ΚΕΦ. Θ.
καὶ τὸν καιρὸν ἐδήλωσεν, ἀλλὰ διὰ τούτου τὴν θερμὴν αὐτῶν ἀγάπην ἐμφαίνων, ὅτι οὔτε ἡ ἑσπέρα αὐτοὺς κατέσχεν.
κινδύνων ἀπαλλάξει καὶ τῆς εἰς θάνατον ἁμαρτίας· ὁ δὲ τύπος τῶν εἰρημένων ἐν τοῖς γεγονόσιν ὀφθήσεται. ἥξει δὴ οὖν πάντως ἐπὶ τοὺς μαθητὰς, “ἐγώ εἰμι, μὴ φοβεῖσθε.” εἰσόμεθα διὰ τούτου φρόνημα μὲν ἔχειν ἐν πειρασμοῖς εὔτολμόν τε καὶ νεανικόν· ὑπομονῇ δὲ κεχρῆσθαι συντόνῳ τῇ εἰς Χριστὸν, ἐλπίδα βεβαιουμένους
εἰς εὐθαρσίαν τὴν ἐπὶ τῷ πάντως διασωθήσεσθαι, κἂν πολλοί τινες ἡμᾶς οἱ ἐκ τοῦ πειράζεσθαι περικυκλῶσι φόβοι. ἐπιτήρει γὰρ ὅπως οὐκ εὐθὺς ἀποπλεύσωσιν, οὐδὲ ἐν ἀρχῇ τῶν κινδύνων τοῖς ἐν τῷ σκάφει Χριστὸς ἐπιφαίνεται. Ἀλλ’ ὅταν οὑτωσί πὼς ἐν μέσοις τοῖς κύμασιν εὑρισκώμεθα, τότε δὴ καὶ ἀδοκήτως ἐπιφαίνεται Χριστὸς, καὶ περιστέλλει μὲν τὸν φόβον, κινδύνου δὲ ἀπαλλάξει παντὸς, καὶ ἀπονητὶ δὲ κατορθώσομεν τὰ λυσιτελῆ παρόντος αὐτοῦ.
τῆς ἐκείνων ψυχῆς, καὶ μετὰ τῆς φωνῆς γαλήνη γέγονεν· οὐκ ἐνέβη δὲ εἰς τὸ πλοῖον, τὸ θαῦμα μεῖζον ἐργάσασθαι βουλόμενος, καὶ τὴν θεότητα αὐτοῖς ἐκκαλύψαι γυμνότερον. Διέβησαν μὲν οὖν τὴν ἐρυθρὰν θάλασσαν καὶ Ἰουδαῖοι, Μώσεως ἡγουμένου, ἀλλὰ πολὺ τὸ μέσον ἐνταῦθα. Ὁ μὲν γὰρ εὐχόμενος καὶ ὡς δοῦλος
πάντα εἰργάζετο, οὗτος δὲ μετ’ ἐξουσίας ἁπάσης· κἀκεῖ μὲν, νότου τότε πνεύσαντος, εἷξε τὸ ὕδωρ, ὥστε ἐπὶ ξηρᾶς ποιῆσαι παρελθεῖν. Ἐνταῦθα δὲ μεῖζον τὸ θαῦμα ἐγίνετο. Μένουσα γὰρ ἐπὶ τῆς οἰκείας φύσεως ἡ θάλασσα, οὕτως ἔφερε τὸν δεσπότην ἐπὶ τῶν νώτων, μαρτυροῦσα ἐκείνῃ τῇ ῥήσει τῇ λεγούσῃ, “ὁ περι-
“πατῶν ἐπὶ τῆς θαλάσσης ὡς ἐπὶ ἐδάφους.”
ἄλλο πλοιάριον οὐκ ἦν, οὔτε τοῖς μαθηταῖς συνανέβη, εὑρεθῆναι τὸ πέραν τῆς θαλάσσης, πρόδηλον ὅτι τὴν θάλασσαν πεζεύων παρεγένετο· ἀλλ’ ὅμως μετὰ τοσοῦτον θαῦμα, ἀπελθόντες πρὸς αὐτὸν οὐκ ἠρώτησαν πῶς διέβη, οὐδὲ ἐζήτησαν μαθεῖν τὸ τοσοῦτον σημεῖον, ἀλλὰ τι φασι; πῶς ὧδε παραγέγονεν; οὕτως ἦν εὔθραυστος
ἡ ὁρμὴ αὐτῶν. Οἱ γὰρ λέγοντες, οὗτός ἐστιν ὁ προφήτης, οἱ σπουδάζοντες ἁρπάσαι καὶ ποιῆσαι βασιλέα, εὑρόντες αὐτὸν, οὐδὲν τοιοῦτον βουλεύονται, ἀλλὰ τὸ θαῦμα ἐκβαλόντες ἐπεζήτουν πάλιν τραπέζης ἀπολαύσειν, οἵας καὶ πρότερον· διὸ καὶ ὀνειδίζονται παρὰ τοῦ Ἰησοῦ, “ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ζητεῖτέ με οὐχ
“ὅτι εἴδετε σημεῖα” καὶ τὰ ἑξῆς. τοῦτο δὲ εἶπε, διορθῶσαι αὐτοὺς βουλόμενος, ἅμα δὲ καὶ διὰ τὸ ἐκκαλύψαι τὰ τῆς διανοίας αὐτῶν, εἰς πίστιν ἀγαγεῖν μείζονα, ὡς ὅτι Θεός ἐστιν.
“ἐργάζεσθε,” λέγων, “μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην” καὶ τὰ ἑξῆς.
εἰς ἐμφανεστάτην ἀγούσης κατάλειψιν.
τρέφεσθαι, ἀποκέχρηνται τούτῳ τῷ λόγῳ ὡς τὴν ἐργασίαν ἐκκόπτοντος τοῦ Ἰησοῦ, ἀναγκαῖον καὶ πρὸς αὐτοὺς εἰπεῖν, ὅτι οὐ τοῦτο ἐστιν αἰνιττόμενος, ὥστε ἀργοὺς εἶναι· καὶ γὰρ τοῦτο μάλιστα ἀπολλυμένη βρῶσίς ἐστι, πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία, ἀλλ’ ὥστε ἐργάζεσθαι καὶ μεταδιδόναι. τοῦτο γὰρ
ἔχει τὴν τῆς βασιλείας ἐπαγγελίαν τῆς μελλούσης. Εἰ δὲ οὐκ ἐργάζεται τις, πόθεν ἃν γένοιτο διδόναι τῷ οὐκ ἔχοντι; Εἶπε δὲ τοῦτο πρὸς ἐκείνους, ἐπειδὴ τῆς μὲν πίστεως οὐδένα ἐποιοῦντο λόγον, ἓν δὲ μόνον ἐβούλοντο, γαστρίζεσθαι· τὴν τοιαύτην οὖν τροφὴν βρῶσιν ἀπολλυμένην ἐκάλεσεν.
τοῖς βιωτικοῖς πράγμασι· τουτέστι, μὴ ποιεῖσθε φροντίδα, ὑπὲρ τῆς εἰς αὔριον ἀναπαύσεως. ἔξεστι δὲ ἐργαζόμενον μηδὲν μεριμνᾷν, οὐ γὰρ ταὐτὸν μέριμνα καὶ ἐργασία. καὶ τὸ πρὸς Μάρθαν δὲ εἰρημένον, οὐ περὶ ἔργου ἐστὶ καὶ ἐργασίας, ἀλλὰ περὶ τοῦ δεῖν καιρὸν εἰδέναι, καὶ μὴ τὸν τῆς ἀκροάσεως πρὸς τὰ σαρκικὰ ἀνα-
λίσκειν. Οὐ τοίνυν εἰς ἀργίαν αὐτὴν ἐμβάλλων ταῦτα ἔλεγεν, ἀλλὰ προσηλῶν τῇ ἀκροάσει.
τοῦ κυρίου, τὴν ὑπὸ τοῦ Πατρὸς ἐσφραγισμένην τῇ θείᾳ δυνάμει.
σῶμα, συναναπλέξας τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον.
λεγόμενον. καὶ γὰρ μέγα περὶ ἑαυτοῦ ἐφθέγξατο, εἰπὼν αὐτὸς δώσειν τὴν ζωὴν τὴν αἰώνιον.
βρῶσιν ὑμῖν ἐπιδοῦναι τὴν μένουσαν, καὶ εἰς ζωήν τε καὶ τρυφὴν ἀναφέρουσαν. εἰ γὰρ καὶ ὁρῶμαι καθάπερ εἷς ἐξ ὑμῶν, ἄνθρωπος δηλονότι μετὰ σαρκὸς, ἀλλ’ ἐχρίσθην καὶ κατεσφραγίσθην παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, εἰς ἀπαράλλακτον ὁμοιότητα, τὴν ὡς πρὸς αὐτὸν νοουμένην, δηλονότι τῆς κατὰ πᾶν ὁτιοῦν ἐμφερείας, οὐ
κατὰ τοὺς τῆς σαρκὸς χαρακτῆρας, ἀλλ’ ἐν δόξῃ θεοπρεπεῖ καὶ ἰσοστάθμῳ δυνάμει, καὶ ἐν ἐξουσίᾳ βασιλικῇ. ἐπιτηρητέον δέ ἐστι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐπιχορηγήσειν, εἰπὼν τὰ m θεοπρεπῆ καὶ κατεσφραγίσθαι πρὸς εἰκόνα τοῦ Θεοῦ καὶ Πατρός· οὐκ ἀνέχεται μερισμοῦ τοῦ διατέμνοντος τῆς κατὰ ἀλήθειαν υἱότητος, τὸν ἐκ
παρθένου ναὸν, ἀλλ’ ἕνα πάλιν ἑαυτὸν ὁρίζειν τε καὶ νοεῖσθαι βούλεται.
Πἀλιν γὰρ αὐτὸν ἐπὶ τὴν τῆς τροφῆς ἕλκουσι χορηγίαν.
ποιεῖς; ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι τί ἐργάζῃ·” οὕτως ἦσαν πεπωρωμένοι·
εἰς τὸν Χριστὸν πιστεύων.
τῆς ψυχῆς, οὐκ ἀργίαν τινὰ καὶ ἀπραξίαν.
εἰς ἐμὲ ὁδὸς ὑμῖν ἔσται πρὸς τὴν τῶν λοιπῶν κατανόησίν τε καὶ διδασκαλίαν. οὔτε γὰρ πιστεύοντας ἔνεστι πρός τι τῶν λεγομένων ἀμφιβάλλειν, οὔτε μὴ πιστεύοντας δέξασθαι τι τῶν λεγομένων δυνατὸν, μεγάλων ὄντων, καὶ πολὺ τὴν ὑμετέραν ὑπερβαινόντων ἀκοὴν.
μένων καὶ κατὰ τὴν θάλασσαν τὴν ἐρυθρὰν, ἀλλὰ τούτου μάλιστα οὗ σφόδρα ἐπεθύμουν διὰ γαστριμαργίας ὑπερβολήν. Διὸ πρὸς ταῦτα καὶ ἡ ἄπειρος σύνεσις ἀποκρίνεται λέγουσα, “οὐ Μωϋσῆς “δέδωκεν ὑμῖν τὸν ἄρτον” καὶ τὰ ἑξῆς. Ἀντὶ μὲν Μωϋσέως τὸν Θεὸν εἰπὼν, ἀντὶ δὲ τοῦ μάννα ἑαυτὸν, διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν·
ἐνῆν γὰρ εἰπεῖν, οὐχ ὁ Μωϋσῆς δίδωσιν, ἀλλ’ ἐγώ. Ἄρτον δὲ ἀληθινὸν καλεῖ, οὐκ ἐπειδὴ ψευδὲς ἦν τὸ θαῦμα τὸ ἐπὶ τὸ μάννα, ἀλλ’ ὅτι τύπος ἦν, οὐκ αὐτοαλήθεια. Μάννα γὰρ κυρίως αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ἐκ τῆς οὐσίας ἐρχόμενος τοῦ Πατρὸς, ἐπείπερ ἐστὶ κατὰ φύσιν ζωὴ τὰ πάντα ζωογονῶν.
τὸ πνεῦμα ζωοποιῶν, καὶ οὐ μέχρι τούτων, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα συνέχων εἰς ἀφθαρσίαν.
δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. Ἐλέγχων δὲ αὐτοὺς, ὅτι ἕως μὲν αἰσθητὴν ὑπόπτευον εἶναι τὴν τροφὴν, ἐπέτρεχον, ὅταν δὲ μάθωσιν ὅτι πνευματική τις ἐστιν, οὐκ ἔτι, φησὶν, φησὶν, ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
φρονεῖν, φησιν, ὁ ἄρτος τοῦ Θεοῦ ἐστιν, ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τῇ οἰκουμένῃ πάσῃ. Καὶ οὐκ εἶπε τροφὴν, ἀλλὰ ζωὴν, ἑτέραν τινὰ καὶ ἐνηλλαγμένην. Ζωὴν δὲ λέγει, ἐπειδὴ πάντες ἦσαν νεκεκρωμένοι τῇ ἁμαρτίᾳ· ἄρτον δὲ ζωῆς οὐ περὶ σώματος τοῦ
ἰδίου λέγει νῦν, τοῦτο γὰρ πρὸς τῷ τέλει μέλλει σαφηνίζειν, ἀλλὰ περὶ τῆς θεότητος‘ αὐτοῦ διαλέγεται.
γεγονὼς πρόσωπον καὶ μίαν προσκυνουμένην ὑπόστασιν·
δεχομένης πίστει τὴν τοῦ Πατρὸς ἀποκάλυψιν.
ἢ τοῦτο, ὅπερ ὁ Πατὴρ βούλεται, καὶ ὅτι ἀπιστοῦντες, αὐτὸν τὸν Πατέρα παροξύνετε.
γὰρ τὰ ἐμὰ τοῦ Πατρός ἐστι, καὶ τὰ τοῦ Πατρὸς ἐμά. Δεικνὺς δὲ ὅτι οὐ τῆς παρ’ αὐτῶν δεόμενος θεραπείας παραγέγονεν, ἀλλὰ διὰ τὴν ἐκείνων σωτηρίαν, καὶ ὥστε τῷ πατρὶ δόξαν παρασκευάσαν, φησὶ, “τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με Πα- 3 “τρὸς,” ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ’ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρα,” καὶ τὰ ἑξῆς.
μιν, καὶ ὅλους αὐτοὺς μεταπλάττων εἰς ἀθανασίαν. Συνεχῶς περὶ τῆς ἀναστάσεως διαλέγεται, ἵνα μὴ τοῖς παροῦσι πράγμασι μόνον κρίνωσι τὴν τοῦ Θεοῦ πρόνοιαν, καὶ ὅτι κἂν ἐνταῦθα μὴ ἀπολάβωσι, μὴ διὰ τοῦτο ὑπτιώτερον γένηται, ἀλλὰ τὰ μέλλοντα προσδοκῶσι, καὶ ἑτέραν ζωήν.
τροφῆς, καὶ περὶ ζωῆς αἰωνίου λοιπὸν αὐτοῖς διελέγετο, καὶ περὶ ἀναστάσεως, βουλόμενος ὑψηλοτέραν αὐτῶν ποιῆσαι τὴν γνώμην.
εἰπόντων τῶν Ἰουδαίων, “οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ιωσηφ καὶ τὰ ἑξῆς. Διὰ τι μὴ ἀπεκρίθη αὐτοῖς, ὅτι οὐκ εἰμὶ υἱὸς Ἰωσήφ; ἐπειδὴ μηδέπως ἠδύναντο τὸν θαυμαστὸν ἐκεῖνον ἀκοῦσαι τόκον τὸν ἐκ παρθένου. Εἰ δὲ τὸν κατὰ σάρκα οὐκ ἠδύναντο σαφῶς ἀκοῦσαι, πολλῷ μᾶλλον τὴν ἄρρητον τὴν
ἄνω.
ὅλου μεταπλάττων εἰς ἀθανασίαν· οὐκ ἰδίᾳ δὲ καὶ μεμερισμένως τοῦτο ἑκάτερον ἐνεργεῖ, ἀλλὰ συνεργάζεται ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ὁ Υἱὸς αὖ πάλιν τῷ Πατρὶ, καὶ ὅλης, ἵν οὕτως εἴπω, τῆς Ἀγίας τριάδος ἐστὶν ἡ καθ’ ἡμᾶς σωτηρία.
τοὺς δὲ μοχθηροὺς ἐᾷ· οὐ τὸ ἐφ’ ἡμῖν αὐτεξούσιον ἀναιρεῖ ὁ λόγος, ἀλλὰ δείκνυσι βοηθείας δεομένους· ἕλκεται γὰρ οὐκ ἄκων, ἀλλὰ πολλῆς ἀπολαύων συμμαχίας· θεοδίδακτόν ἐστιν ἀγαθὸν τὸ περὶ Χριστοῦ μυστήριον.
ἀξίωμα· τοῦτο ποιεῖ ὡς φύσει Θεὸς ὤν.
τὰ ἔργα, πῶς γάρ; ἀλλὰ τὸ ὀμοδύναμον παριστῶν. θέλων δὲ τὸν λόγον ἀξιόπιστον ποιῆσαι, ἐπὶ τοὺς προφήτας αὐτοὺς παρέπεμψεν εἰπὼν, “ὅτι ἐστὶ γεγραμμένον ἐν τοῖς προφήταις, καὶ “ἔσονται πάντες διδακτοὶ Θεοῦ·” πάντας δὲ τοὺς βουλομένους δηλονότι· διδάσκαλος γὰρ προκάθηται πᾶσιν ἕτοιμος ὢν τὸ αὐτοῦ
παρασχεῖν, καὶ εἰς πάντας ἐκχέων τὴν διδασκαλίαν τὴν ἑαυτοῦ. Τί οὖν πρὸ τούτου, φησὶν, οὐχὶ διδακτοὶ ἦσαν Θεοῦ; ἀλλ’ ἐνταῦθα τὸ ἐξαίρετόν ἐστι· τότε μὲν γὰρ δι’ ἀνθρώπων ἐμάνθανον τὰ τοῦ Θεοῦ, νῦν δὲ δι’ αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ καὶ διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου.
Διδάσκων δι’ ἀποκαλύψεως τὰ περὶ τοῦ Υἱοῦ ὁ Πατὴρ, ἄγει πρὸς αὐτὸν τοὺς ἀκούοντας καὶ μαθόντας. οὕτω γὰρ καὶ τὸν Πέτρον δι’ ἀποκαλύψεως εἰς τὸ πιστεύειν τῷ Υἱῷ ἤγαγεν, ἀποκαλύψας αὐτόν.
φαίνεται, μόνος ὁρᾷ ὁ Υἱὸς τὸν Πατέρα ὡς ἔξω ὑπάρχων πάντων, καὶ μόνος ὣν ἐκ τῆν’ οὐσίας τοῦ Πατρός. ἄλλος] τρανότερον δὲ αὐτὸ οὐ τέθεικε διὰ τὴν ἐκείνων ἀσθένειαν. Εἰ γὰρ εἰπόντος αὐτοῦ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι, οὕτως ἐσκανδαλίσθησαν, τί οὐκ ἃν ἔπαθον, εἰ καὶ τοῦτο προσέθεικε; λέγω δὴ τὸ ἐξ αὐτοῦ-
νηθῆναι;
τὴν ἄρρητον τοῦ Θεοῦ φύσιν τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ὅπερ ἐστὶ κατὰ φύσιν· ἀλλ’ ἵνα μὴ σαφῶς τοῦτο εἰπὼν δοκεῖ πῶς αὐτοὺς ἐπὶ τὸ σύνηθες παροτρύνειν θράσος, ἀορίστως αὐτὸ τέθεικε κατὰ πάντων· εἰ δὲ μόνος ὁ Υἱὸς ὁρᾷ τὸν Πατέρα, ἔξω τῶν πάντων ἐστὶ, καὶ ὑπὲρ πάντα, καὶ ἐπάνω πάντων. Ἄρτον δὲ ζωῆς εἰκότως
ἑαυτὸν ὀνομάζει, ὅτι τὴν ζωὴν ἡμῶν συγκροτεῖ, καὶ ταύτην καὶ τὴν μέλλουσαν· τὸ δὲ “ὃς ἐὰν φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς “τὸν αἰῶνα” δηλοῖ ἐνταῦθα ἤτοι τὰ δόγματα τὰ σωτήρια καὶ τὴν πίστιν τὴν εἰς αὐτὸν, ἣ τὸ σῶμα τὸ ἑαυτοῦ. Ἀμφότερα γὰρ ταῦτα νευροῖ τὴν ψυχήν.
πολὺν, οὐδὲ συνεισῆλθε εἰς τὴν τῆς ἐπαγγελίας γῆν· οὗτος δὲ ἄρτος οὐ τοιοῦτος, ἀλλὰ διαιωνίζων, ὥστε πολλῷ τῶν πρώην αὐτῶν μειζόνων αὐτοὶ ἠξίωνται, εἴγε βούλοιντο δέξασθαι.
δώσω, ἡ σάρξ μου ἐστὶ καὶ τὰ ἑξῆς. Καὶ γὰρ ἑαυτὸν φησὶ διδόναι νῦν οὐ τὸν Πατέρα.
καὶ συναναστήσεται μοι, φησὶν, ἡ πεσοῦσα τοῦ ἀνθρώπου φύσις. ζωὴν δὲ κυρίως τὴν ἐν τῷ Χριστῷ νοητέον, τὴν ἐν ἁγιασμῷ καὶ μακαριότητι· ταύτην γὰρ ἀληθῶς οὖσαν ζωὴν ἐπίσταται καὶ ὁ σοφὸς Ἰωάννης λέγων, “ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον, “ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ
“Θεοῦ μενεῖ ἐπ’ αὐτόν Ἰδου γὰρ τὸν ἐν ἀπειθείᾳ κατειλημμένον τὴν ζωὴν οὐκ ὄψεσθαι φησὶ, καίτοι παντὸς τοῦ πνεύματος παλινδρομήσειν πρὸς ζωὴν, καὶ ἀναστήσεσθαι προσδοκωμένου.
“τὴν σάρκα ἑαυτοῦ δοῦναι φαγεῖν,” δείκνυται ἐξ ἀπιστίας τοῦτο λέγοντες· ὅταν γὰρ ἡ ζήτησις τοῦ πῶς εἰσέλθῃ, συνεισέρχεται καὶ ἡ ἀπιστία. Διὰ τοῦτο καὶ αὐτὸς θέλων δεῖξαι, ὅτι οὐκ ἔστι τοῦτο ἀδύνατον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον, καὶ οὐκ ἔστιν ἄλλως ἔχειν ζωὴν, φησὶν, “ἐὰν μή τίς μου τὴν σάρκα φάγῃ,” καὶ τὰ ἑξῆς.
ἀζήτητον, καὶ μηδενὶ τῶν λεγομένων ἐπιφέρειν τὸ πῶς.
τῶν μυστικῶν παραδεξάμενοι τὸν Ἰησοῦν, τὸν ὄντα ζωὴν κατὰ φύσιν. Διὰ τί δὲ συνεχῶς στρέφει τὴν ἀνάστασιν; ἵνα δείξῃ ὅτι ὁ εἰς αὐτὸν πιστεύων οὐκ ἀποθανεῖται εἰς τέλος· ἀληθῆ δὲ βρῶσιν τὴν ἑαυτοῦ σάρκα καλεῖ, καὶ τὸ αἷμα αὐτοῦ ἀληθῆ πόσιν, διὰ τὸ σώζειν τὰς ψυχὰς τῶν πίστει μετεχόντων αὐτῶν.
Αὕτη καὶ πόσις ἀληθινὴ, ὡς ἃν μὴ πρὸς ὀλίγον ἐπαρκοῦν τῇ δίψει, ἀλλ’ εἰς ἀεὶ παρεχομένη τὸν ἐμφορηθέντα αὐτῆς ἀνεπιδεῆ e, καθὰ καὶ πρὸς τὴν Σαμαρεῖτιν ἔλεγε. Τὸ δὲ εἰπεῖν “ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, “κἀγὼ κἀγὼ ἐν αὐτῷ,” τοῦτο ἐδήλωσεν, ὅτι ἐν αὐτῷ ἀνακιρνᾶται.
ὅπερ ἐστὶ, καὶ οὐκ εἰς τὴν αὐτοῦ τοῦ Λόγου μετακεχώρηκε φύσιν, ὅθεν τὸν Λόγον ἐσθίομεν, τὴν ζωοποιὸν τοῦ Λόγου σάρκα ἐσθίοντες. Τὸ δὲ “κάγὼ ζῶ διὰ τὸν Πατέρα,” τοῦτό ἐστιν, ὅτι καθώς ἐστιν ὁ Πατὴρ ζῶν, οὕτω κἀγὼ ζῶ, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι’ ἐμέ. Ζωὴν δὲ λέγει ἐνταῦθα οὐχ ἁπλῶς,
ἀλλὰ περὶ τῆς ἐνδόξου καὶ ἀπορρήτου ἐκείνης.
ὂν αὐτὸν δὴ τρόπον καὶ ὅταν ἐμὴν ἐσθίων σάρκα, ζήσει δι’ ἐμ, ὅλος εἰς ἐμὲ μεταστοιχειούμενος τὸν ζωογονεῖν ἰσχύοντα, διὰ τὸ ἐκ ῥίζης εἶναι τῆς ζωοποιοῦ τοῦ Θεοῦ καὶ Πατρός.
ζώου ὄνομα τάττεται ἐπὶ Θεοῦ, οὔτε τὸ τῆς ζωῆς ἐπὶ τῆς κτίσεως.
ὅθεν κατὰ τὴν πρακτικὴν ἀρετὴν μεταλαμβάνοντες ἐσθίομεν, κατὰ δὲ τὴν διανοητικὴν πίνομεν, ὡς ἀεὶ ζωὴν κεκορεσμένους, καὶ μηδέποτε διψεῖν πεπωκότας ἀπ’ αὐτοῦ.
ἀκουόντων διανοίᾳ πρὸς τὸ λογίζεσθαι, ὅτι εἰ δυνατὸν ἐγένετο ἐν τεσσαράκοντα ἔτεσιν ἀμητοῦ χωρὶς καὶ σίτου καὶ τῆς ἄλλης ἀκολουθίας διακρατῆσαι τὴν ἐκείνων ζωὴν, πολλῷ μᾶλλον νῦν, ἅτε ἐπὶ μείζοσι παραγενόμενος, δυνήσεται τοῦτο.
καὶ οὐδὲν οὕτως ἡδὺ, ὡς τὸ μὴ ἀποθανεῖν.
μηδενὸς ἐξ αὐτῶν οἰκοδομηθέντος, μᾶλλον δὲ καὶ τοῖς οἰκοδομηθεῖσι λυμαινομένων. Πολλοὶ γὰρ, φησὶν, ἐκ τῶν μαθητῶν αὐτοῦ ἀκούσαντες εἶπον, “σκληρός ἐστιν οὗτος ὁ λόγος,” καὶ τὰ ἑξῆς. Τί οὖν τὸ χρήσιμον τῶν ῥημάτων; πολὺ καὶ τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον. Ἐπειδὴ γὰρ ἐπέκειντο τροφὴν αἰτοῦντες αὐτὸν σωματικὴν, καὶ
τῆς ἐπὶ τῶν προγόνων παρασχεθείσης αὐτοῖς ἀναμιμνήσκοντες, δείκνυσιν ὅτι πάντα ἐκεῖνα τύπος ἦν καὶ σκιὰ, ἡ δὲ τῶν πραγμάτων ἀλήθεια ἡ παροῦσά ἐστι. Διὸ συνεχῶς μέμνηται τροφῆς πνευματικῆς·
μὴν οὐδὲν τοιοῦτον ἔλεγεν, οὐδὲ περὶ πολιτείας διελέγετο, ἀλλὰ περὶ δογμάτων, ἄνω καὶ κάτω στρέφων τὴν πίστιν τὴν εἰς αὐτὸν, τουτέστι, διδάσκων.
ἐκλαμβάνουσιν οὐδὲν ἐφαίνετο σκληρὸν, ἀλλὰ ῥήματα εὐσεβείας ὑπάρχοντα τὴν αἰώνιον αὐτοῖς πρυτανεύοντα ζωήν.
“τερον·” διὰ τοῦτο ἀπάγων αὐτοὺς τοῦ νομίζειν αὐτοῦ πατέρα τὸν Ἰωσὴφ ὑπάρχειν. ‘Ο γὰρ πεισθεὶς ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκε καὶ ἐκεῖ ἀναβήσεται, εὐκολώτερον ἃν προσχῇ τοῖς λεγο- λεγομένοις.
υἱὸς τοῦ ἀνθρώπου, οὐ μὴν αὐτὸ τὸ σῶμα καλεῖται υἱὸς ἀνθρώπου, ὡς κακῶς δογματίζων Μάρκελλός φησι· λέγων ἑαυτὸν ἐξ οὐρανοῦ καταβεβηκέναι, διδάσκει ὅτι Θεὸς ἦν, κἂν ἐν σαρκὶ ὁρᾶται, καὶ ὅτι ἡ σὰρξ αὐτοῦ ζωοποιός ἐστι.
“οὐκ ὠφελεῖ οὐδέν;“τὸ πνευματικῶς αὐτοὺς ἀκούειν τῶν παρ’ αὐτοῦ λεγομένων. Ὁ γὰρ σαρκικῶς ἀκούων, οὐδὲν ὠφεληθήσεται· σαρκικὸν δέ ἐστι τὸ ἀμφισβητεῖν πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ πῶς δύναται δοῦναι τὴν σάρκα φαγεῖν, ἅπερ ἔδει μυστικῶς νοεῖν καὶ πνευματικῶς· διὸ καὶ ἐπήγαγε, τὰ ῥήματα,
“ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή·” τοῦτ’ ἔστι, πνευματικά ἐστιν, οὐδὲν ἔχοντα σαρκικὸν, καὶ ζωὴν αἰώνιον παρέ- χοντα·
δεικνύει πᾶσιν ὅτι οὐ τῆς παρ’ ἐκείνου δόξης ἐφιέμενος ταῦτα ἔλεγεν, ἀλλ’ αὐτῶν κηδόμενος. Εἰπὼν δὲ “τινὲς,” τοὺς μαθητὰς ὑπεξήγαγε, διὸ καὶ ἐπήγαγεν ὁ Εὐαγγελιστὴς λέγων· “ἤδει γὰρ 6 “ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντεσ,” καὶ τὰ ἑξῆς· τὸ δὲ “ἐξ ἀρχῆς” οὐχ ἁπλῶς ἐνταῦθα πρόσκειται, ἀλλ’ ἵνα μάθωμεν αὐτοῦ τὴν πρὸ καταβολῆς κόσμου πρόγνωσιν, ὅτι ᾔδει αὐτῶν ἐκ τότε τὸν γογγυσμὸν καὶ τὸ εὐσκανδάλιστον· ἔτι δὲ καὶ τοῦ προδότου τὴν πονηρίαν, ὅπερ ἦν ἀληθοῦς θεότητος ἔνδειξις.
καὶ τοῦ διδασκάλου χωρίσαντες, καὶ ἣν εἶχον πίστιν ἀπώλεσαν, ἀλλ’ οὐχὶ οἱ δώδεκα τοῦτο ἔπαθον.
οὐδὲ ἐθαύμασεν; ὁμοῦ μὲν τὸ τῷ διδασκάλῳ πρέπον ἀξίωμα τηρῶν, ὁμοῦ δὲ δεικνὺς, ὅτι διὰ τούτου μᾶλλον ἐφέλκεσθαι ἔνι τοῦ τρόπου. Εἰ μὲν γὰρ ἐπῄνεσε, κἂν ἔπαθόν τι ἀνθρώπινον, χάριν διδόναι· τὸ δὲ δεικνύναι μὴ δεόμενον αὐτὸν τῆς ἀκολουθήσεως αὐτῶν, κατεῖχε μᾶλλον.
Πέτρος ὑπάρχων, ὑπὲρ παντὸς ἀπολογεῖται τοῦ χοροῦ. Οὐ γὰρ εἶπε, Κύριε, πρὸς τίνα ἀπελεύσομαι, καὶ ὅτι ἔγνωκα καὶ πεπίστευκα, ἀλλὰ, “ Κύριε, πρὸς τίνα ἀπελευσόμεθα,” καὶ τὰ ἑξῆς. Ηδη γὰρ τὴν ἀνάστασιν οὗτοι παρεδέξαντο, καὶ τὴν κλῆσιν ἅπασαν. Διὸ οὐ τὰ ῥήματα τοῦ Χριστοῦ ἦν τὰ σκανδαλίζοντα,
ἀλλὰ ἡ ἀπροσεξία καὶ ἡ ῥαθυμία, καὶ ἡ ἀγνωμοσύνη τῶν ἀκουόντων. Καὶ γὰρ οὗτοι μετ’ ἐκείνων ἤκουον, ὅμως οὐκ ἐσκανδαλίσθη- σαν, ἀλλ’ ἔμειναν.
ἕξει ζωὴν αἰώνιον. Οὐκ ἐπῄνεσε δὲ αὐτὸν νῦν ὁ Χριστὸς, ὥσπερ ἀλλαχοῦ τοῦτο ἐποίησεν, ἵνα μὴ δόξῃ διὰ τὸ ἐμμεῖναι αὐτοὺς σὺν αὐτῶ κολακεύων τινὰ αὐτῶν.
εἴασεν, ἐκεῖνο μὲν ἵνα μὴ ἀπαναισχυντήσῃ καὶ φιλονεικότερος γένηται, τοῦτο δὲ ἵνα μὴ νομίζων λανθάνειν ἀδεῶς ἐργάζηται τὸ τόλμημα. Ἐκ τούτου δὲ καὶ τοῦτο μανθάνομεν, ὅτι οὐκ ἀνάγκῃ καὶ βίᾳ ποιεῖν εἴωθεν ἀγαθοὺς ὁ Θεὸς, οὐδὲ ἡ ἐκλογὴ αὐτοῦ βιαστικὴ τῶν μελλόντων ἐστὶ, ἀλλὰ προτρεπτική. Διὸ φανερόν
ἐστιν ὅτι ἐν τῇ γνώμῃ τῇ ἡμετέρᾳ κεῖται τὸ σωθῆναι καὶ ἁ πο- λέσθαι.
διωξάντων, καὶ τῆς ζωοποιοῦ καὶ πνευματικῆς τοῦ Κυρίου δι- δασκαλίας ἀπολαυσάντων.
ἤθελε δὲ τὰ τῆς θεότητος ἐπιδείκνυσθαι μόνον, ἀλλὰ καὶ τὰ τῆς ἀνθρωπότητος, ὅθεν ποτὲ μὲν ἔφευγεν ὡς ἄνθρωπος, ποτὲ δὲ ἐφαί- νετο ὡς Θεός. τῷ τε γὰρ ἐν μέσοις ὄντα τοῖς ἐπιβουλεύουσι μὴ κατέχεσθαι, τὸ ἀκαταγώνιστον αὐτοῦ καὶ ἄμαχον ἐδήλου, τῷ τε ὑποστέλλεσθαι τὴν οἰκονομίαν ἐβεβαίου καὶ ἐπιστοῦτο, ἵνα μή
τε Παῦλος ὁ Σαμμοσατεὺς ἔχῃ τι λέγειν, μήτε Μαρκίων καὶ οἱ τὰ ἐκείνου νοσοῦντες. Ἀμφοτέρων γὰρ ἐμφράττει τὰ στόματα. Κυρίλλου. Οὐ δειλίας ἔγκλημα τὴν ἀναχώρησιν λογιούμεθα 7 τοῦ Χριστοῦ, ἀλλ’ οὐδὲ ἀσθενείας. Διὰ τοῦτο κατηγορήσομεν τοῦ πάντα ἰσχύοντος, τὸν δὲ τῆς οἰκονομίας ἀποδεξώμεθα τρόπον· ἔδει γὰρ οὐ πρόωρον, ἀλλ’ ἐν καιρῷ τῷ ἰδίῳ τὸν ὑπὲρ πάντων ὑπο- μεῖναι σταυρόν.
φεύγων τοὺς Ἰουδαίους, καὶ ἐλέγχει Μαρκίωνα καὶ Παῦλον τοὺς εἰρηκότας ὅτι οὐ γέγονεν ὁ τοῦ Θεοῦ Υἱὸς ἄνθρωπος κατὰ ἀλή- θειαν.
γενομένην δημιουργίαν, ὑπερεπήδησεν εἰπὼν, “ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ “τῶν Ἰουδαίων ἡ σκηνοπηγία;” Ὅτι γὰρ οὕτως ἐστὶ, δῆλον ἐκεῖθεν· ὅτε γὰρ εἰς τὸ ὄρος ἐκάθητο, ἦν ἡ ἑορτὴ, φησὶ, τοῦ Πάσχα· ἐνταῦθα δὲ τῆς σκηνοπηγίας μέμνηται. Τί δή ποτε οὖν τὰ ἐν μέσῳ παρέλιπε θαύματα; ὅτι οὐκ ἐνῆν ἅπαντα καταλέγειν,
ἄλλως δὲ καὶ ταῦτα λέγειν οἱ Εὐαγγελισταὶ ἐσπουδάκασιν, ὑπὲρ ὧν ἣ μέμψις ἣ ἀντιλογία τις παρὰ τῶν Ἰουδαίων παρηκολούθησεν· ὅθεν ἄξιον θαυμάσαι τὸ φιλάληθες αὐτῶν ἦθος, πῶς οὐκ αἰσχύνονται λέγοντες ταῦτα ἃ δοκεῖ τῷ διδασκάλῳ φέρειν αἰσχύνην Πόλλα τοίνυν παραδραμὼν σημεῖα καὶ θαύματα καὶ δημνγορίας,
περὶ τῶν ἀδελφῶν αὐτοῦ διαλέγεται, ὅτι εἶπον πρὸν αὐτὸν, “μετάβηθι ἐντεῦθεν πρὸς τὴν Ἰουδαίαν” καὶ τὰ ἑξῆς· καὶ δοκεῖ μὲν ἡ ἀρχὴ φίλων εἶναι, πολλῆς δὲ πικρίας τὰ λεγόμενα ἢν. Ενταῦθὰρ γὰρ αὐτὸν καὶ δειλίας καὶ φιλοδοξίας σκώπτουσι. Τὸ μὲν γὰρ εἰπεῖν, “οὐδείς τι ἐν κρυπτῷ ποιεῖ,” δειλίαν ἐγκαλούντων
ἐστὶν, ἅμα καὶ ὑποπτευόντων τὰ γινόμενα ὡς οὐκ ἀληθῶς γινόμενα· τὸ δὲ ζητεῖν ἐν φανερῷ εἶναι, φιλοδοξίαν.
τοῦ πάθους οἰκονομίαν, τοσαύτην μετὰ τῆς θεότητος αὐτοῦ ἔσχον πληροφορίαν, ὡς μὴ μόνον ὁμοίως τοῖς ἄλλοις πιστεῦσαι, ἀλλὰ δὴ καὶ ὑπὲρ αὐτοῦ τὸν περὶ ψυχῆς ἀναδέξασθαι ἀγῶνα. Ἀναγκαίως τοίνυν προσήκει συνορᾷν, ὅτι ἀναμφιβόλως αὐτὸν ἀναστάντα μετὰ θάνατον ἑωράκασιν. Οὐ γὰρ ἃν οἱ ἀπιστοῦντες αὐτῷ τὸ πρὶν,
μετὰ θάνατον ἐπίστευσαν, εἰ μὴ βέβαιον πεῖσμα τῆς ἀναστάσεως αὐτοῦ εἰλήφασι.
ταῦτα καὶ διδάσκοντες, ἀλλὰ τι φησιν; “ὁ καιρὸς ὁ ἐμὸς “οὔπω πάρεστι,” τουτέστιν ὁ τοῦ σταυροῦ καὶ τοῦ θανάτου, ὁ δὲ “ καιρὸς ὁ ὑμέτερος πάντοτε ἐστὶν ἕτοιμος.” ‘Υμεῖς, φησὶ, κἂν ἀεὶ συνῆτε τοῖς Ἰουδαίοις, οὐκ ἀναιρήσουσιν ὑμᾶς, τὰ αὐτὰ ζηλοῦντα αὐτοῖς, ἐμὲ δὲ εὐθέως βουλήσονται ἀνελεῖν.
Θεοῦ κατὰ γῆν οὐ κρατεῖ. Διὰ δὲ ταῦτα μὴ εἶναι τὸν ἑαυτοῦ καιρὸν ὁ Κύριος ἔλεγεν. οὐδὲ γὰρ οἷόν τε ἦν συνεορτάζειν πονηροῖς τὸν ἀγαθὸν, οὐδὲ μισοῦσι τὸν μισούμενον.
“αὐτοῦ ἐστι τὰ ἔργα·” ἐκ τούτων τῶν ῥημάτων δείκνυσιν ὅτι τοῦτο ἐποίει τὸ μῖσος, τὸ πρὸς αὐτὸν ὁ ἔλεγχος ὁ πεπαρρη- σιασμενος.
“εἰς τὴν ἑορτὴν ταύτην,” δεικνὺς ὅτι οὐκ ἀναγκάζει σὺν μένειν μὴ βουλομένους.
ἑαυτὸν καταστῆσαι, καθὼς ἐκεῖνοι ἐβούλοντο, ἀλλὰ μᾶλλον λάθρα, διὰ τὸ ἐκφυγεῖν τὰς τῶν Ἰουδαίων ἐπιβουλάς. Ἠδύνατο μὲν γὰρ καὶ φανερῶς ἀνελθεῖν, καὶ εἰς τὸ μέσον αὐτῶν εἶναι, καὶ κατέχειν αὐτῶν τὴν ὁρμὴν τὴν ἄτακτον, ὡς πολλάκις ἐποίησεν, ἀλλ’ οὐκ ἠβούλετο διηνεκῶς τοῦτο ποιῆσαι, ἵνα μὴ μειζόνως τὴν θεότητα
ἀπογυμνώσῃ· ἀναβαίνει δὲ, ἵνα μὴ δειλίας εἶναι νομίσωσιν ἐκεῖνοι τὸ μεῖναι.
ἀλλὰ συμβουλεύσων· διὸ καὶ λάθρα ἀνέβη, οὐ μετὰ ἱλαρότητος, ᾗ κέχρηνται οἱ πανηγυρίζοντες. καὶ ἐν τῇ παλαιᾷ δὲ εἰπὼν τῷ Μωϋσεῖ “οὐ οὐ συναναβήσομαι ὑμῖν,” ὕστερον παρακαλοῦντι Μωϋσεῖ ὑπέσχετο συνεκπορεύεσθαι αὐτοῖς.
ποῦ ἐστὶν, ἀλλ’ “ἐκεῖνος;“ὑπὸ πολλοῦ μίσους καὶ τῆς ἀπεχθείας συνεχόμενοι. Χρὴ δὲ σκοπῆσαι, ποίαν εἰς τὴν ἑορτὴν ἐπεδείκνυτο τὴν αἰδῶ καὶ τὴν εὐλάβειαν· ἐν ταύτῃ γὰρ αὐτὸν θηρεῦσαι ἐβούλοντο· τοιαῦτα ἦν αὐτῶν ἐν ταῖς ἑορταῖς τὰ κατορθώματα. Ὁ δὲ “γογγυσμὸς ἦν περὶ αὐτοῦ πολὺς ἐν τοῖς ὄχλοις,” ἐπειδὴ καὶ ἀπὸ
τοῦ τόπου οἶμαι παροξύνεσθαι αὐτοὺς, ἔνθα τὸ σημεῖον τοῦ παραλυτικοῦ ἐγένετο, ὥστε καὶ δεδοικέναι μὴ πάλιν ἐργάσηται τι τοιοῦτον.
ὁ Εὐαγγελιστὴς ἐπήγαγε λέγων· “οὐδεὶς μέντοι παρρη- “σίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.” Ὁρᾷς πανταχοῦ τὸ μὲν ἀρχικὸν διεφθαρμένον, τοὺς δὲ ἀρχομένους ὑγιαίνοντας τῇ κρίσει, οὐκ ἔχοντας δὲ ἀνδρίαν προσήκουσαν.
αὐτῶν τὸν θυμὸν πρὸς τὸ μετὰ σχολῆς ἀκοῦσαι τῶν λεγομένων, μηκέτι τῆς ὀργῆς ἐμφραττούσης τὰ ὤτα αὐτῶν· προσεκτικωτέρους γὰρ αὐτοὺς ἡ ἀναβολὴ ἀπειργάζετο· διὸ ἄφνω παρόντι ἤκουον αὐτοῦ· οἱ τε ἀγαθὸν λέγοντες περὶ αὐτοῦ, οἱ τε πονηρὸν, οἱ μὲν πρὸς τὸ κερδῆσαί τι καὶ θαυμάσαι, οἱ δὲ πρὸς τὸ ἐπιλαβέσθαι.
καὶ τινὰς ἐδίδαξεν, οὐκ εἶπεν ὁ Εὐαγγελιστής· ὅτι δὲ θαυμαστῶς εἷλεν αὐτοὺς καὶ μετέβαλε, τοῦτο μόνον λέγει· οὕτω τοσαύτη τῶν λεγομένων ἦν ἡ δύναμις.
πονηρίας ἔλεγον· οὐ γὰρ εἶπεν ὅτι τὴν διδασκαλίαν ἐθαύμαζον ἣ ὅτι ἐδέχοντο, ἀλλ’ ὅτι διηπόρουν πόθεν οἶδε ταῦτα· ἐχρῆν γὰρ αὐτοὺς συνιδεῖν, ὅτι οὐδὲν ἀνθρώπινον ἦν ἐν αὐτῷ· διὸ αὐτὸς ἀπο- κριθεὶς εἶπεν αὐτοῖς, “ἡ ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ “πέμψαντός με.” Ὣ δὲ λέγει, τοιοῦτόν ἐστι. οὐδὲν ἔχω παρηλλαγμένον,
εἰ καὶ ἡ ὑπόστασις ἄλλη, ἀλλ’ οὕτω καὶ λέγω καὶ πράττω, ὡς μὴ νομίζεσθαι ἕτερόν τι παρὰ τὸν Πατέρα, ἀλλὰ τὸ αὐτὸ ὅπερ ἃν ὁ Πατήρ.
οὐκ ἃν ἐθαύμασαν, "πῶς γράμματα ᾔδει μὴ μεμαθηκώς;“ἀλλ’ ἔγνωσαν ἃν σαφῶς ὅτι καὶ τοῖς ἄλλοις αὐτὸς τὴν εὕρεσιν καὶ τὴν ἐπιστήμην τῶν γραμμάτων ἐχαρίσατο.
ἐὰν θέλῃ, φησὶ, προσέχειν ὁ τοιοῦτος ταῖς προφητείαις, γνώσεται περὶ τῶν λεγομένων παρ’ ἐμοῦ, πότερον τῶν δύο τὸ ἕτερον, ἐάν τε κατ’ αὐτοὺς λαλῶ, ἣ ἀλλότριόν τι καὶ ξένον· τὸ γὰρ ἀπ’ ἐμαυτοῦ ἀεὶ ἐπὶ τούτου κεῖται. Ἐγὼ δὲ, φησὶν, οὐδὲν ἕξω τῶν τῷ Πατρὶ δοκούντων λέγω, ἀλλὰ πάντα ἃ αὐτὸς βούλεται, ταῦτα κἀγώ.
Διὸ καὶ συλλογισμὸν ἐπήγαγε λέγων, “ ὁ ἀφ’ ἑαυτοῦ λαλῶν, τὴν “ δόξαν τὴν ἰδίαν ζητεῖ” καὶ τὰ ἑξῆς. ἀπὸ τῶν ἐν συνήθει παι. δεύων, ὅτι ὁ βουλόμενος, φησὶ, τινὰ ἰδίαν στῆσαι διδασκαλίαν, δί ουδὲν ἔτερον τουτο ποιεἲ ἁλλ᾿ ἤ ὤστε τὴν δοξαν αυτος καρπωσασθαι. Εἰ δὲ ἐγὼ, φησὶν, οὐ βούλομαι καρπώσασθαι δόξαν,
ἀλλὰ τὴν δόξαν τοῦ πέμψαντός με ζητῶν, τίνος ἕνεκεν βουλοίμην ἃν ἕτερα διδάσκειν;
τῶν ἀκουόντων, διὰ τὸ διδάσκειν τοὺς ἀνθρώπους μετριάζειν, καὶ μηδὲν περὶ αὐτοῦ λέγειν μέγα· τὸ δὲ ὑψηλὸν φθέγγεσθαι μίαν ἃν εὕροι τις αἰτίαν διὰ τὸ μέγεθος τῆς θείας αὐτοῦ φύσεως. Ποῖαν ἀκολουθίαν ἔχει πρὸς τὰ πρότερα ὅπερ εἶπεν, “ οὐ Μωϋσῆς ἔδωκεν “ὑμῖν τὸν νόμον” καὶ τὰ ἑξῆς; μεγίστην μὲν οὖν· ἐπειδὴ γὰρ
ἐνεκάλουν αὐτῷ ὅτι τὸ σάββατον ἔλυε, πρὸς τοῦτο ἵσταται, ὡσανεὶ ἔλεγεν, ὁ νόμος εἶπεν, οὐ φονεύσεις, ὑμεῖς δὲ φονεύετε· ἀφέντες οὖν τὸ ἑαυτοὺς καταδικάζειν περὶ τούτου, ἐμοὶ ἐγκαλεῖτε ὡς παραβαίνοντι τὸν νόμον, ὅτι ἐθεράπευσα ἄνθρωπον ἐν σαββάτῳ. Τὸ δὲ “οὑδείς ἐξ ὑμῶν εἶπεν, ὅτι πάντες αὐτὸν, πρὸς οὓς διελέ γετο,
ἐζήτουν ἀποκτεῖναι· καὶ αὐτὸς μὲν πρᾳείᾳ τῇ φωνῇ διελέγετο, ἐκεῖνοι δὲ μετὰ θράσους καὶ ὀργῆς, νομίζοντες διὰ τούτου προκαταπλήττειν αὐτὸν, ἀπεκρίναντο, “δαιμόνιον ἔχεις· τίς σε “ζητεῖ ἀποκτεῖναι;” πάλιν τῆς ἀπολογίας ἅπτεται τῆς ἀπὸ τοῦ σαββάτου.
κελεύει· ὑμεῖς δὲ δι’ ἀκρότητα πονηρίας περὶ τῆς ἐμῆς ἀναιρέσεως βουλεύεσθε. ἀπὸ τοῦ λόγου συλλογιζόμενος πρὸς αὐτούς φησιν, “ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε,” τουτέστι, ταράττεσθε, θορυβεῖσθε.
Μωϋσέως ἐστὶν, ἀλλ’ ἐκ τῶν πατέρων, καὶ τὰ ἑξῆς.
Εἰ τοίνυν, φησὶν, ἐκεῖνος ἀνέχεται τοῦ οἰκείου νόμου ἐντολὴν εἶναι κυριωτέραν, καὶ ταύτην οὐδὲ νομικὴν, ὑμεῖς οἱ οὐδὲ νομοθέται, διὰ τι πέρα τοῦ μέτρου ἐκδικεῖτε τὸν νόμον, καὶ δοκεῖτε βοηθεῖν αὐτῷ;
τρέπων. Διὰ δὲ τοῦ εἰπεῖν ὅλον ἄνθρωπον, δείκνυσι μερικὴν ὑγείαν οὖσαν τὴν περιτομὴν πρὸς τὴν τοῦ παραλυτικοῦ τελείαν γενομένην.
οὐδεὶς ἀγανακτεῖ λυομένου τοῦ νόμου, ὧδε δὲ ὅλου ἀνθρώπου ὑγιασθέντος, δυσχεραίνετε ὡς παρανομίας γενομένης.
αὐτὸς δὲ ψιλῷ ῥήματι καὶ ἐξουσίᾳ θεραπεύσας, ἔδειξε διὰ τῆς παραδοξοποιΐας, ὅτι καὶ τοῦ σαββάτου Κύριος ὑπῆρχε. Τὸ “μὴ κρίνετε κατ’ ὄψιν,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, μὴ ἐπειδὴ, φησὶ, τὸν Μωϋσῆ μείζονά μου εἶναι νομίζετε, ἀπὸ τοῦ ἀξιώματος φέρετε τὴν ψῆφον, ἀλλ’ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως· τοῦτο
γάρ ἐστι δικαίως κρῖναι.
ἑωρακότες μέγιστον, τουτέστιν, ὅτι τοὺς ἀπειλοῦντας αὐτῷ καὶ ζητοῦντας ἀνελεῖν, καὶ ἐν χερσὶ κατέχοντας βλέποντες ἡσυχάζοντας, οὗτοι τὸ πᾶν τῇ κρίσει τῶν ἀρχόντων ἐπέτρεπον λέγοντες, “μή ποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες, ὅτι αὐτός ἐστιν ὁ Χρι- “στός;“καὶ περὶ μὲν ἐκείνων ταῦτα ἔλεγον, αὐτοὶ δὲ τὴν ἐναντίαν
ψῆφον ἔφερον λέγοντες, “ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστὶ,” καὶ τὰ ἑξῆς. Τί τῆς πονηρίας ταύτης ἴσον γένοιτ’ ἄν; ὅτι γινώσκοντες ἐκ τῆς Βηθλεὲμ ἔρχεσθαι τὸν Χριστὸν, νῦν λέγουσιν ὅτι ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.
ἀποκτεῖναι, καὶ ἀρνουμένους μένειν, ψευδομένους δὲ, τὸν δὲ Χριστὸν ἀληθεύοντα περὶ τούτου. Καὶ ἐπειδὴ τὸ “οἴδαμεν τοῦτον πόθεν ἐστι, δι’ οὐδὲν ἕτερον λέγει, ἀλλ’ άλλ᾿ ὅτι ἐκ τῆς γῆς ἐστι, δειζαι θέλοντες καὶ ὅτι τοῦ τέκτονος υἱὸς, διὰ τοῦτο αὐτὸς ἀνῆγεν αὐτοὺς εἰς τὸν οὐρανὸν, λέγων, “ καὶ ἐμὲ οἴδατε πόθεν εἰμὶ, καὶ ἀπ’
ἐμαυτοῦ οὐκ ἐλήλυθα, καὶ τὰ ἐξῆς, τουτ’ ἐστιν, οὐκ εντευθεν εἰμι, ἀλλ’ ὅθεν ὁ πέμψας με, καὶ ὅτι οἴδατε, ὅτι παρὰ τοῦ Πα- τρὸς ἀπεστάλην, εἰ καὶ μὴ τοῦτο ἐκκαλύπτετε.
οὐκ ἐνενόησαν ὡς εἰκὸς, ὅτι διπλοῦς παρὰ τοῖς ἁγίοις προφήταις ὁ περὶ αὐτοῦ λόγος εὑρίσκεται· ὅτι μὲν γὰρ παρέσται μετὰ σαρκὸς ἐν τῷδε τῷ βίῳ, σημαίνουσι, καὶ φανερὰν αὐτοῦ καθιστῶσι τὴν ἐκ παρθένου γέννησιν, τὴν δὲ ἐκ Θεοῦ καὶ Πατρὸς ἄρρητον γέννησιν· ἣ ἐκεῖνό φασι, “τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὅτι αἴρεται
“ άπο γῆς η ζωὴ αὐτοῦ, ἢ τὸ ῥηθὲν υπο προφήτου, “ καὶ αἰ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς, ἐξ ἡμέρων αἰῶνος. Εζοδους γὰρ ἐνταῦθα τοῦ μονογενοῦς τὴν ὡς ἐκ φωτὸς ἀνάληψιν, καὶ πρὸ παντὸς αἰῶνος καὶ ἡμέρας καὶ ῥοπῆς εἰς ἰδίαν ὕπαρξιν, ἐκδρομὴν ὥσπερ τινὰ ἀπὸ τῆς τοῦ τεκόντος οὐσίας σημαίνει.
λύθεν, ὡς ἀκρίτως λέγουσι συνεχώρει, ἀγνοοῦντας μέντοι τὸν ἀπο- στείλαντα διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν ἐλέγχει, οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὸν γινώσκειν τὸν Πατέρα, καὶ ὑπ’ ἐκείνου ἀπεστάλθαι διὰ τῶν ἔργων ἐδείκνυεν.
τῶν ἔργων λέγει, καὶ ὡς ὁ Παῦλός φησι, “ Θεὸν ὁμολογοῦσιν “εἰδέναι, τοῖς δὲ ἔργοις ἀγνοοῦσι. Οὐ γὰρ ἀγνοίας ἦν τὸ ἁμάρτημα, ἀλλὰ κακίας καὶ πονηρᾶς γνώμης.
οὐ κατέσχον, ἀλλ’ ὅτε αὐτὸς ἠβουλήθη καὶ κατὰ τὴν ὥραν ἣν ἐδικαίωσε, καὶ ἡνίκα τὸ παθεῖν εὔκαιρον ἐλογίσατο· πάντα γὰρ ἐξ ἀρχῆς κατὰ καιρὸν καὶ ἁρμοδίοις διέθηκέ τε καὶ ᾠκονόμησε, οἷον, ἔδει δοθῆναι τὸν νόμον, ἀλλ’ ἐν καιρῷ τῷ προσήκοντι, τοὺς προφήτας ὁμοίως, τὃ Εὐαγγέλιον. Τὸ οὖν τῆς ὥρας ὄνομα, τὸ
ἀκριβὲς τῆς προνοίας καὶ τῆς σοφίας τοῦ Σωτῆρος ἐνδείκνυται.
πάντως περὶ ὧν ὡς προεῖπον, παρέδραμον οἱ Εὐαγγελισταὶ, πολλῶν ὄντων καὶ μεγάλων. καὶ οἱ μὲν ἄρχοντες ἐζήτουν αὐτὸν ἀνελεῖν· τὸ δὲ πλῆθος μᾶλλον ἐπίστευσεν εἰς αὐτὸν, πλὴν οὐδὲ αὕτη ὑγιὴς ἦν ἡ πίστις, ἀλλ’ ὡς πλήθους χυδαίου· τὸ γὰρ λέγειν “ὅταν ἔλθῃ,” οὐ σφόδρα πεπεισμένον ἦν τοῦ εἶναι τὸν Χριστόν. ἣ
τοῦτο οὖν ἐστιν εἰπεῖν ὅτι κατὰ συνδρομὴν εἴρηται παρὰ τῶν ὄχλων· ὡς γὰρ τῶν ἀρχόντων ἄνω καὶ κάτω σπουδαζόντων δεῖξαι οὐκ ὄντα αὐτὸν Χριστὸν, οὗτοι φησι, μὴ τούτων βελτίων ἐστὶν ἐκεῖνος;
ἐτόλμων ἐκεῖνοι, τὸν κίνδυνον ὑφορώμενοι. διὰ τοῦτο τοὺς διακονουμένους ἐκδότους ἀπέστελλον, αὐτὸς δὲ ὡς μακρόθυμος, καίπερ δυνάμενος ἐπικάμψαι καὶ φοβῆσαι, μᾶλλον ταπεινοφροσύνης γέμοντα ῥήματα φθέγγεται τὸ “ἔτι μικρὸν χρόνον,” καὶ τὰ ἐξῆς.
δεχόμενοι τὸν Χριστὸν, καὶ θέλοντες ἀπὸ τῶν ἡγουμένων ἀποσχίσαι, ὅπερ αἰσθόμενοι οἱ ἡγούμενοι ἔπεμψαν συλλαβέσθαι αὐτὸν, διὰ τοῦτο μόνον ὅτι ἐπιστεύετο εἶναι Χριστὸς, ἵνα αὐτὸν ἀνέλωσι.
οὐδὲ θελόντων με κατέχειν ἀνέξομαι. καὶ οὐκ εἶπεν ἁπλῶς, ἐνταυθά εἰμι, ἀλλὰ μεθ’ ὑμῶν εἰμι, τουτέστι, κἂν διώκητέ με, κἂν ἐλαύνητε, οὐ παύσωμαι τὰ ὑπὲρ ὑμῶν οἰκονομῶν καὶ τὰ πρὸς σωτηρίαν λέγων.
μή τις θάνατον κοινὸν νομίσῃ τὸ παρ’ αὐτοῦ λεχθὲν, “ἔτι μικρὸν “χρόνον,” καὶ ὅτι οὐδὲν ἐνεργεῖ μετὰ τελευτήν.
πολλοὶ, εὐθέως μετὰ τὸ πάθος αὐτοῦ. Τὸ δὲ “ὅπου εἰμὶ ἐγὼ, οὐ “δύνασθε ἐλθεῖν ὑμεῖς,” σημαίνει ὅτι οὐκ ἔμελλεν ἀπομένειν τῷ θανάτῳ· ἐκεῖ γὰρ πάντες ἡμεῖς ἀπερχόμεθα.
λεχθεῖσιν ὑπ’ αὐτοῦ πιστεύσαντεr οὐκ ἂν γὰρ, εἰ μὴ ἐπίστευσαν, ἐζήτησαν πρὸς ἑαυτοὺς τίς ἐστιν ὁ λόγος· δείκνυσι δὲ τοῦτο, καὶ ἐκ τοῦ μὴ εἰπεῖν αὐτοὺς λυμαίνεσθαι, ἀλλὰ διδάσκειν τοὺς Ἓλληνας. Τί δέ ἐστι διασποράν; οὕτω τὰ ἔθνη ἐκάλουν οἱ Ἰουδαῖοι ὡς πανταχοῦ διεσπαρμένα. Διὰ τι ἐπεσημήνατο ὁ Εὐαγγελιστὴς,
ὅτι “ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ;“διὰ τὸ τὴν πρώτην καὶ τὴν τελευταίαν μεγάλην εἶναι· τὰς γὰρ μεταξὺ μᾶλλον εἰς τρυφὴν ἀνήλισκον· ἐν τῇ ἐσχάτῃ δὲ ὁ Χριστὸς διαλέγεται, ὅτι ἐν αὐτῇ πάντες ἦσαν συγκεκροτημένοι· ἐν μὲν γὰρ τῇ πρώτῃ οὐ παρεγένετο, ἀλλ’ οὐδὲ ἐν τῇ ἐσχάτῃ, ὅτε ἀνεχώρουν οἴκαδε
ἐφόδια αὐτοῖς δίδωσιν εἰς σωτηρίαν.
πολὺν ὄχλον. Τὸ δὲ “εἴ τις δίψᾳ, ἐρχέσθω πρός με καὶ πινέτω,” τοῦτο σημαίνει, ὅτι οὐδένα ἀνάγκῃ καὶ βίᾳ ἐφέλκομαι, ἀλλ’ εἴ τις προθυμίαν πολλὴν ἔχει, εἴ τις ἐκκαίεται τῷ πόθῳ, τοῦτον ἐγὼ καλῶ.
τὸν τῶν διψώντων ἔρωτα ἔχειν, οἵτινες ὅταν πίωσιν, ἀναπαύονται.
Ὅπερ δὲ εἶπεν “ὁ πιστεύων εἰς ἐμὲ, καθὼς καθὼς ἡ “γραφὴ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος,’ τοῦτο δηλοῖ· κοιλίαν μὲν ἐνταῦθα τὴν καρδίαν φησὶ, καθάπερ καὶ ἀλλαχοῦ γέγραπται “κατὰ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας
“ μου.” Ποῦ δὲ εἶπεν ἡ γραφὴ, “ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ “ῥεύσουσιν;“οὐδαμοῦ. Τί οὖν ἐστιν “ὁ πιστεύων εἰς ἐμὲ καθὼς ειπεν ἡ γραφή; ἐνταῦθα ὑποστίξαι δεῖ, ἴνα ῇ ποταμοὶ ἐκ τῆς “κοιλίας αὐτοῦ ῥεύσουσι, τῆς αὐτοῦ ἀποφάσεως. Επειδὴγὰρ γὰρ ἡ γραφὴ μαρτυρεῖ περὶ αὐτοῦ ὅτι Υἱὸς Θεοῦ ἐστι, καὶ δημιουργὸς
πάσης κτίσεως, καὶ συνάναρχος τῷ Πατρὶ, καὶ ὅτι μέλλει ἄνθρωπος γίγνεσθαι, καὶ τὴν οἰκουμένην ἐκ πλάνης λυτροῦσθαι, διὰ τοῦτο τῆς γραφῆς ἐμνημόνευσεν, ὅτι ὁ οὕτως, ὡς αὐτὴ λέγει, πιστεύων εἰς ἐμὲ, “ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι.” τὸ δαψιλὲς καὶ ἄφθονον τῆς χάριτος αἰνιττόμενος.
δηλῶν, καὶ τὸ ἀνεκδιήγητον τῆς ἐνεργείας τοῦ Παναγίου Πνεύματος, ὡς σημαίνει τὸ ἐπαγόμενον, “ἔλεγε δὲ τοῦτο,” φησὶ, “περὶ “τοῦ Πνεύματος” καὶ τὰ ἑξῆς.
“ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο “δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύον- “εἰς εἰς αὐτὸν,” τὸ δαψιλὲς καὶ ἄφθονον τῆς χάριτος αἰνιττόμενος, ὅπερ ἀλλαχοῦ φησι, “πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν “αἰώνιον,” τοῦτο ἐστὶ, πολλὴν ἕξει χάριν.
“μένον.” Οὐκέτι γὰρ προφήτης παρ’ αὐτοῖς ἦν, οὐδὲ ἐπώπτευεν αὐτῶν τὰ ἅγια ἡ χάρις· ἐπεὶ οὖν ἀνέσταλτο μὲν τότε τὸ Πνεῦμα τὸ Ἅγιον, ἔμελλε δὲ λοιπὸν ἐκχεῖσθαι δαψιλῶς ἡ χάρις· τῆς δὲ τοιαύτης διανομῆς ἡ ἀρχὴ μετὰ τὸν σταυρὸν ἐγίνετο, διὰ τοῦτο ἐπήγαγεν, “ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη,” δόξαν δὲ τὸν σταυρὸν
καλεῖ.
ἦλθεν ἐπ’ αὐτοὺς τὸ Πνεῦμα τὸ Ἅγιον.
γὰρ “μὴ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται,” καὶ τὰ ἑξῆς. Ἔστω γὰρ τὸν τόπον ἠγνόουν, ὅτι ἀπὸ Βηθλεὲμ, διὰ τὴν ἀνατροφὴν ἐν Ναζαρὲτ, ἄρα καὶ τὸ γένος ἠγνόουν, ὅτι ἐξ οἴκου καὶ πατριᾶς ἦν Δαβίδ; Ὅθεν καὶ “σχίσμα ἐγένετο ἐν τῷ ὄχλῳ δι’ “αὐτόν·” ἐσχίσθησαν δὲ καὶ οὐ κατενύγησαν, καθώς φησιν ὁ
προφήτης· τοιοῦτον γὰρ ἡ πονηρία, οὐδενὶ βούλεται ἥκειν, ἀλλὰ πρὸς ἓν βλέπει μόνον, ὥστε τὸν ἐπιβουλευόμενον ἀνελεῖν. “Τινὲς “δὲ,” φησὶν, “ἤθελον πιάσαι αὐτὸν,” καὶ τὰ ἑξῆς, βουλόμενοι αὐτὸν ἀνελεῖν, ὡς δὴ σβεννύντες ἐν τούτῳ τὸ κήρυγμα, ἀλλὰ τέως ἠπείγοντο καὶ τῆς ὁρμῆς ἀνεστέλλοντο, τῆς θείας αὐτοὺς κατεχοσης
δυνάμεως.
γὰρ, διὰ τί οὐκ ἠγάγετε αὐτόν; οἱ δὲ καὶ χωρὶς σημείων ἀπὸ διδασκαλίας μόνης ἐπείσθησαν. οὐ γὰρ εἶπον οὐδέποτε, ἐθαυματούργησε οὕτως ἄνθρωπος, ἀλλὰ τί; “οὐδέποτε ἐλάλησεν οὕτως “ἄνθρωπος ὡς οὗτος ὁ ἄνθρωπος. Διὸ μετὰ τῆς συνέσεως αὐτῶν καὶ τὴν παρρησίαν χρὴ θαυμάσαι, ὅτι πρὸς τοὺς ἀποστείλαντας
αὐτοὺς ταῦτα ἔλεγον, καὶ φονῶντας κατ’ αὐτοῦ. Ὅταν γὰρ ὀρθὴ διάνοια ᾖ, οὐδὲ μακρῶν λόγων εῖ πρὸς τὸ πεισθῆναι τῇ ἀληθείᾳ. τούτους οὖν πάντες οἱ τοῖς ἄρχουσι παρεπόμενοι μιμείσθωσαν, καὶ ἐφ’ οἷς ἃν ἀδίκως προστάσσουσι ποιεῖν, μὴ ὑπακουέτωσανκ῾ αθάπερ καὶ ἐπὶ Σαοὺλ, ὅτε τοὺς ἱερεῖς τοῦ Θεοῦ παρανόμως ἀναιρεθῆναι
προσέταξε, γέγονε· καὶ γὰρ οἱ παρεστῶτες αὐτῷ τοῦτο ποιῆ- σαι οὐκ ἐπείσθησαν.
αἰτιᾶσθε νυνὶ διαγαγεῖν, οὐκ ἰσχύσατε ὡς ὑμᾶς τὸν ζητούμενον, πῶς γὰρ ἄν τις οὐχ ἑκόντα βιάσαιτο τὸν ὅσον εἰς λόγους θείαν ἔχοντα φύσιν; ἐλάλει γὰρ οὐχ ὡς ἄνθρωπος, ἀλλ’ ὡς Θεός. Ποῦ γὰρ τίς τῶν ἁγίων προφητῶν χείμαρρον ἑαυτὸν ἁλώσεται λέγων; ἧ τίς ἀπετόλμησεν εἰπεῖν, “εἴ τις δίψᾳ, ἐρχέσθω πρός με καὶ
“πινέτω.” πότε δὲ ἡμῖν αὐτὸς ὁ μέγας ἔφη Μωϋσῆς, “ὁ “εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι ὕδατος ζωῆς. Συλλογίζονται δὲ αὐτοὺς ἀπὸ τεκμηρίου σφόδρα ἀνοήτου· “Μῆ “γὰρ,” φησὶν, “ἐκ τῶν ἀρχόντων ἐπίστευσέ τις εἰς αὐτὸν ἣ ἐκ τῶν “Φαρισαίων;” τοῦτο δὲ αὐτὸ τοῖς μὴ πιστεύσασίν ἐστιν ἔγκλημα,
οὐ τῳ Χριστῷ.
ἔπεμψαν αὐτὸν καλέσοντες· ἔτι δὲ καὶ ὑβριστικῶς ὡς οὐκ εἰδότα περὶ τῶν γραφῶν οὐδὲν, λέγουσι πρὸς αὐτὸν, “ἐρεύνησον καὶ ἴδε, ὡς ἃν εἴποι τις, ὕπαγε καὶ μάθε, ὅτι ἐκ τῆς Γαλι- “λαίας προφήτης οὐκ ἐγήγερται.” Τί γὰρ εἶπεν ὁ ἄνθρωπος; ὅτι προφήτης ἐστίν; εἶπεν ὅτι ἄκριτον ἀναιρεθῆναι οὐ δεῖ.
κόσμου δεσπότης. Διὰ τοῦτό φησιν, ἐγὼ φῶς εἰμι τοῦ κόσμου.”
ὅτι ἐν ἐμοί ἐστι τὸ φῶς, ἵνα μή τις εἰς δυάδα υἱῶν διατέμῃ τὸν ἕνα Χριστὸν, εἱς γάρ ἐστιν ὁ Χριστὸς καὶ πρὸ σαρκὸς, καὶ μετὰ σαρκὸς, καὶ εἷς καὶ μόνος κατὰ ἀλήθειαν Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς, καὶ ὅτε γέγονεν ἄνθρωπος, οὐκ ἐν μέρει τιθεμένης τῆς ἀνθρώπου φύσεως· αὐτοῦ γὰρ ἴδιον τὸ σῶμα, καὶ τὸ διατέμνειν τὸν Χριστὸν μετὰ τὴν σάρκωσιν εἰς δύο υἱοὺς ἣ εἰς δύο φύσεις, ταὐτὸν [γάρ] ἐστιν βλάσφημον.
ἅμα δὲ καὶ τὸν Νικόδημον ἐπαινεῖ καὶ τοὺς ὑπηρέτας ὡς παῤῥησιασαμένους, καὶ διὰ τοῦτο ἐν τῷ φωτὶ ὄντας. αἰνίττεται δὲ καὶ τοὺς Φαρισαίους, ὡς κρυφῆ τοὺς δόλους πλέκοντας, καὶ ἐν τῷ σκότῳ καὶ τῇ πλάνῃ ὄντας.
τὰ ἑξῆς, τὴν ἄνοιαν ἑαυτῶν δηλοῦσιν, ὅτι αὐτὸς μὲν ἄνω καὶ κάτω ταῖς γραφαῖς παρέπεμψεν αὐτοὺς, αὐτοὶ δὲ ὡς περὶ ἑαυτοῦ μαρτυροῦντος οὕτω διέκειντο· διὸ καὶ αὐτὸς λοιπὸν αὐθεντικῶς φησι πρὸς αὐτοὺς, “κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου “ἀληθής ἐστι.” Διὰ τοῦτο δὲ λέγει νῦν ἅπαντα τρανότερον καὶ
μετὰ πλείονος παρρησίας, ἀπό τε τῶν σημείων, καὶ τῆς διδασκαλίας τῶν ἀκολουθούντων τὴν μαρτυρίαν λαβὼν, καὶ διὰ τὸ ἐγγὺς εἶναι ’τον σταυρὸν.
ἃν εἶπόν τι ψεῦδος, ἐκεῖθέν τε ἥκων, καὶ ἐκεῖσε ἀπιὼν πρὸς τὸν ἀληθῆ Θεόν.
ἀνοσιότητι πρέπουσαν ἔχει. Ὡς γὰρ ὅσον οὐδέπω παντὸς μὲν ἀπαναστήσεται τοῦ γένους αὐτῶν, ἐν τούτοις ὁρᾶται λέγων, ἐν ἐρημίᾳ δὲ τοῦ θείου φωτὸς καταλελοιπὼς, ἐν ἀγνοίᾳ καὶ σκότῳ βαθεῖ παρασκευάσει γενέσθαι.
ἀπ’ οὐρανοῦ κατελθὼν, οὐκ ἃν διὰ τὸ βλεπόμενον σῶμα ἐσκανδαλίζοντο· Θεός εἰμι, φησὶ, καὶ ἀξιόπιστος ἐμαυτῷ μαρτυρῶν· ὑμεῖς δὲ διὰ τοῦτο μὲν οὐκ οἴδατε, ἐπειδὴ οὐδὲν θέλετε τοῦ φαινομένου νοεῖν. οὐκ εἶπε δὲ, Θεός εἰμι, ἀλλὰ, “πόθεν ἔρχομαι καὶ ποῦ “ὑπάγω·” ἐθελοκάκουν γὰρ, καὶ προσεποιοῦντο μὴ εἰδέναι.
σημαίνει, ὅτι εἰ ἠβουλήθην καὶ νῦν κρῖναι, ὑμεῖς ἂν τῶν καταδεδικασμένων ἦτε· ἠνίξατο δὲ καὶ περὶ τῆς μελλούσης κρίσεως.
ὡς ἐγὼ, οὐδὲ ἐγὼ, εἰ μὴ ὡς ὁ Πατήρ.
“ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν,” ἢ ἵνα δείξῃ τὸ ὁμοούσιον αὐτοῦ τε καὶ τοῦ Πατρός.
“τήρ·” οὐκ ἂν γὰρ εἰ ἐλάττονος οὐσίας ἦν, πρῶτον ἑαυτὸν ἐτίθει τοῦ Πατρός.
ἐμοὶ παραλήψομαι συναινοῦντά τε καὶ συμψηφιούμενον τοῖς ἐμοῖς πλεονεκτήμασι τὸν Θεὸν καὶ Πατέρα· συνθαυματουργεῖ γάρ μοι ὡς ὁρᾶτε, φησὶ, καὶ συνεργάζεται. Ὡς γὰρ διὰ τὴν ταὐτότητα τῆς οὐσίας ἔχων αὐτὸν ἐν ἐμαυτῷ ἐπὶ τὸ πάντα κατορθοῦν, ἀδια- 8 κωλύτως ἔρχομαι. ἔχει γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀπὸ μὲν τῆς θείας φύσεως τὸ παντουργικὸν ὡς Θεὸς, κἂν πέφηνεν ἄνθρωπος. μαρτυρεῖται δὲ καὶ παρὰ τοῦ Πατρὸς, ὡς συνεργάτην αὐτὸν ἐν ἅπασιν ἔχων, ἐπείπερ ἐστὶν ἐν Πατρὶ καὶ Υἱῷ μία θεότης, καὶ τῆς αὐτῆς ἐξουσίας ἀπαράλλακτος ἐξουσία τε καὶ
δύναμις.
τὸν Θεὸν λέγοντες εἰδέναι Πατέρα, αὐτὸν οὐκ εἰδότες.
ἀλλὰ καὶ τὸν γεγεννηκότα.
διὰ τῆς τοῦ υἱοῦ γνώσεως νοοῦσι τὸν πατέρα, ὁ πατὴρ ἐν υἱῷ ὡς ἐν εἰκόνι διαχαρακτηρίζεται, οὐκοῦν ἴσος ὁ Υἱὸς τῷ Πατρί.
καὶ τότε οὐ τῆς αὐτῶν δυνάμεως ἔργον ἦν, ἀλλὰ τῆς οἰκονομίας τῆς ἑαυτοῦ· αὐτοὶ μὲν γὰρ καὶ πάλαι ἐβούλοντο αὐτὸν ἀποκτεῖναι, οὐκ ἴσχυον δὲ, αὐτοῦ μὴ βουλομένου· οὐ τοίνυν οὐδὲ τότε ἴσχυσαν ἀν’ εἰ μὴ αὐτὸς συνεχώρησε.
‘με;” κατασείων αὐτῶν τὰς ψυχὰς καὶ φοβῶν. Χρὴ γὰρ σκοπῆσαι, ὅσον τοῦτο ἐνεποίει τὸν φόβον αὐτοῖς· καὶ γὰρ ἀνελεῖν αὐτὸν βουλόμενοι, ἵνα ἀπαλλαγῶσιν αὐτοῦ, ζητοῦσι ποῦ ὑπάγει, οὕτω μέγα τι περὶ τοῦ πράγματος ἐφαντάζοντο.
αὐτὸς ἀναιρῶν αὐτῶν τὴν ὑπόνοιαν φησὶν, “ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, “ἐγὼ ἐκ τῶν ἄνω εἰμί. ὃ δὲ λέγει τοιοῦτό ἐστιν, οὐδὲν θαυμαστὸν ὑμᾶς τοιαῦτα νοεῖν, ἀνθρώπους σαρκικοὺς ὄντας καὶ οὐδὲν πνευματικὸν λογιζομένους. οὐ γὰρ ἐγὼ τὸ τοιοῦτον ὀλέθριον καὶ χαλεπὸν καὶ πολλῶν κολάσεων ἄξιον ἁμάρτημα, τὸ ἑαυτὸν ἀποκτεῖναι, διαπράξομαι.
ἄνωθεν γάρ εἰμι, ὅθεν καὶ τὸ ἐπαγόμενον τῆς αὐτῆς ἔχεται ἐννοίας. Φησὶ γὰρ, “ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστὲ,” τουτέστι, τὰς κοσμικὰς ἐννοίας σαρκικὰς κέκτησθε. “Ἐγὼ ἐκ τοῦ κόσμου “τούτου οὐκ εἰμὶ” πόρρω τῆς ὑμῶν πονηρίας εἰμὶ, φησὶ, καὶ ὥσπερ τοὺς μαθητὰς εἶπε μὴ εἶναι ἐκ τοῦ κόσμου, φιλοσοφίαν
αὐτοῖς μαρτύρων, οὐτῶ καὶ πέρι αὐτοῦ εἴπων, ὅτι οὐκ εἰμι ἐκ του κόσμου, οὐχ ὡς μὴ ἀνειληφὼς σάρκα τοῦτό φησιν, ἀλλὰ διὰ τὸ πάσης κακίας ἐκτὸς εἶναι.
ἁμαρτίαν τοῦ κόσμου· ἑτέρως δὲ αὐτὴν ἀποδύσασθαι οὐκ ἔνι, εἰ μὴ διὰ τοῦ λουτροῦ τοῦ βαπτίσματος, ἀνάγκη τὸν μὴ πιστεύοντα ἔχοντα τὸν παλαιὸν ἄνθρωπον ἀπελθεῖν, ὀφείλοντα ἐκεῖ δοῦναι εὐθύνας τῶν ἡμαρτημένων· τοῦτο οὖν ἐστιν ἐν ταῖς ἁμαρτίαις ἀποθανεῖν.
“ἁμαρτίαις ὑμῶν.”
Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τοῦ ὅλως ἀκούειν τῶν λόγων τῶν παρ’ ἐμοῦ ἀνάξιοί ἐστε, μή τι γε καὶ μαθεῖν ὅστις εἰμὶ ἐγώ· ὑμεῖς γὰρ πειράζοντες φθέγγεσθε. Ἵνα δὲ μὴ νομίσητε ὅτι τοσαῦτα ἀκούων παρ’ ὑμῶν, δι’ ἀσθένειαν οὐκ ἐπεξέρχομαι, ἣ ὅτι οὐκ οἶδα ὑμῶν τὰς διανοίας καὶ τὰς χλευασίας, ἰδοὺ λέγω ὑμῖν ὅτι δύναμαι
ὑμᾶς ἐλέγξαι, οὐκ ἐλέγξαι δὲ μόνον, ἀλλὰ καὶ κολάσαι· τοῦτό ἐστι λαλεῖν καὶ κρίνειν.
πονηροὺς, ὡς φιληδονοῦντας μᾶλλον ἣ φιλοθεεῖν εἰθισμένους, ὡς δόξαν παρὰ ἀλλήλων λαμβάνοντας, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ Θεοῦ μὴ ζητοῦντας, ὡς ἐμπυρίσαντάς μου τὸν νοητὸν ἀμπελῶνα, καὶ ὅσα ἄλλα περὶ ὑμῶν φησὶν ἡ γραφή.
κρίσεως καιρὸν, “ἀλλ’ ὁ πέμψας με, φησὶν, ἀληθής ἐστιν,” ὃς ὥρισε τὸν τῆς ἀποδώσεως καιρὸν, ὃς καὶ ἀπέστειλέ με κηρύξαι τοῦτο, καὶ φανερὸν τῷ κόσμῳ καταστῆσαι. καὶ ἐν τούτῳ δὲ ἔδειξεν αὐτῶν ὁ Εὐαγγελιστὴς τὴν ἄνοιαν, ἐν τῷ εἰπεῖν, “οὐκ ἔγνωσαν “ὅτι τὸν Πατέρα ἔλεγε” τὸν Θεὸν, διότι οὐ διέλειπεν αὐτοῖς περὶ
αὐτοῦ διαλεγόμενος, καὶ οὐκ ἐγίγνωσκον ἔτι.
γνώσεσθε ὅτι ἐγώ εἰμι·” τοῦτο σημαίνει, ὅτι ὅτε ὑμεῖς προσδοκᾶτε ἀπαλλαγήσεσθαι μου καὶ ἀναιρήσειν, τότε μάλιστα εἴσεσθε ὅτι ἐγώ εἰμι ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, πάντα φέρων καὶ ἄγων, γνώσεσθε δὲ ἀπό τε τῶν σημείων καὶ τῆς ἀναστάσεως τῆς ἡμετέρας.
τῆς οὐσίας δηλοῖ, καὶ ὅτι οὐδὲν ἐκτὸς τῶν πατρικῶν νοημάτων φθέγγεται.
διὰ τῶν ταπεινῶν αὐτοῦ λόγων πολλοὶ ἔμελλον πιστεύειν, πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον καταγαγὼν λέγει, οὐκ “ἀφῆκέ με “μόνον ὁ Πατὴρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτοῦ ποιῷ πάντοτε,” δεικνὺς ἐκ τούτου ὅτι καὶ τὸ λύσαι τὸ σάββατον ἀρεστεῖν αὐτῷ ἐστιν. Ὅπερ δὲ εἶπον ὅτι διὰ τῶν ταπεινῶν αὐτοῦ λόγων πολλοὶ
ἔμελλον πιστεύειν, τοῦτο δεῖξαι θέλων ὁ Εὐαγγελιστὴς, ἐπήγαγε λέγων, “ταῦτα ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν,” μονονουχὶ βοῶν, ὅτι μὴ θορυβοῦ, ὦ ἀκροατὰ, ἐάν τι ταπεινὸν ἀκούσῃς· διὰ γὰρ τὴν ἀσθένειαν τῶν ἀκουόντων οὕτω ταῦτα εἴρηται, ἵνα πεισθῶσιν.
ταῦτα δὲ διελέγετο βουλόμενος ἐμβαθύναι τὴν πίστιν αὐτῶν, διασκάπτων τὴν ψυχὴν πληκτικωτέραν λόγοις.
καὶ οὐκ εἶσεσθε, ὅτι ἀπαλλάξει ὑμᾶς δουλείας, ἀλλὰ τοῦτο αὐτοῖς εἴασε συνιδεῖν.
ἐν υἱοῖς καταταττόμενοι·
οἰκείων κατορθωμάτων μέμνηνται, ἀλλὰ τοῦ σπέρματος. Διὰ τοῦτο καὶ ὁ βαπτιστὴς πρὸς αὐτοὺς ἔλεγε, ”μὴ δόξητε λέγειν ‘ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ.
ἐδούλευσαν, ἐπειδὴ οὐ τοῦτο ἐσπούδαζε δεῖξαι δούλους ἀνθρώπων γεγενημένους, ἀλλὰ τῆς ἁμαρτίας, ἥτις ἐστὶ καὶ χαλεπωτάτη δουλεία. Διὸ καὶ ἐπήγαγε λέγων, “πᾶς ὁ ποιῶν τὴν ἁμαρ- τίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, καὶ τὰ ἑξῆς, διὰ τούτων ἠρέμα
καὶ τὰ διὰ τοῦ νόμου καταβάλλει, αἰνιττόμενος τοὺς προ- τέρους χρόνους. Ἵνα γὰρ μὴ ἐκεῖνα ἀνατρέχωσι καὶ λέγωσι, θυσίας ἔχομεν, ἃς προσέταξε Μωϋσῆς, ἐκεῖναι ἡμᾶς ἀπαλλάξαι δύνανται: Διὰ τοῦτο ταῦτα ἐπήγαγεν, ἐπεὶ ποίαν ἀκολουθίαν εἶχε τὰ ῥήματα. δείκνυσι δὲ ἐνταῦθα καὶ τὸ ὁμότιμον αὐτοῦ τὸ
πρὸς τὸν Πατέρα καὶ τὸ διάφορον δούλου καὶ ἐλευθέρου. Ἡ γὰρ παραβολὴ τοῦτο βούλεται. Διὰ τι δὲ περὶ ἁμαρτημάτων διαλε- γόμενος οἰκίας ἐμνημόνευε; δεικνὺς ὅτι ὥσπερ ἐπὶ οἰκίας ὁ δεσπότης, οὕτω πάντως αὐτὸς ἐξουσίαν ἔχει. Τὸ γὰρ μένει τοῦτό ἐστιν, ὥσπερ αὖ καὶ τὸ “οὐ μένει ἀντὶ τοῦ οὐκ ἔχει ἐξουσίαν
χαρίζεσθαι, ἅτε μὴ ὣν οἰκοδεσπότης· ὁ δὲ υἱὸς οἰκοδεσπότης ἐστὶ, διό φησι μένει εἰς τὸν αἰῶνα.
“Υἱὸς ὐμᾶς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.”
Ἀβραάμ ἐστε, ἀλλ’ οὐ τοῦτό ἐστι τὸ ζητοῦ μένον, ἀλλ’ ἡ διὰ τῶν ἔργων πρὸς αὐτὸν οἰκείωσις.
καὶ ἐπίστευσαν εἰς αὐτὸν, ἀλλ’ εὐθέως πάλιν μετέθεντο. Τί δέ ἐστιν, ὅπερ φησὶν, “ὅτι ἐγὼ ὃ ἑώρακα παρὰ τῷ Πατρί μου, “λαλῶ,” καὶ τὰ ἑξῆς, ὥσπερ, φησὶν, ἐγὼ, καὶ ἀπὸ τῶν ῥημάτων καὶ ἀπὸ τῆς ἀληθείας ἐμφαίνω τὸν Πατέρα, οὕτω καὶ ὑμεῖς τὸν διάβολον ἀπὸ τῶν πραγμάτων.
ἐπιμιξίας ποιήσασθαι; Διὰ τί οὖν οὐκ ἐλέγχει αὐτούς; διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, καὶ ὥστε μὴ ἀναιδεστέρους γενέσθαι.
ἐπιγραφόμενοι, καὶ ταῦτα ‘Hσαίου ἀκούοντες τοῦ προφήτου λέγοντος πρὸς αὐτούς· “οὐαὶ τέκνα ἀποστάται, καὶ υἱοὺς ἐγέννησα “καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.”
Θεὸν ἐκδικοῦντες, δείκνυσιν αὐτοὺς μᾶλλον ἐναντιουμένους τῷ Θεῷ, ὅτι τὸν Υἱὸν αὐτοῦ ἐδίωκον, λέγει πρὸς αὐτοὺς, “εἰ ὁ Θεὸς πατὴρ “ὑμῶν ἦν, ἠγαπᾶτε ἃν ἐμὲ, ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ “ἣκω.”
τὸν Θεὸν, οἱ εὐσεβῶς πολιτευόμενοι. Τὸ “ἐξῆλθον” τὴν ἐκ ἄρρητον καὶ ἄναρχον σημαίνει γέννησιν, τὸ δὲ “ἥκω” τὴν ἐν τῷδε τῷ κόσμῳ πάροδον μετὰ σαρκός.
“λόυον τὸν ἐμόν.” τίνος ἕνεκεν; διὰ τὸ χαμαίζηλον τῆς διανοίας ὑμῶν φησι, καὶ τὸ πολὺ μεγάλα εἶναι τὰ ἐμά.
“θέλετε ποιεῖν.” καὶ οὐκ εἶπεν ἁπλῶς τὰ ἔργα, ἀλλὰ “τὰς “ἐπιθυμίας αὐτοῦ ποιεῖτε,” δεικνὺς ὅτι σφοδρῶς καὶ οὗτοι κἀκεῖνος τοῖς φόνοις χαίρουσι. Διὸ καὶ ἐπάγει, “ἐκεῖνος ἀνθρωποκτόνος ἢν ἀπ’ ἀρχῆς·”
τὸν ἔλεγχον. Τὸ γὰρ χαίρειν τοῖς φόνοις, φησὶ, τῆς ἐκείνου κακίας ἐστὶ, “καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἀλήθεια “οὐκ ἔστιν ἐν αὐτῷ·” διότι ἐκεῖνος ἔτεκε τὸ ψεῦδος πρῶτος. τοῦτο δὲ εἶπε διὰ τὸ συνεχῶς αὐτοῦ κατηγορεῖν καὶ λέγειν, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν.
Θεὸν μὲν πρὸς τὴν Εὕαν, ἀνθρώπους δὲ τῷ Θεῷ, τὸν Ἰὼβ, λέγων “μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Θεόν;“καὶ πάλιν, ἐπειδὴ γὰρ ἐχθροί ἐστε τῆς ἀληθείας, διὰ τοῦτό με διώκετε, ἐπεὶ εἰ μὴ διὰ τοῦτο, εἴπατε τὸ ἔγκλημα.
ψεύστης ἐστίν. οἱ μὲν ἄνθρωποι, φησὶν, οὐχ οὕτως χρῶνται τῷ ψεύδει ὡς ἰδίῳ, ἀλλ’ ὡς ἀλλοτρίῳ, οὗτος δὲ ὡς ἰδίῳ, διό φησι, “καὶ “ὁ πατὴρ αὐτοῦ,” τοῦτ’ ἔστι τοῦ ψεύδους· αὐτὸς γὰρ πρῶτος ἔτεκε τὸ ψεῦδος, ὅτε ἔλεγεν, “ᾗ ἃν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς Θεοί.”
“μοι” τοῦτό ἐστιν, οὐδενὶ ἔχοντες ἐγκαλεῖν μοι, ἀνελεῖν με θέλετε. Ἐπειδὴ γὰρ ἐχθροί ἐστε τῆς ἀληθείας, διὰ τοῦτό με διώκετε, ἐπεὶ εἰ μὴ διὰ τοῦτο, εἴπατε τὸ ἔγκλημα.
ἐν ἐμοὶ θεωρεῖτε, διὰ τί οὐ πιστεύετέ μοι; τοῦτο γὰρ σημαίνει ὅπερ εἶπεν, εἰ ἀλήθειαν λέγω, διὰ τι οὐ πιστεύετέ μοι;
αὐτῷ, ὅτι ὡς ἀντιθέῳ προσεῖχον, ἀλλ’ ὅτι ἀλλότριοι ἦσαν τοῦ Θεοῦ.
μαρείτην αὐτὸν ἐκάλεσαν, πῶς οὗτοί φασιν, “οὐ καλῶς ἐλέγομεν;” Δῆλον οὖν ὅτι πολλάκις εἶπον αὐτὸν τοῦτο· ὁ δὲ πρᾶος καὶ ἀνεξίκακος ἔνθα μὲν διδάξαι αὐτοὺς ἐχρῆν, καὶ τὸν πολὺν αὐτῶν κατασπάσαι τῦφον καὶ παιδεῦσαι μὴ μεγαφρονεῖν ἐπὶ τῷ Ἀβραἀμ, σφοδρὸς ἦν, ἔνθα δὲ ὑβριζόμενον ἐνεγκεῖν ἔδει, πολλῇ πραότητι
κέχρηται, παιδεύων ἡμᾶς τὰ μὲν εἰς τὸν Θεὸν ἐκδικεῖν, τὰ δὲ εἰς ἧμας παρορᾷν·
Εἰ καὶ ἐγὼ διὰ ταπεινοφροσύνην παρορῶ τὴν ἐμαυτοῦ τιμὴν, ἀλλ’ ὁ Πατὴρ ζητεῖ τὴν ἐμὴν δόξα καὶ τιμήν.
αἰνίττεται ὅτι οὐδὲν δύνανται αὐτῷ ποιῆσαι. Εἰ γὰρ ὁ τὸν λόγον αὐτοῦ τηρῶν οὐκ ἀποθανεῖται, πολλῷ μᾶλλον αὐτός. Διὸ καὶ αὐτοὶ τοῦτο συνιδόντες λέγουσιν αὐτῷ, νῦν ἐγνώκαμεν, ὅτι δαιμόνιον ἔχεις, καὶ τὰ ἑξῆς. Ὃ δὲ εἶπον, τοῦτό ἐστιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούσαντες ἀπέθανον, καὶ οἱ τὸν σὸν ἀκούοντες οὐκ ἀποθανοῦνται;
θανοῦνται; “Μῆ γὰρ σὺ, φησὶ, μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ;”
Καὶ γὰρ καὶ ζωή ἐστιν ἡ ἀκατάπαυστος ἀπόλαυσις. Αἰῶνα λέγει τὸν μέλλοντα, ὃς κυρίως καλεῖται αἰὼν, ὁ μὴ ἔχων πέρας, ὅπου οὐκέτι οὐδεὶς ἀποθνήσκει μετὰ τὴν ἀνάστασιν τὴν διὰ Χριστοῦ δωρηθεῖσαν πᾶσιν, ὅπου γε τὸ ζωοποιούμενον κἂν ἀποθάνῃ, οὐκ ἀποθνήσκει τῶ Θεῷ.
“βασιλεία,” φησὶν, ὁ Χριστὸς, “ μερισθεῖσα καθ’ ἑαυτὴν, ἐρημοῦται,” καὶ τὰ ἑξῆς.
ἐπὶ σὲ οὐκ ἀποθανοῦνται; ἀλλὰ λέγουσι τοῦτο, ἐπειδὴ καὶ τοῦ Ἀβραὰμ ἐλάττονα αὐτὸν εἶναι ἐνόμιζον· καὶ περὶ μὲν τοῦ θανάτου οὐδὲν αὐτοῖς διελέχθη, οὐδὲ ἀπεκάλυψε περὶ ποίου λέγει θανάτου, τέως δὲ πείθει, ὅτι τοῦ Ἀβραὰμ κρεῖττόν ἐστιν, ἵνα καὶ τοῦτο δυσωπήσῃ· μάλιστα μὲν γὰρ εἰ καὶ ὁ τυχὼν, φησιν,
ἡμῖν οὐκ ἔδει ἀποθανεῖν, οὐδὲν ἀδικήσαντα. Ὅταν δὲ τὴν ἀλήθειαν λέγω, καὶ μηδεμίαν ἁμαρτίαν ἔχω, καὶ παρὰ τοῦ Θεοῦ ἀπεσταλμένος ὦ, καὶ Ἀβραὰμ κρείττων, πῶς οὐ μαίνεσθε καὶ ἀνόνητα νητα πονεῖτε ἐπιχειροῦντες ἀνελεῖν;
ὡσανεὶ ἔλεγον, σὺ χαρίζῃ σεαυτῷ. Διὸ καὶ ὁ Χριστὸς πρὸς τοῦτό φησιν, “ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, ἡ δόξα μου οὐδέν ἐστι.” τοῦτο δὲ πρὸς τὴν ἐκείνων εἶπεν ὑπόνοιαν, ὥσπερ καὶ τὸ “ἡ μαρτυρία “μου οὐκ ἔστιν ἀληθής.”
Θεὸν, ἐπήγαγε λέγων, “ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι, καὶ οὐκ οἴδατε αὐτὸν, ἐγὼ δὲ ὄιδα “αὐτὸν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ,” ὅπερ μεγίστη ἀπόδειξις ἦν, τὸ παρ’ ἐκείνου ἀπεστάλθαι, τὸ τηρεῖν αὐτοῦ τὰς ἐντολάς.
Υἱὸς ἐπάγεται δήπου πάντως τὸ τοῦ γεννήσαντος ἴδιον, καὶ τὸ τοῦ τεκόντος ἀξίωμα.
ψεῦδος. ὑμεῖς γὰρ λέγοντες αὐτὸν εἰδέναι, ψεύδεσθε. Τὸ δὲ εἰπεῖν, “ἀλλ’ οἶδα αὐτὸν, καὶ τὸν λόγον αὐτοῦ πληρῶ,” δείκνυσι τοὺς Ἰουδαίους τὸ μήτε εἰδέναι τὸν Θεὸν, μήτε μὴν ἀνέχεσθαι τῶν παρ’ αὐτοῦ λόγων, διὰ τὸ μὴ δέχεσθαι τὸν δι’ αὐτοῦ κεκη- ρυγμένον.
γεννήσας αὐτόν. Τί ἐστιν ὅπερ εἶπεν, “ὅτι Ἀβραὰν ὁ πατὴρ “ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν,” καὶ τὰ ἑξῆς; Ημέραν ἐνταῦθα λέγει τὴν τοῦ σταυροῦ, ἣν ἐν τῇ προσφορᾷ τῇ τοῦ Ἰσαὰκ προδιετύπωσε· ἐπαινεῖ δὲ ὡς εὐφρανθέντα τὸν Ἀβραὰμ διὰ τὸν σταυρὸν, δεῖξαι θέλων, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρ-
χεται·
“ σώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.”
“οὔπω οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;“Τί γὰρ ἐκώλυε τεσσαράκουτα εἰπεῖν, Χριστοῦ τὴν κατὰ σάρκα ἡλικίαν νεάζοντος, εἰ καὶ καθὸ Θεὸς ἄχρονος ἦν; τριακονταέτης γὰρ ὑπάρχων ἦλθεν ἐπὶ τὸ βάπτισμα. Ἠδύναντο δὲ καὶ πρὸς τὸ ἀρχαῖον τοῦ Ἀβραὰμ ἀποβλέποντες λέγειν, μὴ πεντακόσια ἔτη ἔχεις ἣ χίλια, εἰ τύχοι,
ὅτι Ἀβραὰμ ἑώρακας; τοῦτο γὰρ μάλιστα διασυρόντων ἦν, ἀλλὰ τῶν πεντήκοντα ἐτῶν ἐμνήσθησαν, διὰ τὸ τὴν ἑβδομάδα τιμίαν ὑπάρχειν τοῖς υἱοῖς Ἰσραήλ.
λέξει “ἐγώ εἰμι,” οὕτως αὐτὸς, καὶ γὰρ τοῦ διηνεκῶς εἶναι τυγχάνει σημαντικὴ, παντὸς ἀπηλλαγμένη χρόνου. Διὸ καὶ βλάσφημον αὐτοῖς ἐδόκει εἶναι τὸ ῥῆμα· “ῃτραν” γὰρ, φησὶ, “λίθους, ἵνα βάλωσιν ἐπ’ αὐτὸν,” οὕτως ἕτοιμοι πρὸς φόνους ἤσαν, καὶ δι’ ἑαυτῶν ταύτα ἔπραττον.
ῥώσας·
μέσου αὐτῶν, μὴ ὁρώμενος ἐξῆλθε, καὶ παρῆγεν οὕτως.
Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.