ΚΕΦ. ΙΗ.
κλησίας.
έδριον, ἀλλ’ ὁ βασιλεύς· μείζων ἡ ἐξουσία· χαλεπώτερος ὁ πόλεμος, ὅσῳ πρὸς χάριν ἐγένετο τοῖς Ἰουδαίοις.
ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε.”
Ἡρώδην ἐξορίσας διαβιοῦν ἐν Λουγδούνῳ τῆς g Γαλλίας] σὺν καὶ τῇ 1 γυναικὶ Ἡρωδιάδι· οὗτός ἐστιν ὁ κατὰ τὸ πάθος τοῦ Κυρίου, ὡς Ἱστορεῖ Ἰώσηπος ἐν τῷ ἴη λόγῳ τῆς Ἀρχαιολογίας, καὶ Εὐσέβιος ἐν τῷ β' λόγῳ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας· ἣ οὖν διαφωνία τοῦ ὀνόματος ἐνταῦθα τὸ λέγειν ἀντὶ Ἀγρίππᾳ Ἡρώδην, ἣ κατὰ σφάλμα ὡς εἰκὸς γραφικὸν γέγονεν· ἢ κατὰ διωνυμίαν εἴρηται· ἐπεὶ
καὶ ο χρόνος καὶ αἰ πράξεις ’τον αὐτὸν ὄντα δεικνύουσιν τουτεστιν Ἀγρίππαν ἐπὶ Κλαυδίου Καίσαρος, ὃς μετὰ Γάιον γέγονεν αὐτο- κρατωρ.
διατὶ συνεχώρησεν ὁ Θεὸς, ἐροῦμεν ὅτι ὑπὲρ αὐτῶν τούτων· πρῶτον μὲν πείθων αὐτοὺς, ὅτι καὶ ἀναιρούμενοι κρατοῦσιν, ὅπερ ἐπὶ Στεφάνου γέγονε· δεύτερον δὲ διδοὺς αὐτοῖς μετὰ τὸ ἐμπλῆσαι τὸν θυμὸν, ἀνενεγκεῖν ἀπὸ τῆς μανίας· τρίτον δεικνὺς ὅτι κατὰ συγχωρησιν αὐτοῦ γέγονε τοῦτο.
ἐξαρπάζοντος αὐτοὺς τοῦ Θεοῦ, διὰ τοῦτο συγχωρεῖ καὶ ἀναιρε- θῆναι καὶ τοὺς κορυφαίους, μάλιστα Στέφανον καὶ Ἰάκωβον· πεί- θων αὐτοὺς τοὺς ἀναιροῦντας, ὅτι οὐδὲ ταῦτα ἀφίστησιν αὐτοὺς καὶ κωλύει.
τῶν δώδεκα μαθητῶν, ὑπὸ Ἡρώδου ἣ σφαγεὶς ἣ ἀποτμηθεὶς τὴν κεφαλήν.
ποιεῖν· ἐγκόπτειν αὐτῶν τὴν ὁρμὴν, ὁ δὲ ἐπέτεινε, καθάπερ τις δήμιος ὣν τῶν νοσούντων, ἀλλ’ οὐκ ἰατρός· καίτοι μύρια παραδείγματα δείγματα ἔχων, καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου· καὶ πῶς ἐκεῖνος μὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων μέγιστα ἔπαθε κακὰ, οὗτος δὲ Ἰωάννην ἀνελὼν, πόλεμον ἤγειρε χαλεπόν.
μένος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
τοῦτοί k νυν Ἀποστόλον τῆς συμμαχίας δεηθέντος τῶν ὑπὸ τῆς Εκκλησίας ἀναπεμπομένων εὐχῶν, πῶς ἡμεῖς οἱ ἀτελεῖς καὶ τῇ ἁμαρτίᾳ σύντροφοι, μὴ πολλῷ μᾶλλον αἰτήσωμεν ταύτας ἡμῖν συνεισφέρεσθαι παρὰ τῶν πιστῶν, γνησίων μελῶν ὄντων τῆς ἐκκλη- σίας καὶ πεπαιδευμένων, στενάζειν μετ’ αἰσθήσεως θεοφιλοῦς καὶ
πνευματικῆς;
ἐτήρουν τὴν φυλακήν· καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη,
καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν ρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων.
γέγονε, καὶ ἐνόμιζε φαντασίαν εἶναι διὰ τὸ ἀπροσδόκητον, εἰ μὴ τοῦτο γεγόνει, πολλῷ πλεὸν οὕτως παρετάττετο πρὸς τὸν θανατον· τὸ γὰρ πολλῶν ἡμερῶν ἐκεῖ μείναντα μὴ σωθῆναι, τοῦτο ἐποίει.
ἀγωνίᾳ οὐδὲ ἐν φόβῳ· αὐτῇ τῇ νυκτὶ ᾖ προάγεσθαι ἔμελλε, ἐκάθευδε, τὸ πᾶν ῥίψας ἐπὶ τὸν Θεόν· καὶ πάλιν ἰσχύει πλῆθος ὅταν καὶ ἀρετὴ ᾐ· καὶ τοσοῦτον ἰσχύει, ὡς κεκλεισμένων τῶν θυρῶν καὶ ἁλύσεων ἐπικειμένων, καὶ φυλάκων ἑκατέρωθεν παρακαθευδόντων, ἐξαγαγεῖν τὸν Ἀπόστολον καὶ ἀπαλλάξαι πάντων ἐκείνων· ἀλλ’
ὥσπερ ἀρετῆς οὔσης μεγάλα δύναται, οὕτω κακίας προσούσης, οὐδὲν ὀνίνησι πλῆθος.
πρώτην καὶ δευτέραν φυλακήν· πῶς; εἰπέ μοι· ποῦ εἰσὶν οἱ αἱρετικοὶ; εἰπάτωσαν ἡμῖν.
μὴ ἀναβάλλεσθαι.
τὰ σανδάλιά σου· ἐποίησε δὲ οὕτως· καὶ λέγει αὐτῷ· περιβάλου τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι·
παρὰ τὸ πρόσταγμα; ἐποίει· πῶς γὰρ οὐ; καὶ ζώνην ἔχων καὶ ἱμάτια· ἄκουε γὰρ ἀγγέλου λέγοντος πρὸς αὐτόν· “ζῶσαι ζῶσαι καὶ ὑπό- “δῆσαι τὰ σανδάλιά σου· καίτοι οὐ τοσαύτη χρεία τῶν ὑποδη- μάτων ἦν· ἔστι γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν καὶ ἀνυπόδετον εἶναι· ἡ δὲ πολλὴ χρεία ἐν τῷ χειμῶνι ἐστὶν, ἀλλ’ ὅμως εἶχε· τί δὴ ὁ
Παῦλος ὅταν Τιμοθέῳ m γράφων· “σπούδασον σπούδασονπρὸ πρὸ χειμῶνος ἐλ- “θεῖον·“ εἰτα παραγγέλλει καὶ λέγει· τὸν φελώνην ὃν ἀπέλιπον ἐν “Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα “τὰς μεμβράνας· ἰδοὺ φελώνην εἶπε· καὶ οὐκ ἃν ἔχοι τις εἰπεῖν ὅτι καὶ ἕτερον οὐκ εἶχεν ὃν ἐφόρει· εἰ μὲν γὰρ μηδὲ ὅλως ἐφόρει,
περιττῶς ἐκέλευε τοῦτον ἀπενεχθῆναι· εἰ δὲ οὐκ ἐνῆν μὴ φορεῖν, δηλονότι ἕτερον εἶχε· τί δὲ ὅτι διετίαν ὅλην ἐν οἰκείῳ μισθώματι 5 ἔμεινεν; ἀρα παρήκουσε τοῦ Χριστοῦ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ λέγων ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῆ δὲ ἐν ἐμοὶ Χριστός περὶ οὑ ὁ Χριστὸς ἐμαρτύρησε λέγων· “ ὅτι σκεῦος ἐκλογῆς ἐστι μοι οὗτος· καὶ μετ’ ὁλίγα—Τί οὐν ἐστίν; οὐκ ἐναντιώθησαν; μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα ἠκολούθησαν τοῖς ἐπιτάγμασι τοῦ
Χριστοῦ· τὰ γὰρ ἐπιτάγματα ἐκεῖνα πρόσκαιρα ἦν, καὶ οὐ διὰ παντός· καὶ τοῦτο οὐ στοχαζόμενος λέγω, ἀλλ’ ἀπὸ τῶν θείων γράφων· πῶς φησὶν ὁ Λουκᾶς εἰρηκέναι τὸν Χριστὸν τοῖς μαθηταῖς; “ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ζώ- “νῆς καὶ ὑποδημάτων, μήτινος ὑστέρησεν ὑμῖν; λέγουσιν αὐτῷ,
οὐ οὐκοῦν λοιπὸν κτήσασθε ἀλλὰ τι ἔδει, εἰπέ μοι, ἕνα χιτωνᾶ ἔχειν; τι οὖν εἰ πλύνασθαι τοῦτον ἔδει; γυμνὸς ἐχρῆν οἴκοι καθῆσθαι; ἣ γυμνὸν περιιέναι καὶ ἀσχημονεῖν χρείας καλούσης; ἐννόησον οἱον ἦν, Παῦλον τὸν ἐπὶ τοσούτοις κατορθώμασι περιιόντα τὴν οἰκουμένην, διὰ ἱματίου ἔνδειαν οἴκοι καθῆσθαι καὶ τηλικούτοις
πράγμασιν ἐμποδίζειν· τι δὲ εἰ κρυμὸς ἐπετέσθη σφοδρὸς καὶ κατέβρεξεν; ἣ καὶ ἐπάγω σε πῶς ξηραίνεσθαι ἐνῆν; καὶ πάλιν γυμνὸν ἐχρῆν καθῆσθαι· τι δὲ εἰ τὸ ψῦχος κατέτεινε; τὸ σῶμα τήκεσθαι ἔδει, καὶ μὴ φθέγγεσθαι; ὅτι γὰρ οὐκ ἀδαμάντινα σώματα αὐτοῖς κατεσκεύαστο, ἄκουσον τί φησι πρὸς Τιμόθεον·
οἴνῳ ὀλίγῳ χρῶ δία ’τον στόμαχον σου καὶ τὰς πυκνάς σου “ἀσθενείας·“ ἀσθενείας· καὶ πάλιν περὶ ἑτέρου “καὶ γὰρ ἠσθένησε παρα- “πλήσιον θανάτου· ἀλλ᾿ ὁ Θεὸς αὐτὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ “μόνον, ἀλλὰ καὶ ἐμέ· ὥστε ἁλώσιμοι πᾶσιν ἦσαν τοῖς πάθεσι· τι οὖν ἀπόλλυσθαι ἐχρῆν; οὐδαμῶς· τίνος οὖν ἕνεκε τότε τοῦτο
ἐπέταξε; τὴν δύναμιν αὐτοῦ θέλων δεῖξαι.
βλέπειν. διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν
πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ.
χρόνῳ, καίτοι αὐτὸς ζωσάμενος καὶ ὑποδησάμενος, τί ἕτερος ἔπαθεν ἄν; διῆλθεν πρώτην καὶ δευτέραν φυλακήν· πῶς; εἶπέ μοι· ποῦ εἰσὶν αἱρετικοί; εἰπάτωσαν ἡμῖν. Καὶ μετ’ ὀλίγα— “Ἐξελ- “θόντες προῆλθον ῥύμην μίαν, ἕως ὅτου ἀπέστη ὁ ἄγγελος· τὰ μέντοι ἔνδον γενόμενα ἐν τῇ φυλακῇ θαυμασιώτερα ἦν, τοῦτο δὲ
λοιπὸν ἀνθρωπινότερον· ὅτε οὐδὲν κώλυμα ἦν, τότε ἀπέστη ὁ ἄγγελος· εἰ γὰρ προῆλθεν ὁ Πέτρος τοσούτων ὄντων κωλυμάτων, ὅντως γὰρ ὄντως ἔκπληξις ἦν· νῦν ἔγνων, “ὅτι ἐξαπέστειλε Κύριος “τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλατο, οὐχὶ τότε ὅτε ἐν δεσμῷ ἦν.
ἀληθῶς ὅτι ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ ὁ Θεὸς, καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρώδου, καὶ πάσης τῆς προσδο- κίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
τοιαύτης ἀπολαύσας ἀπαλλαγῆς ὅτε οἱ πάντες ἀπελύθησαν. καὶ τὸ τὰς ἀλύσεις δὲ ἀπὸ τῶν χειρῶν πεσεῖν, καὶ τοῦτο μέγα τεκμήριον τοῦ μὴ φυγεῖν. ἀθρόον βούλεται τὴν ἡδονὴν αὐτῷ γενέσθαι, καὶ μετὰ τὸ ἀπαλλαγῆναι, τότε τὴν αἴσθησιν λαβεῖν.
Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ
συνηθροισμένοι καὶ προσευχόμενοι. κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε ὑπακοῦσαι
παιδίσκη ὀνόματι Ῥώδη· καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα,
σαν· ὅσον ἀγαθὸν ἡ θλίψις· πῶς δὲ διεγηγερμένους αὐτοὺς εἰργάσατο· εἶδες τοῦ φόνου Στεφάνου τὸ κέρδος, ὅτι διεσπάρησαν εἰς τὴν γῆν, καὶ ἐπλατύνθη τὸ κήρυγμα μετὰ τὸν φόνον Στεφάνου· εἰδες καὶ τοῦ δεσμωτηρίου τούτου ὅση ἡ ὠφέλεια· οὐ γὰρ δὴ ἐξ ἑτέρων ὁ Θεὸς τοῖς ἀδικοῦσιν αὐτοὺς μέγα δεικνύει τὸ εὐαγγέλιν,
ἀλλ’ ἐν αὐτοῖς τοῖς ἀδικουμένοις, οὐδὲν δι’ ἐκείνων πασχόντων δεινὸν, αὐτὰς κἀς ἑαυτὰς θλίψεις δείκνυσι μεγάλας οὔσας· ἵνα μὴ τὴν ἀπαλλαγὴν αὐτῶν πάντως ζητῶμεν, μηδὲ τὴν ἐκδικίαν.
Πέτρου λέγεται εἶναι· πιθανὸς δὲ ὁ λόγος ἐξ ὧν καὶ πρὸς αὐτὸν κατέμενον ὁ τε Πέτρος καὶ οἱ λοιποί.
πρὸ τοῦ πυλῶνος. οἱ δὲ πρὸς αὐτὴν εἶπον, μαίνη. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν.
ἐγυμνασθῇ αὐτῶν ἡ διάνοια. ὅπερ ἔθος ἡμῖν, ἵνα αὐτὴ τὰ εὐαγγελια κομίσηται, ἔσπευσεν· ὄντως γὰρ εὐαγγέλια ἢν.
φησὶ γὰρ, “ὅπου εἰσὶ συνηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν ὅπου ὁ Χριστὸς μέσος, πολὺ πλῆθος ἐστίν ὅπου ὁ Χριστὸς, ἀνάγκη καὶ ἀρχαγγέλους, καὶ τὰς ἄλλας δυνάμεις.
ἁμαρτία. ἐὰν ἔχῃς ἐν τῇ ψυχῇ ἄξια φυλακῆς ἔργα, ἀναγκαίως φρουρούς σοι καὶ φύλακας παρακαθίστησιν ὁ Θεός· καὶ περιτει- χίζει σε φυλακῇ ἀγγέλων. σκόπει δὲ ἡλίκη ἐστὶ τῶν ἀγγέλων ἡ φύσις· ὅτι ὅλῳ στρατοπέδῳ καὶ παρεμβολὴ ἀνθρώπων παρα- σκευάζεται ὁ εἷς ἄγγελος· διὰ μὲν οὖν τὸ μέγα τοῦ φυλάσσοντός
σε, παρεμβολήν σοι χαρίζεται ὁ Κύριος· διὰ δὲ τὴν ἰσχὺν τοῦ ἀγγέλου οἷον περιτειχίζει σε πάντοθεν τῇ ἀπ’ αὐτοῦ ἀσφαλείᾳ. ὥσπερ γὰρ οἱ τῶν πόλεων περίβολοι κύκλῳ πᾶσι περικείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς ἀπείργουσιν, οὕτως καὶ ὁ ἄγγελος, καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν καὶ ὀπισθοφυλακεῖ, καὶ
οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει.
οὐκ εἶδε τὸν πατάξαντα αὐτὸν ἄγγελόν· ἀλλὰ τῆς μὲν πληγῆς ἤσθετο, τίς δὲ ὁ πλήξας οὐκ ἐθεάσατο.
“γέλους·” καὶ Μώσης “ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέ- “ λῶν Θεοῦ.
αὐτὸν, καὶ ἐξέστησαν. κατασείσας δὲ αὐτοῖς τῆ χειρὶ σιγᾷν, διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν
ἀπὸ τῆς φυλακῆς.
τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι· καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάρειαν διέτριβεν.
χεῖρας αὐτοῦ Πέτρος· μᾶλλον γὰρ αὐτὸν ἐλύπει τὸ ἐμπαιχθῆναι· ὥσπερ τὸν πάππον αὐτοῦ ὑπὸ τῶν μάγων ἐμπαιχθέντα, μᾶλλον ἐποίει διαπρίεσθαι καὶ καταγέλαστον εἶναι. Καὶ μετ’ ὀλίγα — Εἰ γὰρ καὶ τοὺς στρατιώτας ἐξήγαγεν ὁ ἄγγελος μετὰ τοῦ Πέτρου, ἐνομίσθη φυγὴ ἃν εἰναι τὸ πρᾶγμα· τί οὐν οὐκ ἑτέρως ᾠκονομήθη
φησί; ποία γὰρ βλάβη γέγονε νῦν ἃν, εἰ δῶμεν, ὅτι οἱ ἀδίκως παθόντες θόντες κακῶς, οὐδὲν ἐβλάβησαν· οὐ ζητήσωμεν ταῦτα· διατί γὰρ μὴ λέγεις καὶ περὶ Ἰακώβου; διατί αὐτὸν οὐκ ἐξείλατο; “ἡμερὰς δὲ γενομένης, φησὶν, “ἠν τάραχος οὐκ ὀλίγος οὕτως οὐκ ἤσθοντο· ἰδοὺ τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνω λόγον· τὰ δὲ
δεσμὰ ἦν καὶ οἱ φύλακες ἔνδον, καὶ τὸ δεσμωτήριον κεκλεισμένον· οὐδαμοῦ τοῖχος διωρυγμένος· πάντες τὰ αὐτὰ ἔλεγον· ἀνάρπα- στος ὁ ἄνθρωπος γέγονε· διατί αὐτοὺς καταδικάζεις ; εἰ ἤθελον ἀπολῦσαι, πρὸ τούτου ἀπέλυσαν ἂν, ἢ συνεξῆλθον· ἀλλὰ χρήματα ἔλαβον· πόθεν ; ὁ μηδὲ πένητι ἔχων ἀποδοῦναι, τούτοις ἐδίδου ; οὐδὲ γὰρ διεθρύβησαν αἱ ἀλύσεις, οὐδὲ λελυμέναι ἦσαν· ἔδει ἰδεῖν ὅτι θεῖον τὸ πρᾶγμα ἦν, καὶ οὐδὲν ἀνθρώπινον.
πικρᾶς τε καὶ ὀλεθρίου καταστροφῆς.
βασιλικῆς.
αὐτοῦ μεγαληγορίαν. καὶ μὴν εἰ ἐκεῖνοι φησὶν ἐβόησαν, τι πρὸς τοῦτον ; ὅτι κατεδέξατο τὴν φωνήν· ὅτι ἄξιον ἑαυτὸν ἐνόμισεν εἶναι τῆς κολακείας· διὰ τοῦτο μάλιστα ἐκεῖνοι παιδεύονται οἱ κολακεύοντες εἰκῆ. ὅρα πάλιν ἀμφοτέρους μὲν ὄντας ἀξίους τιμω- ρίας, τοῦτον δὲ κολαζόμενον· οὐ γάρ ἐστι κρίσεως ὁ καιρὸς,
τὸν μάλιστα ὑπεύθυνον, τοῦτον κολάζει· ἐκείνους ἀφιεὶς ἀπὸ τού- του κερδᾶναι.
αὐτούς. ὁ δὲ δῆμος ἐπεφώνει, Θεοῦ φωνὴ καὶ οὐκ αv
θρώπου. παραχρῆμα δὲ αὐτὸν ἐπάταξεν ἄγγελος Κυρίου, ἀνθ’ ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ· καὶ γενόμενος
σκωληκόβρωτος, ἐξέψυξεν. ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο.
ἐξ ἀργυρίου πεποιημένην περιέκειτο. ὁρ́α καὶ ἐκεῖνοι πῶς κόλακες ἦσαν· ὁρ́α καὶ τῶν Ἀποστόλων τὸ φρόνημα· ὃν γὰρ ἔθνος ὁλόκλη- ρον οὕτως ἐθεράπευσε, τοῦτον οὗτοι διέπτυον· ὅρα δὲ πάλιν ἀνά- πνεῦσιν αὐτῶν μεγάλην, καὶ μυρία ἀγαθὰ ἐκ τῆς ἐκείνου τιμωρίας· εἰ γὰρ οὗτος ἀκούσας, ὅτι φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώπου, καίτοι μηδὲν εἰπὼν, τοιαῦτα ἔπαθε, πολλῷ μᾶλλον ὁ Χριστὸς, εἰ μὴ αὐτὸς ἀεὶ λέγων, ὅτι τὰ ῥήματα τὰ ἐμὰ οὐκ ἐστὶν ἐμά κἂν πολ- “ λοὶ μοι ὑπηρετοῦσι. καὶ ὅσα τοιαῦτα.
Ἰώσηπος λέγει “ ὡς ὁ Ἡρώδης στολὴν ἐνδυσάμενος ἐξ “ ἀργυρίου πεποιημένην πᾶσαν, ὡς θαυμάσιον ὑφὴν εἶναι, παρῆλθεν “ εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας· ἔνθα ταῖς πρώταις τῶν ἡλια- “ κῶν ἀκτίνων ἐπιβολαῖς ὁ ἄργυρος καταυγασθεὶς, θαυμασίως ἀπέ- “ στίλβε· μαρμαρυγῶν τι φοβερὸν, καὶ τοῖς εἰς αὐτὸν ἀτενίζουσι
“ φρικῶδες. εὐθὺς δὲ οἱ κόλακες τὰς οὐδὲ ἐκείνων πρὸς ἀγαθοῦ “ ἄλλος ἄλλοθεν φωνὰς ἀνεβόων, θεὸν προαγορεύοντες, εὐμενής τε “ εἴης ἐπιλέγοντες, εἰ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν· “ ἀλλὰ τοὐντεῦθεν κρείττονά σε τῆς φύσεως ὁμολογοῦμεν.
πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικαλούμενον Μάρκον.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.