ΚΕΦ. Κ.
προφητῶν, ἱστορικὴ καὶ εὐαγγελική.
τῷ Παύλῳ πῶς γὰρ οὔ; ὃν ἤγαγεν ἄπο Ταρσοῦ ὡσπερ καὶ Πέτρῳ Ἰωάννης πανταχοῦ· καίτοι αὐτοῦ αἰδεσιμώτερος ἦν· ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἑώρων.
ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν
8 αὐτοὺς ἐξ αὐτῆς· καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν
αὐτοὺς ἐν τῇ ἐρήμῳ· καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν, κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν· ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα.
Καὶ μετὰ ταῦτα, ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προ- φήτου.
ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αυτον, ηγειρεν αυ-
τοῖς τὸν Δαβὶδ εἰς βασιλέα,
“καρδίαν αὐτοῦ· καὶ ἐντελεῖται αὐτῷ Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν “ λαὸν αὐτοῦ· ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος·” ἐντεῦθεν ὁ Παῦλος τέθεικε τὸ, “ εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου·” προφητικῶς γὰρ ταῦτα προείρηκεν ὁ θειότατος Σαμουὴλ πρὸς τὸν Σαούλ.
“ τὸν λαὸν αὐτοῦ· ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος.”
ἤγειρε τῷ Ἰσραὴλ Σωτῆρα Ἰησοῦν, προκηρύξαντος Ἰωάννου, πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.
“ προκηρύξαντος Ἰωάννου τῆς εἰσόδου αὐτοῦ·” εἴσοδον τὴν σάρκωσιν λέγει· οὕτως καὶ Ἰωάννης τὸ εὐαγγέλιον γράφων, ἐπὶ τοῦτον καταφεύγει φεύγει συνεχῶς· ὄνομα γὰρ ἦν αὐτῷ πολὺ κατὰ τὴν οἰκουμένην ἅπασαν.
οὐ γάρ ἐστιν ἶσον, μηδενὸς διδόντος καὶ πολλῶν ὑπαρχόντων, ταὐτὴν τὴν τιμὴν διωθεῖσθαι· καὶ μηδὲ ἁπλῶς ἀλλὰ μετὰ τοσαύτης σαύτης ὑποστολῆς.
ἐν Ἁγίῳ Πνεύματι· Θεὸς οὖν ἄρα ἐστὶ καὶ καρπὸς τοῦ Θεοῦ, καὶ Πατρὸς ὁ ἐνανθρωπήσας Λόγος· ἀλλ’ ἔδρα τοῦτο, καὶ ὅτε γέγονεν ἄνθρωπος, ὡς εἷς ὣν Υἱὸς μετὰ τῆς ἀρρήτως τε καὶ ἀπερινοήτως ἑνωθείσης αὑτῷ σαρκός. καὶ γὰρ ὁ μακάριος βαπτιστὴς προειπὼν, ὅτι οὐκ εἰμὶ ἄξιος ἵνα κύψας λύσω τὸν ἱμάντα τῶν ὑποδη-
“μάτων αὐτοῦ, προσήνεγκεν εὐθύς· “οὗτος ὑμᾶς βαπτίσει ἐν “Πνεύματι Ἁγίῳ καὶ πυρί·” καὶ πόδας δηλονότι καὶ ὑποδήματα ἔχων· οὐ γάρ τοι φαίη τις ἃν, εἴγε νοῦν ἔχοι, ὡς ἄσαρκος ὣν ὁ Λόγος, καὶ οὔπω γενόμενος καθ’ ἡμᾶς, πόδας ἔχει καὶ ὑποδήματα, ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος· ἐπειδὴ τὸ εἶναι Θεὸς οὐκ ἀπώλεσεν·
ἐνήργηκε πάλιν καὶ οὕτω θεοπρεπῶς, τὸ Πνεῦμα διδοὺς τοῖς πιστεύουσιν εἰς αὐτόν· ἦν γὰρ ἐν ταὐτῷ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ο αὐτὸς.
δὲ αὐτοῖς ἐξουσίαν ἀποσχισθῆναι τῶν τὸν φόνον τετολμηκότων· καὶ τὸ ἐπαγόμενον δηλοῖ.
ἐπλήρωσαν.
ἱστᾶν τὸν Θεὸν Λόγον, ἀνὰ μέρος δὲ τὸν ἐκ Μάριάς ἄνθρωπον· καὶ μὴ ὁμολογοῦσιν ἕνα καὶ τὸν αὐτὸν, καθὸ γέγονε σὰρξ ὁ Λόγος τῇ μετοχῇ τῆς σαρκὸς καὶ τοῦ αἵματος, ὁ Παῦλος ἐνταῦθα καιρίαν ἔδωκε τὴν πληγήν· λέγει γὰρ ὅτι ἀνῃρέθη ὁ Λόγος· καὶ ὅτι ἐτάφη ἐν μνημείῳ· καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν· ὅρας ὅτι ὅσον
τὸ κατ’ αὐτοὺς, οὐδὲ ὅλως πέπονθεν ὁ ἐκ Μάριας πη αὐτοὺς τοῦ Θεοῦ Λόγου διαιρούμενος ἄνθρωπος· ἀλλ’ ἡ ἁγία Ἐκκλησία οὐχ οὕτως ἔχει ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν οἰδε τὸν ἐκ Πατρὸς καὶ ἐκ παρθένου, τὸν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα· παθόντα καὶ ἀναστάντα· καὶ ἀνελθόντα εἰς οὐρανούς· καὶ καθήμενον
ἐκ δεξιῶν τοῦ Πατρός· καὶ ἐρχόμενον ἐν τῇ δοξῇ τοῦ Πα- τρὸς κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· διὸ μοι δοκεῖ τοὺς μὴ οὕτως πιστεύοντας Ἰουδαίζειν, κἂν δοκῶσι λέγεσθαι Χριστιανοί.
Πιλάτον ἀναιρεθῆναι αὐτόν.
εἰπεν ἐνέτυχον, ἀλλ’ “ ᾐτήσαντο·” χάριν ἔλαβον φησὶν, ὡς ἐκείνου μὴ θέλοντος· ὅπερ σαφέστερον Πέτρος λέγει, “ ἐκείνου “ἀπολύειν·” πάνυ ἐφίλει αὐτοὺς ὁ Παῦλος· καὶ ὅρα οὐκ ἐνδιατρίβει τῇ ἀγνωμοσύνῃ τῶν πατέρων, ἀλλ’ αὐτοῖς ἐφίστησι τὸν φόνον· Καὶ μετ’ ὀλίγα—Καὶ “μηδεμίαν αἰτίαν θανάτου εὑρόντες·” ὅπερ
οὐκ ἦν ἀγνοίας· θῶμεν γὰρ ὅτι οὐχ ὡς Χριστὸν αὐτὸν εἶχον, τίνος ἕνεκεν καὶ ἀνήρουν;
“σέως δικαιωθῆναι, πᾶς ὅς τις ἃν ᾖ,” φησι· οὐδὲν γὰρ ὄφελος ἐκείνων· είνων· ἐὰν μή τις εὐεργεσία ᾖ· διὰ τοῦτο ὕστερον τίθησι τοῦτο τὴν ἄφεσιν· καὶ μείζονα δείκνυσιν, ὅταν ἀδυνάτου ὄντος γένηται.
λαίας εἰς Ἱερουσαλήμ.
ἅπαντα ἐνεργεῖ κατὰ τὸ, “ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ “σοφία·” αὐτὸς ἑαυτὸν ἀναστακέναι νοηθήσεται, καὶ ἐγηγέρθαι λεγόμενος ὑπὸ τοῦ Πατρὸς, ἐφ’ ὃν ὡς ἀρχὴν καὶ αἰτίαν ἄχρονον ἅπαντα ἀναφέρεται· ἐπεὶ καὶ αὐτός φησι· “ λύσατε τὸν ναὸν “τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.”
οὐκ ἂν πρὸς ἀνθρώπους φονῶντας τοιαῦτα ἐμαρτύρησαν, πρὸς αὐτοὺς τοὺς ἀνελόντας.
Λόγον, πάλιν αὐτὸν Ἰησοῦν καλεῖ· οὐδαμοῦ διαίρεσιν διδοὺς τῷ σαρκωθέντι Θεῷ Λόγῳ μετὰ τὴν ἕνωσιν· πανταχοῦ τῶν ἀσεβῶν ἀποφράττων τὸ στόμα.
τοῦ Πατρὸς, ἡ σοφία καὶ ὁ Λόγος αὐτοῦ, “ὁ τῆς μεγά- “λῆς βουλῆς Ἄγγελος” κατὰ τὴν τοῦ Προφήτου φωνήν, τῆς μετὰ σαρκὸς οἰκονομίας ἡμῖν τὸ μυστήριον εὖ μάλα διατρανοῖ· Υἱὸς γὰρ ὢν φύσει καὶ ἀληθῶς, καὶ ἐξ αὐτῆς ἀναλάμψας τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος, κατὰ τὴν Ἰωάννου
φωνήν· καὶ κεχρημάτικεν ἀδελφὸς τῶν ἐπὶ τῆς γῆς, καὶ τὴν κατὰ σάρκα μεθ’ ὑμῶν ὑπέστη γέννησιν· καίτοι προαιώνιος ὣν καὶ ἀεὶ συνυφεστηκὼς τῷ γεγεννηκότι, πλὴν εἰ καὶ γέγονε σάρξ. ἴδιον ὄντα Υἱὸν οἶδεν αὐτὸν καὶ οὕτως ὁ Πατήρ ἔφη γὰρ, ὅτι Υἱός “μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε·” ὁρᾶς ἐναργῆ τὴν ὁμοτὸν
λογίαν ἤγουν τὴν ἀνάρρησιν· τὸ μὲν γὰρ “εἶ” τέθεικεν, ἵνα δείξῃ τὸν προαιώνιον· οὐ γὰρ ἐν χρόνῳ γέγονεν· ἀλλ’ ἢν ἀεὶ τοῦτο, τουτέστιν Υἱός· ἐπήνεγκε δὲ τὸ “σήμερον ἐγέννησά σε, ἵνα τὴν νεοτάτην αὐτοῦ καὶ κατὰ σάρκα δείξῃ γέννησιν, ἣν ὑπέμεινεν ἑκὼν διὰ τῆς ἁγίας παρθένου· ταύτῃ τοι καὶ θεοτόκος ὠνόμα-
σται.
τίκτεται.
Ἀρχιεπίσκοπον Ἀλεχανδρείασ ἐπιστολῆσ. ψεύδεται γοῦν ὁ λέγων ὁμολογεῖν τὸ σῶμα τοῦ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ παθητὸν, ἤτοι παθῶν δεκτικόν· καὶ κατὰ ταὐτὸν λέγων αὐτὸ καὶ πρὸ τῆς ἀναστάσεως ἄφθαρτον, τουτέστιν ἀπαθὲς καὶ ἀθάνατον· τὴν γὰρ κατὰ τὸ ἀναμάρτητον ἀφθαρσίαν πρόδηλον ὡς εἶχεν ἐξ αὐτοῦ του καιροῦ τῆς σαρκώσεως·
διαφθοράν· Δαβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ
τοῦ Θεοῦ βουλῆ, ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ.
ἡμεῖς ἐκ τῶν τάφων διαναστάντες κατὰ τὴν ἐπιζομένην ἀνάστασιν, ἐν νεφέλαις αὐτῷ τὸ δεύτερον ἐρχομένῳ μετὰ δόξης εἰς ἀέρα προσαπαντησωμεν.
Θεὰς διεφύλαξεν.
τοῦτο ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται· καὶ ἀπὸ πάντων, ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωυσέως δικαιωθῆναι, ἐν τούτω πᾶς ὁ πιστεύων δικαιοῦται. Τοῦ Χρυσοστόμου. Καὶ Πέτρος ἅτε ἀρχῆς οὔσης περὶ αὐτοῦ
μνημονεύων ἔλεγεν· “ ἐξὸν εἰπεῖν μετὰ παρρησίας περὶ πατριάρ- “χοῦ Δαβίδ·” καὶ οὐ λέγει ὅτι ἐτελεύτησεν, ἀλλὰ “ προσετέθη “πρὸς πρὸς τοὺς πατέρας αὐτοῦ. καὶ ὅρα πῶς οὐδαμοῦ τὰ κατορθώματα αὐτῶν τίθησιν, ἀλλ’ εὐεργεσίας τοῦ Θεοῦ, ἐξελέξατο, ὕψω- σεν, ἐτροποφόρησε· ταῦτα δὲ οὐκ ἐκείνων ἐγκώμια· ᾐτήσαντο, ἔδωκε·
τὸν Δαβὶδ ἐγκωμιάζει μόνον, ἐπειδὴ ἐξ αὐτοῦ ὁ Χριστός.
Ἀποστόλους τῆς ἀναστάσεως· εἶτα τὸν Δαβὶδ μαρτυροῦντα· οὐδὲ γὰρ τὰ παλαιὰ ἰσχυρὰ καθ’ ἑαυτὰ ἐδόκει εἶναι· οὕτως οὔτε ταῦτα ἄνευ ἐκείνων ὥστε δι’ ἑκατέρων πιστοῦται τὸν λόγον.
οὐκ ἄδικος ἀλλὰ σκληρὸς, καὶ δυνάμενος δὲ δικαιῶσαι τὸν ἀμέμπτως πάντα τὰ τοῦ νόμου τελέσαντα· διὸ ἀδύνατος εἰς κατόρθωσιν τοῖς ἀνθρώποις ἐφάνη, διὰ τὸ τὸν ἑνὶ πταίοντα γίνεσθαι πάντων ἔνοχον· οὐχ ὁ νόμος οὖν οὐκ ἠδύνατο δικαιῶσαι, ἀλλὰ τὸ ἀκατορθωτὸν αὐτοῦ ἀδυνάτους ἐποίει τοὺς ἀνθρώπους διὰ τῶν ἐντολῶν
τοῦ νόμου δικαιωθῆναι· καθὼς καὶ τὸ ῥῆμα φησὶν, “ὧν οὐκ “ ἠδυνήθητε ἐν νόμῳ Μευσίεως δικαιωθῆναι.”
ἴδετε, οἱ καταφρονηταὶ, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε· ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις
ὑμῶν,
προφήτου Ἀββακοὺμ ἀποκρίνεται ὁ Θεὸς τοῖς ἀδικοῦσι, τὰς ἐσομένας συμφορὰς αὐτοῖς προαπαγγέλλων· θαυμάσια δὲ λέγει τὰ αὐτοῖς συμβήσεσθαι μέλλοντα· καὶ γὰρ ἦν πολλῆς ἐκπλήξεως ἄξιον, πῶς ὁ Ἰσραὴλ, ὁ ἐν τέκνοις κατηριθμημένος Θεοῦ καὶ πρωτότοκος ὠνομασμένος, καὶ δι’ ὧν ἀπόλωλεν Αἴγυπτος, παραδέδοται
τοῖς Βαβυλωνίοις· καὶ οὐ μόνον μαχαίρᾳ, ἀλλὰ γὰρ καὶ δουλείᾳ καὶ αἰχμαλωσίᾳ καὶ τοῖς ἀπευκτοῖς ἅπασι· ταῦτα δέ, φησι, τοσαῦτα καὶ τηλικαῦτα τὸ μέγεθός ἐστιν, ὡς καὶ ἀπιστεῖσθαι ειτις ἀυτὰ ὑμῖν προαπαγγέλλοι.
ποίαν δ’ ἃν εἴποιμεν θαυμαστὴν ἐπιμέλειαν, ἢ τὴν διὰ τῆς τοῦ Χριστοῦ οἰκονομίας καὶ ἐπιδημίας γενομένην· ἐν ᾗ προηγουμένως μὲν τοὺς χαλεποὺς ὑβριστὰς τῆς ἡμετέρας φύσεως δαίμονας ἠφάνισεν· ἐχαλίνωσε δὲ καὶ τὴν ἀδικίαν, ὅπως πληρωθῇ τὸ ἐν Ψαλμοῖς εἰρημένον “ἀνάστηθι Κύριε, μὴ κραταιούσθω ἄν-
“θρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου· κατάστησον, Κύριε, νομο- θέτην ἐπ’ αὐτούς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν. Ἔργον, ᾧ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. Τοῦ Αὐτοῦ. Μῆ θαυμάσητε ὅτι ἄπιστον δοκεῖ εἶναι· καὶ αὐτὸ προείρηται ἄνωθεν.
λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον αὐτοὺς
τοὺς προσμένειν τῆ χάριτι τοῦ Θεοῦ· τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου.
ψυχὰς, εἶπεν, “ὅτι ἄφεσις ἁμαρτιῶν ὑμῖν διὰ τούτου κατήγγελται· τὸ δὲ πῶς οὐκ ἐδήλωσε· διατί αὐτοὺς οὐκ ἐβάπτισεν εὐθέως; οὐκ ἢν καιρός· πεῖσαι ἔδει ὥστε βεβαίως ἐμμένειν.
ἐκείνους· τὸ πρῶτον αὐτόματοι παρεκάλεσαν.
τήκονται καὶ ἀπόλλυνται, ὅταν ἑτέρους εὐδοκιμοῦντας ἴδωσιν, ὅταν ἐκκλησίαν ὠφελουμένην ὁλόκληρον, ἢ λόγῳ ἣ ἑτέρῳ τινὶ τρόπῳ· οὗ τι χεῖρον γένοιτ’ ἄν; οὐδὲ γὰρ τῷ ἀδελφῷ λοιπὸν, ἀλλὰ καὶ τῷ θελήματι τοῦ Θεοῦ οἱ τοιοῦτοι μάχονται.
ἀφίξεως εἰς Ἰκόνιον.
μένοι, καὶ ὑπευθύνους ἑαυτοὺς ποιήσαντες παρὰ τοῖς οἰκείοις· καὶ οὐκ εἶπεν, ἀνάξιοι ἐστὲ, ἀλλ’ ἐκρίνατε ἑαυτοὺς ἀναξίους.
νομίσῃ τις τοῦτο γεγενῆσθαι.
γέγονε τὸ πρὸ ὑμῶν·
ἡμῶν κακίαν, ἀναξίους μὲν τῆς αἰωνίου ζωῆς, ἀξίους δὲ τῆς αἰωνίου κολάσεως· ὥστε οὖν ἐν ἡμῖν ἡ κρίσις, τό τε τῆς μελλούσης καταστάσεως κλήρωμα.
γῆς.
κα προώρισεν·
καὶ πᾶσιν ἀνθρώποις παρέξω τὴν σωτηρίαν· τοῦτο γὰρ σημαίνει τὸ “ ἕως ἐσχάτου τῆς γῆς· καὶ πέρας ἐπιθήσω ταῖς πρὸς τοὺς πατέρας αὐτῶν γεγενημέναις μοι συνθήκαις· τὴν γὰρ διαθήκην συνθήκην οἱ λοιποὶ ἡρμήνευσαν.
καὶ οὐκ οὐσιώδη ὁρμὴν, πεπιστευκέναι τοὺς “ὅσοι ἦσαν τεταγμένοι,” ἀνενεκτέον εἰς πρόγνωσιν Θεοῦ καὶ προορισμὸν, ἀλλ’ οὐκ εἰς ὑπόστασιν οὐσιωδῶς κεκτημένην τοῦτο.
“εἰς ζωὴν αἰώνιον· ἵνα ᾖ τὸ “τεταγμένοι” ἀπὸ τῆς πίστεως· πιστεύσαντες φησὶ, καὶ εἰς τοῦτο τὸ τάγμα ἐλθόντες.
ὅπου πρὸ καταβολῆς κόσμου προορισθεὶς ὁ Παῦλος κατὰ τὴν τοῦ θείου πρόγνωσιν, σκεῦος ἐκλεκτὸν ἔσεσθαι, οὐκ ἐκ κοιλίας μητρὸς ἔτυχε τούτου, οὐδὲ ἐν νέᾳ ἡλικίᾳ, ἀλλὰ μετὰ προκοπὴν χρόνου, ὅτε εἰχεν ἑαυτοῦ γνῶσιν καλοῦ καὶ ἀγαθοῦ καὶ κατὰ τὴν ἑαυτοῦ γνώμην πρῴην βλάσφημος ὢν καὶ διώκτης, ὕστερον διὰ
τῆς τοῦ Ἰησοῦ χάριτος μετέγνω, φοβηθεὶς τὴν ἐν τῆ ὁδῷ ὀπτασίαν, καὶ ἑκὼν πιστεύσας τῷ Ἰησοῦ. εἰ δέ τις φησὶ διατὶ οὖν καὶ νῦν οὐ γίνεται φόβος τοῖς ἀπιστοῦσιν ἵνα μεταγνῶσιν, ἐκεῖνο λεκτέον· ὅτι οὐ πᾶς ἄνθρωπος ἔκφοβος μετανοεῖ· ἀλλ’ ὁ ἀγαθῇ προαιρέσει ποιῶν θεοσεβεῖς πράξεις· ὑπὸ δὲ τῆς πατροπαραδότου
πίστεως πλανώμενος παρὰ τὴν τοῦ ὄντως ἀληθοῦς γνῶσιν· οἱος ἦν Κορνήλιος, καὶ Παῦλος, καὶ Κλήμης· οἵτινες ἀφιλονείκως πιστεύ- 3 σαντες τῇ ἀληθῇ τῶν γραφῶν διδασκαλίᾳ ἐσώθησαν· καὶ ταῦτα ὄντες ἐκ τῆς ἔξωθεν παιδείας.
ἔστησαν μέχρι τοῦ ζήλου, ἀλλὰ καὶ ἔργα προσέθηκαν· ὅρα πάλιν διωκόμενοι πῶς ἕτερα κατασκευάζουσι μεγάλα· διὰ τοῦ ζήλου κατεσκεύαζον παρρησιάσασθαι αὐτοὺς καὶ εἰς τὰ ἔθνη ἐλθεῖν.
ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
δὲ οὐ τὰς πιστὰς λέγει, ἀλλὰ τὰς Ἑλληνίδας ἤτοι Ἰουδαίας· πλὴν ὡς κάκιστοι καὶ μιμηταὶ τοῦ ἀρχεκάκου δαίμονος καὶ παραβάτου, διὰ τῶν γυναικῶν ἀποκλεῖσαι σπουδάζουσι τοῖς ἀνθρώποις τὴν ὁδὸν τῆς σωτηρίας· ὥσπερ κἀκεῖνος διὰ τῆς Εὔας ἀπέκλεισε πρὸς καιρὸν τοῖς ἀνθρώποις τὸν παράδεισον, ὃν ὁ Θεὸς Ἰησοῦς ἀνέῳξε πάλιν
τοῖς πιστεύουσιν ἐπὶ τὸ ὄνομα αὐτοῦ, καὶ εἰσήγαγεν αὐτοὺς ἐκεῖ· ὧν πρῶτος εἰσῆλθε σὺν αὐτῷ ὁ λῃστής.
προσέταξεν ὁ Χριστός· “ἐὰν ἐὰν μή τις ὑμᾶς δέξηται, ἐκτινάξατε “τὸν κονιορτὸν τῶν ποδῶν. αὐτοὶ δὲ οὐχ ἁπλῶς τοῦτο ἐποίησαν· ἀλλ’ ἐπειδὴ ἀπηλάθησαν παρ’ αὐτῶν. Καὶ πάλοιν—ὃ ὃ γὰρ δοκεῖ εἶναι ἀτιμίας τὸ πάντοθεν ἐλαύνεσθαι, τοῦτο τιμῆς ἡμῖν εἶναι φαίνεται μεγίστης πρόξενον.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.