ΚΕΦ. Η.
θυμὸν τοῖς Ἰουδαίοις, καταπραύνων αὐτοὺς ὁ Κύριος διὰ τῆς ἀνα- χωρήσεως, “ἀπῆλθε πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Tιβε- ’* ριάδος·” ἠκολούθησαν δὲ αὐτῷ ὄχλοι πολλοὶ, θεωροῦντες τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων, ὅπερ οὐ σφόδρα ἀφιλοσόφου γνώ- γνώμης ἦν. Ἔδει γὰρ αὐτοὺς μᾶλλον διὰ τὴν διδασκαλίαν τοῦτο
ποιῆσαι. Ta γὰρ σημεῖα φησὶν ὁ Ἀπόστολος τοῖς ἀπίστοις, ἀλλ’ οὐκ ἐκεῖνος ὁ ὄχλος ὁ παρὰ τῷ Ματθαίῳ τοιοῦτος, ἀλλὰ πῶς ; ** ἐξ̣επλήττοντο” γὰρ, φησὶ, “πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ** ἐδίδασκεν αὐτοὺς, ὡς ἐξουσίαν ἔχων.
τῶν ὑδάτων συστήματα θάλασσαν καλεῖν. H μετάβασις καὶ ἡ τῶν τόπων ἐναλλαγὴ ἱκανῶς τὴν τοῦ πλήθους ἐδοκίμαζε προαίρεσιν. τῶν γὰρ ῥᾳθυμοτέρων δι’ ὄκνον ἐπὶ χώρας μενόντων οἱ σπουδαιό- τεροι ἠκολούθουν αὐτῷ καὶ εἰς τὴν ἔρημον ἐκ τῶν γιγνομένων σημείων τὰς ψυχὰς ὁσημέραι βεβαιούμενοι. Ἀνῆλθε δὲ εἰς τὸ ὄρος νῦν διὰ τὸ μέλλον γίνεσθαι σημεῖον, ἅμα δὲ καὶ παιδεύων ἡμᾶς φεύγειν τοὺς ἐν μέσῳ θορύβους. χρήσιμον γὰρ πρὸς φιλο- σοφίαν ἡ ἡσυχία.
οὐρανὸν, ἵνα πάντας ἑλκύσῃ πρὸς ἑαυτόν· ἢ πάλιν ἑτέρως, καθάπερ εἰς ὄρος ἀναβεβηκὼς τὴν θεοπρεπῆ τιμήν τε καὶ δόξαν· οὐ γὰρ ὡς ἄνθρωπον ἀτιμάζομεν κατὰ τὸν Ἰσραὴλ, ἀλλ’ ὡς Θεὸν καὶ Σωτῆρα καὶ Κύριον προσκυνοῦμεν ἡμεῖς.
κἀκεῖθεν εἰς Καπερναοὺμ, ἠρέμα λοιπὸν ὑπεκλύων τὸν νόμον, ἀφορμὴν λαμβάνων ἀπὸ τῆς Ἰουδαϊκῆς πονηρίας.
κηδεμονίαν αὐτοῦ ἐνδείκνυται, καὶ τὸ ταπεινὸν καὶ συγκαταβατικὸν τὸ πρὸς ἐκείνους, συνεκάθηντο γὰρ αὐτῷ.
δοκεῖ οὖν μοι ἀμφότερα εἶναι ἀληθῆ, ἀλλ’ οὐκ ἐπὶ τῶν αὐτῶν γενόμενα καιρῶν. Ἐρωτᾷ δὲ τὸν Φίλιππον, ἐπειδὴ ᾔδει τῶν μαθητῶν τοὺς μάλιστα δεομένους πλείονος διδασκαλίας. Οὗτος γάρ ἐστιν ὁ μετὰ ταῦτα λέγων, “δεῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ “ἀρκεῖ ἡμῖν.” Διὰ τοῦτο ἄνωθεν αὐτὸν ἐρύθμισε, καὶ εἰ μὲν
ἁπλῶς τὸ σημεῖον ἐγένετο, οὐκ ἃν τοσοῦτον ἐφάνη τὸ θαῦμα· νυνὶ δὲ πρότερον αὐτὸν ἀναγκάζει ὁμολογῆσαι τὴν σπάνιν, ἵνα ἀκρι- βέστερον καταμάθῃ τοῦ μέλλοντος γίνεσθαι θαύματος τὸ μέγεθος· ὅπως τῆς ἐκπλήξεως γενομένης, τὴν μνήμην τῶν ὁμολογηθέντων μὴ δυνηθῇ λοιπὸν ἐκβαλεῖν. Διὰ τοῦτό φησι, “πόθεν ἀγοράσομεν
’* ἄρτους ἵνα φάγωσιν οὗτοι ;"
ῥήματος ἄτοπόν, φησιν, “αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.” Ὑψηλότερόν πω τοῦ Φιλίππου ἀνέβη ὁ Ἀνδρέας, οὐ μὴν εἰς τὸ πᾶν ἔφθασεν· οἴμαι γὰρ εἰς αὐτὸν ἐληλυθέναι τῶν προφητῶν τὰ θαύματα, καὶ πῶς ὁ Ἐλισσαῖος ἐποίησε τὸ ἐπὶ τῶν ἄρτων σημεῖον, πλὴν ὁμοίως τῷ Φιλίππῳ ἐλέγχεται μηδὲν μέγα φαντασθεὶς,
μηδὲ ἐπάξιόν τι τοῦ διδασκάλου φρονήσας, δι’ ωτν ἐπήγαγεν, “ἀλλὰ ** ταῦτα τι ἐστιν εἰς τοσούτους ;“ἐνόμιζε γὰρ ὅτι ἀπὸ μὲν ἐλαττόντων ἐλάττοντα, ἀπὸ δὲ πλειόνων πλείονα ἤμελλε ποιεῖν ὁ θαυματουργῶν, ὅπερ οὐκ ἦν. Οὐ γὰρ ὕλης ἐδεῖτο τῆς ὑποκειμένης, ἀλλ’ ὥστε μὴ δόξαι τὴν κτίσιν ἀλλοτρίαν ε-ι’ναι τῆς αὐτοῦ σοφίας,
αὐτῇ τῇ κτίσει κέχρηται πρὸς τὴν ὑπόθεσιν τῶν κτισμάτων.
γὰρ ἦν, φησὶ, τὸ Πάσχα. Παρουσῶν δὲ γυναικῶν σὺν τέκνοις, μόνους τοὺς ἄνδρας ἀριθμεῖ, ταῖς κατὰ τὸν νόμον συνηθείαις ἀκο- λουθῶν. τοῦτο γὰρ καὶ Μωυσῆς ἐποίησεν ἐν ἀριθμοῖς· τίμιον γὰρ ἐν βίβλῳ Θεοῦ πᾶν ὅσον ἀνδρῶδες καὶ νεανικόν· εὐχαριστεῖ δὲ λαβὼν τοὺς ἄρτους, δεικνὺς ὅτι τοὺς τροφῆς ἀρχομένους εὐχα-
ριστεῖν δεῖ τῷ Θεῷ, καὶ ὅτι ὄχλος ἦν πολὺς ὁ παρὼν, καὶ ἐχρῆν αὐτοὺς πεισθῆναι, ὅτι κατὰ γνώμην Θεοῦ παρεγένετο. Διὰ τοῦτο ὅτε μὲν μόνος ποιεῖ σημεῖα, οὐδὲν τοιοῦτον ἐπιδείκνυται· ὅταν δ’ ἐπὶ πολλῶν τοῦτο ποιεῖ, διὰ τῆς εὐχαριστίας τοῦτο ποιεῖ, ἀναιρῶν τὴν ὑπόνοιαν, ὅτι οὐκ ἀντίθεος τίς ἐστιν, οὐδὲ ἐναντίος τῷ γεγεν- νηκότι. Δείκνυσι δὲ ὅτι οὐκ ἀσθενεία τοῦτο ποιεῖ, ἀλλὰ συγκαταβάσει, ἐκ τοῦ τὰ μείζονα αὐθεντείᾳ ποιεῖν.
συλλογήν· ἐκεῖνο δὲ οἰκονομούμενος, ὅπερ ἐξ αὐτοῦ παρηκολούθει τοῦ πράγματος, τὸ ἐπὶ πλέον ἀπολαύοντας μᾶλλον τοῦ γεγονότος μεμνῆσθαι θαύματος, ἣ καὶ ὥστε δοθῆναι καὶ εἰς ἑτέρους τὸ γεγενημένον. Ἐφαίνετο γὰρ καὶ τὸ δαψιλὲς τῆς χάριτος ἐν τῷ πλήθει τῆς περισσείας, καὶ ὅτι πάντα κατὰ τὸ δοκοῦν αὐτῷ διαπράττεται.
πράττεται. Συνεχώρησε δὲ περισεῦσαι τοσαῦτα κλάσματα, οὐ δι’ ἐπίδειξιν, ἄπαγε, ἀλλ’ ὥστε μὴ φαντασίαν νομισθῆναι τὸ πρᾶγμα.
τοῦ εὐαηελικοῦ καὶ ἀποστολικοῦ κηρύγματος.
ἐπελάθοντο, καὶ ᾔτουν ἕτερον θαῦμα. Οὗτοι δὲ οὐ τὰ τυχόντα ἔμελλον κερδαίνειν. Ἢν δὲ καὶ τῷ Ἰούδαι κατάκριμα τὸ γινόμενον οὐ τὸ τυχὸν, βαστάζοντι τὸν κόφινον.
ὅτι οὔτε πλέον, οὔτε ἔλαττον, ἀλλ’ ἰσαρίθμους τῶν μαθητῶν τοὺς κοφίνους τῶν λειψάνων ἐποίησε περισσευθῆναι.
τῆς τοῦ σαββάτου παραβάσεως μέλει, ἀλλὰ τῆς γαστρὸς αὐτοῖς ἐμπλησθείσης, καὶ προφήτης ἦν παρ’ αὐτοῖς καὶ βασιλείας ἄξιος. ὁ δὲ Χριστὸς διὰ τοῦτο φεύγει, παιδεύων ἡμᾶς τῶν κουσμικῶν καταφρονεῖν ἀξιωμάτων,
Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.