ΚΕΦ. ΙΖ.
οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος.
ἀπέστησαν, προλέγει τὸ Πνεῦμα τὸ Ἅγιον· ἀλλὰ τοῦτο οὐδὲν θαυμαστόν· καὶ γὰρ ὁ Χριστὸς προεῖπεν· οὐ διὰ τοῦτο, ἐπειδὴ ἐξ ἀρχῆς τοῦτο γεγενῆσθαι ἔδει, ἀλλὰ διὰ τὰ κακὰ τὰ εἰς τοὺς Ἀποστόλους γενόμενα· καὶ ἐμακροθύμησεν ὁ Θεός. ὡς δὲ ἐνέκειντο, λιμὸς μέγας γίνεται, μηνύων τοῖς Ἰουδαίοις τὰ· ἐσόμενα κακά· εἰ
δι’ αὐτοὺς ἢν, πάντως ἔδει καὶ ὄντα παύσασθαι· τι ἠδίκησαν Ελληνες, ἵνα καὶ αὐτοὶ τῶν κακῶν μετέχωσιν; εὐδοκιμῆσαι γὰρ αὐτοὺς μᾶλλον ἐχρῆν· ὅτι τὸ αὐτῶν ἐποίουν, ἀνήρουν, ἐκόλαζον, ἐτιμωροῦντο, πάντοθεν ἐδίωκον· καὶ ὅρα πότε γίνεται ὁ λιμός· ὅτε καὶ οἱ ἐθνικοὶ λοιπὸν προσετέθησαν. ἀλλ’ εἰ διὰ τὰ κακὰ, φησὶν,
ἔδει τούτους ὑφεξαιρεθῆναι, διατὶ ὁ Χριστὸς τοῦτο προλαβὼν εἶπεν, ὅτι θλῖψιν ἑξέτε’ ὡσανεὶ λόγοις ὅτι ἔδει μηδὲ μαστί- ζεσθαι.
τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύ- λου.
στόλοι· καὶ ἐν ἄλλῳ δὲ κεφαλαίῳ σεσημείωται.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.