμοῦ καὶ τοῦ Πατρὸς, καὶ κοινὴν ο θεὶς τὴν λέξιν, οὐκέτι τὸν
λόγον τοῦτον χώραν ἀφίησιν ἔχειν· οὐ γὰρ ὡς τὰ τοῦ Υἱοῦ νῦν ἀνατιθεὶς τῷ Πατρὶ τοῦτο ποιεῖ, ἀλλ’ ὡς p δεικνὺς ὅτι οὐδεμίαν αὕτη ἡ λέξις οὐσίας διαφορὰν εἰσάγει.
’σαν εἰς Κύπρον.
φιλήδονα καὶ διακεχυμένα νοήματα διασκεδάσαντες, καὶ τῇ διδασκαλίᾳ τῆς ἐγκρατείας καὶ σωφροσύνης ξηράναντες.
ἐκεῖ ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον, ὀνόματι
Βαρϊησοῦν, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ
Σαῦλον, ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος· οὕτως γὰρ μεθερμηνεύεται
τὸ ὄνομα αὐτοῦ· ζητῶν ἀπόστρεψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
ἀνθυπάτου, ὅτι καὶ προκατειλημμένος ἐκείνου τῇ μαγείᾳ, ἤθελεν ἀκοῦσαι τῶν Ἀποστόλων· οὕτω καὶ οἱ Σαμαρεῖται ἐποίησαν, ἡνίκα φαίνεται τῆς μαγείας ἁλισκομένης· πανταχοῦ ἡ κενοδοξία καὶ ἡ φιλαρχία αἰτία τῶν κακῶν· πρὸς τὴν ῥίζαν ἐλθόντες τῆς νόσου ο τὸν ἀνθύπατον ἐσπούδαζον διορθῶσαι· ὅτι γὰρ οὐ κολακείας
ἦν τὸ λέγειν, συνῆν τῷ ἀνθυπάτῳ ἀνδρὶ συνετῷ, ἀπὸ τοῦ πράγμα- τος μάνθανε· πῶς οὐκ ἐδεήθη λόγων πολλῶν; πῶς ἠθέλησεν αὐ- 2 τῶν ἀκοῦσαι; καὶ τὰ ὀνόματα δὲ λέγει· ἐπειδὴ προσφάτως ἔγρα- Φον· ὄρα ὅτι οὐδὲν πρὸς ’τον μάγον εἶπον, ὡς ἐκεῖνος ἀφορμὴν ἔδωκεν, ἀλλὰ τὸν λόγον τοῦ Κυρίου κατήγγελλον· ἐπειδὴ τοὺς ἄλλους ὁ μάγος ἑώρα προσέχοντας, πρὸς ἓν τοῦτο ἑώρα, ὥστε ἐκεῖνον μὴ πεισθῆναι.
ἕνεκεν μετέθηκε τὸ ὄνομα αὐτοῦ ὁ Θεὸς, καὶ Σαῦλον ὄντα Παῦλον ἐκάλεσεν; ἵνα μηδὲ ταύτῃ τῶν Ἀποστόλων ἔλαττον ἔχῃ· ἀλλ’ ὅπερ ἔσχεν ἐξαίρετον ὁ κορυφαῖος τῶν μαθητῶν, τοῦτο καὶ αὐτὸς κτήσηται, καὶ πλείονος οἰκειώσεως ὑπόθεσιν λάβῃ.
διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης,
“πληδθρὶε πλησθεὶς Πνεύματος Ἁγίου, τουτέστιν ἐνεργείας.
ἔχειν ἀδικίαν κακός ἐστιν, οὐκ ἐκ κατασκευῆς ἐστὶ τοιοῦτος· ὅθεν οὐ ῥᾳδιουργία ἡ δολιότης ἐστὶν, ἀλλὰ πλήρης τούτων τυγχάνει, 3 κατὰ διάθεσιν αὐτὰ σχών· ᾧ ἕπεται, κατὰ γνώμην, ἀλλ’ οὐ κατ’ οὐσίαν πόνηρον αὐτὸν εἶναι, ἐπιστατέον.
ἀλλ’ ἐπειδὴ τὰς ὁδοὺς διέστρεφε τοῦ κηρύγματος, καὶ τὸν ἀνθύπατον ἀφιστᾷ τῆς πίστεως, δι’ οὗ ἅπαν τὸ ἔθνος χειρωθῆναι ἢν πρὸς σωτηρίαν ῥᾴδιον, ἐκ τῆς καθ’ ἑαυτὸν οἰκονομίας, σωφρονίζει ὁ Παῦλος τὸν βλάσφημον· τύφλωσιν ἐπαγαγὼν πρὸς νουθεσίαν, τὴν καὶ αὐτὸν χειραγωγήσασαν πρὸς μαθησίαν· ἐδιδάχθη γὰρ ἐκείνῳ
θεραπεύειν τῷ φαρμάκῳ τὴν ἀπιστίαν, ὥσπερ αὐτὸς ἰάθη τὴν ἐκ τοῦ νόμου ἀντιλογίαν· τὸ δὲ “ ἄχρι καιροῦ ὅριον τῇ γνώμη διδοὺς ἐν ἑαυτῇ ἔχειν τοῦ φωτὸς τὴν ἀπόληψιν, τὸν τρόπον μεταβάλλουσα πρὸς τὸ βελτίον’.
θείας;
τῷ κατ’ οὐσίαν κακῷ· συμφωνεῖ τούτοις καὶ τὰ τῆς ἐπιτιμίας· ἐκ βλέποντος γὰρ τυφλὸς γενόμενος μεταβολὴν ἔσχεν· ἀλλὰ καὶ τὸ “ ἄχρι καιροῦ προσκείμενον δείκνυσιν, ὅτι τῷ φαύλως βλέπειν ἀπο- βεβηκὼς q μετὰ τὸν δηλούμενον καιρὸν, ἔσται ἐν τῷ καλῶς ὁρᾶν· καὶ τοῦτο τὸ ῥητὸν ἀνατρέπει δόξαν τῶν λεγόντων, μὴ ἀγαθοῦ
Θεοῦ εἶναι τὸ ποιεῖν βλέποντα καὶ τυφλόν· οὐ γὰρ ἐκείνου τοῦ Θεοῦ κατὰ τὴν γνώμην ταύτην τοῦ ἀγαθοῦ διάκονος ὢν Παῦλος, δυνάμει τοῦ ἰδίου Θεοῦ τὸν Ἐλύμαν ἐτύφλωσεν.
εἰ γὰρ κολάζοντος ἦν, διὰ παντὸς ἃν αὐτὸν ἐποίησε τυφλόν· νῦν δὲ οὐ τοῦτο, ἀλλὰ πρὸς καιρὸν, ἵνα τὸν ἀνθύπατον κερδάνῃ.
καταφρονήσει, καὶ οὕτως τῆς τοῦ Θεοῦ μακροθυμίας καὶ χρηστότητος ἀναπολόγητον ἕξῃ τὴν δίκην.
καὶ περιαγῶν ἐζήτει χειραγωγούς· τότε ἰδὼν ὁ ἀνθύπα- τος τὸ γεγονὸς, ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῆ δι-
δαχῇ τοῦ Κυρίου.
εἶδεν ὅτι οὐ λόγος οὐδὲ ἀπάτη ταῦτα. ὅρα πόσον ἐρώτα εἶχε διδασκαλίας, ἐν ἀρχῇ ὣν τοσαύτῃ ἐκπληττόμενος· τὸν γὰρ προκατειλημμένον τῇ μαγείᾳ αὐτοῦ, ταύτῃ τῇ τιμωρίᾳ παιδευθῆναι ἐχρῆν· ὥσπερ οὖν καὶ οἱ μάγοι ὑπὸ τῶν φλυκτίδων ἐπαιδεύοντο. ὅρα δὲ αὐτοὺς οὐκ ἐγχρονίζοντας αὐτόθι, ἅτε τοῦ ἀνθυπάτου λοιπὸν πιστεύσαντος,
οὐδὲ μαλακισθέντας τῇ κολακείᾳ καὶ τιμῇ, ἀλλ’ εὐθέως τοῦ ἔργου ἐχομένους, καὶ εἰς τὴν ἀντίπερα χώραν ὁρμῶν- τας.
ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
ἐκάθισαν.
ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες, ἄνδρες ἀδελφοὶ, εἴτις ἐστὶν ἐν ὑμῖν λόγος παρακλήσεως σεως πρὸς τὸν λαὸν, λέγετε.
αὐτοὺς ἀφθόνως τοῦτο ποιοῦντας· μετὰ δὲ τοῦτο οὐκέτι· εἰ τοῦτο βούλεσθε, μᾶλλον ἔδει παρακαλέσαι, ἀλλ’ ὣ τῆς φιλαρχίας, ὣ τῆς κενοδοξίας· πῶς πάντα ἀνατρέπει καὶ ἀπόλλυσι κατὰ τῆς οἰκείας, κατὰ τῆς τῶν ἄλλων σωτηρίας· ἑστάναι παρασκευάζει πηροὺς ὄντας, καὶ τυφλοὺς ἐργάζεται ὥστε χειραγωγοὺς ἐπιζητεῖν·
ἀλλ’ οὐκέτι τούτου ἀνέχονται, ἀλλ’ ἑαυτοῖς ἐπιτρέπουσι τὸ πᾶν· οὐδὲν ἀφίησιν ἰδεῖν· καθάπερ ἀχλὺς ἐπιτίθεται, καὶ ζόφος οὐκ ἀφίησι διακλέψαι.
ἀνάγνωσιν προσομιλεῖν καὶ ἐξηγεῖσθαι· διὸ καὶ οἱ Ἰουδαίων ἀρχισυνάγωγοι μετὰ τὴν ἀνάγνωσιν προετρέποντο τοὺς περὶ Παῦλον λαλῆσαι παραινετικοὺς λόγους τῇ συναγωγῇ.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.