ΚΕΦ. Ι.
καὶ ἀπειθὲς καταμαλάξῃ, ἅμα δὲ καὶ τὰ ὑπ’ αὐτοῦ εἰρημένα πιστώσασθαι βουλόμενος. Ὅτι γὰρ ἐπίτηδες ἐπὶ τὸ ἔργον τοῦτο ἦλθε, δῆλον ἐκεῖθεν. Οὕτω γὰρ αὐτῷ σπουδαίως ἐνέβλεψεν, ὡς καὶ τοὺς μαθητὰς ἐκ τούτου ἐπὶ τὴν ἐρώτησιν ἐλθεῖν.
“ἵνα τυφλὸς γεννηθῇ;“ἔστι δὲ ἐσφαλμένη ἡ ἐρώτησις. πῶς γὰρ ἂν ἥμαρτεν οὗτος πρὶν γεννηθῆναι; πῶς δὲ τῶν γονέων ἁμαρτογν τῶν αὐτὸς ἐκολάσθη; πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν ταύτην; ἀπὸ τοῦ παραλυτικοῦ. Ἐπειδὴ γὰρ θεραπεύων αὐτὸν ἔλεγεν, “ἴδε, “ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.” τοῦτο ἐννοήσαντες οὗτοι,
ὅτι ἐκεῖνος δι’ ἁμαρτίας παρελύθη, λέγουσιν, ἔστω, ἐκεῖνος δι’ ἁμαρτήματα παρελύθη, περὶ τούτου τί ἃν εἴποις, αὐτὸς ἥμαρτεν ; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν· ἐκ γενετῆς γάρ ἐστι τυφλός. ἀλλ’ οἱ γονεῖς αὐτοῦ ; ἀλλ’ οὐδὲ τοῦτο· παῖς γὰρ ὑπὲρ πατρὸς οὐ δίδωσι δίκην. Οὐ τοσοῦτον οὖν ἐρωτῶντες τοῦτο ἔλεγον, ὅσον διαποροῦντες. Διὸ αὐτός φησιν, οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ·” οὐχ ἁμαρτημάτων δὲ αὐτοὺς ἀπαλλάττων τοῦτό φησιν. Οὐ γὰρ ἁπλῶς οὔτε οὔτε οὕτος οὔτε γονεῖς αὐτοῦ ἥμαρτον, ἀλλ’ έπήγαγεν,
ἵνα τυφλὸς γεννηθῇ. Ἥμαρτον μὲν γὰρ ἴσως οἱ γονεῖς αὐτοῦ, καὶ οὗτος μετὰ ταῦτα, ἀλλ’ οὐκ ἐντεῦθεν ἡ πήρωσις. ταῦτα δὲ ἔλεγεν, οὐ τοῦτο ἐμφαίνων, ὅτι οὗτος μὲν οὐχ οὕτως, ἄλλοι δέ τινες ἐκ τούτων ἐτυφλώθησαν τῶν αὐτῶν, οἷον διὰ τὰς τῶν γονέων ἁμαρτίας, οὐδὲ γὰρ ἔνι ἁμαρτόντας ἑτέρους ἄλλους
κολάζεσθαι. Καὶ γὰρ διὰ τοῦ Ἰεζεκιὴλ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν· καὶ ὁ Μώσης δέ φησιν, “οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ “τέκνου.” Εἰ δὲ λέγοι τις, πῶς οὖν εἴρηται “ἀποδιδοὺς πατέρων ἐπὶ τέκνα, ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν;“ἐκεῖνο ἃν εἴποιμεν, ὅτι οὐκ ἔστι καθολικὴ ἡ ἀπόφασις, ἀλλ’ ἔπι τινων εἴρηται,
τῶν ἐξ Αἰγύπτου ἐξελθόντων· ἐπεὶ καὶ αὐτοὶ τῶν γονέων γεγόνασι χείρους. Τὸ δὲ “ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ,” περὶ αὐτοῦ λέγει, οὐ περὶ τοῦ Πατρός. Ἐκείνου γὰρ ἡ δόξα ἦν φανερά. Ὅτι γὰρ περὶ αὐτοῦ τοῦτό φησι, δῆλον ἐκ τῆς ἐπαγωγῆς, ἐμὲ γὰρ, φησὶ, δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός
“με,” τουτέστι, δεῖ με φανερῶσαι ἐμαυτὸν καὶ ποιῆσαι τὰ δυνάμενά με δεῖξαι τὰ αὐτὰ τῷ Πατρὶ ποιοῦντι, οὐ τοιαῦτα, ἀλλ’ αὐτὰ, ὃ σημεῖόν ἐστι ἀπαραλλαξίας, καὶ ὅπερ οὐδὲ κατὰ μικρὸν διεστηκότων λέγεται.
ἔνεστι τοῖς ἀνθρώποις πιστεύειν εἰς ἐμέ.
φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, ὅτι δεῖ με ἐργάζεσθαι τὰ ἔργα τοῦ “ πέμψαντός με.” Οὐ γὰρ ἁπλῶς ἀνέμνησεν ἡμᾶς τῶν εἰρημένων ὁ Εὐαγγελιστὴς, ἀλλὰ δηλῶν ὅτι τὸν λόγον διὰ τῶν ἔργων ἐπιστώσατο.
“πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ,” δεῖξαι βουλόμενος διὰ τοῦ πηλοῦ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ πλάσας. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ἐγώ εἰμι ὁ τοῦτο ποιήσας, πρόσαντες ἐδόκει εἶναι τοῖς ἀκούουσι. Διὰ δὲ τοῦ ἔργου δεικνύμενος τοῦτο, οὐκ ἔτι λοιπὸν
προσίστατο· διὰ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ἐκείνῳ τῷ τρόπῳ τὰ ὄμματα ἐδημιούργησεν, οὐκ ἔπλασε δὲ μόνον, οὐδὲ ἀνέῳξεν, ἀλλὰ καὶ τὸ ὁρᾷν ἐχαρίσατο· ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ τὴν ψυχὴν αὐτὸν ἐμφυσῆσαι τῷ ἀδάμ. Ἐκείνης μὲν γὰρ μὴ ἐνεργούσης, ὀφθαλμὸς, κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτέ.
”ἐποίησε πηλόν.
πτύσμα τὸ παρέχον μοι τοὺς ὀφθαλμοὺς, τι μοι χρεία τοῦ ΣΙλωὰμ, ἢ τοῦ νίψασθαι ; ἀλλ’ ἐπείσθη τῷ κελεύοντι· ἔπειτα δὲ ἵνα ἐπιστομισθῇ τῶν Ἰουδαίων ἡ ἀγνωμοσύνη, εἰκὸς γὰρ ἦν ἅπαντας ὁρᾷν αὐτὸν ἀπιόντα, τὸν πηλὸν ἔχοντα ἐπὶ τῶν ὀφθαλμῶν· τῷ γὰρ παραδόξῳ πάντας ἃν ἐπέστρεψε πρὸς ἑαυτὸν, τούς τε ἰδόντας αὐτὸν, τούς τε ἀγνοοῦντας. Ἐπειδὴ γὰρ οὐκ ἔστιν εὔκολον τυφλὸν ἀναβλέψαντα γνωρίσαι, πολλοὺς ποιεῖ πρότερον γενέσθαι μάρτυρας διὰ μακρᾶς τῆς ὁδοῦ, καὶ ἀκριβεῖς θεατὰς τῷ παραδόξῳ τῆς θέας, ἵνα μηκέτι ἔχωσιν ἀμφιβάλλειν.
ἦν, ἀλλ’ ἵνα δείξῃ, τὸ ἄφατον τῆς τοῦ χριστοῦ φιλανθρωπίας, ποῦ κατέβαινε, τοὺς προσαιτοῦντας μετὰ πολλῆς τῆς εὐνοίας θεραπεύων. Ἐκεῖνος δὲ μὴ αἰσχυνόμενος τὴν προτέραν πήρωσιν, μηδὲ φοβούμενος τὸν θυμὸν τοῦ δήμου, ἔλεγεν, “ὅτι ἐγώ εἰμι.” τοῦτο δὲ ἐποίει τὸν εὐεργέτην ἀνακηρύττων.
“ὕπαγε, νίψαι, καὶ τὰ ἑξῆς.
ποτὲ τυφλὸς περὶ αὐτοῦ, ποῦ ἔστι, καὶ ἐνταῦθα ἀληθεύων εἰπεν, οὐκ ὄιδα. Ἀγουσι δὲ αὐτὸν πρὸς τοὺς ἀρχιερεῖς διὰ τὸ σφοδροτέρως αὐτὸν ἐρωτηθῆναι.
πρόφασιν τοῦ λαβεῖν αὐτὸν ἐπὶ τῇ ἐργασίᾳ· αὐτὸς δὲ ὡς προακηκοότας συντομώτερον φθέγγεται. Οὔτε γὰρ τὸ ὄνομα αὐτοῦ εἶπεν, οὔτε ἃ πρὸς αὐτὸν ἐλάλησεν, ἀλλ’ ὅτι “πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμοὺς καὶ ἐνιψάμην, καὶ βλέπω.” Ἐν τῷ ἐπισημήνασθαι δὲ τὸν Εὐαγγελιστὴν, ὅτι ἔλεγεν ἐκ τῶν Φαρισαίων
τινὲς, δείκνυσιν ὅτι οὐ τοῦτο λέγουσι πάντες, ἀλλὰ τινὲς, δηλονότι οἱ ἰταμώτεροι, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ Θεοῦ,” καὶ τὰ ἐξῆς.
ἀνήγοντο, ἀλλὰ περίβλεπτοι ὄντες οἱ ἄρχοντες δυσκολώτερον παρὰ τὸν πολὺν λαὸν ἐπαρρησιάζοντο· τοὺς μὲν γὰρ φιλαρχία κατεῖχε, τοὺς δὲ δειλία καὶ απαρχία, διὸ καὶ ἔλεγεν ὁ Χριστὸς, πῶς δύ- νασθε πιστεύειν δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες.”
μὲν ἤρξατο ἐν τῷ λαῷ, εἶτα ὕστερον καὶ ἐν τοῖς ἄρχουσιν. Ἄλλ εἰ καὶ ἐσχίσθησαν, οὐδὲν ἐπεδείξαντο γενναῖον, ὡς εἴγε τέλεον ἀπεσχίσθησαν, ταχέως ἃν τὴν ἀλήθειαν ἐπέγνωσαν· ἔστι γὰρ σχισθῆναι καλῶς. Διὸ καὶ αὐτὸς ἔλεγεν, ”οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν.”
ὅτι τὸ σάββατον παρέγγισεν, ἀλλ’ ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς. τοῦτο δὲ εἶπον, βουλόμενοι ἐπιστομίσαι τέως ἐκείνους δι’ αὐτοῦ. Ἵνα γὰρ μὴ δοκῶσιν αὐτοὶ συνηγορεῖν τὸν λαβόντα τῆς δυνάμεως αὐτοῦ πεῖραν, εἰς μέσον ἄγουσι, καὶ ἐρωτῶσι. Διὸ καὶ αὐτὸς εὐγνωμόνως ἀποκριθεὶς ὅτι ὅτι προφήτης ἐστί.
ἐμπεσόντα πρόβατα ἀνασπῶντες, οὐ διαβάλλονται.
κρίνουσιν, ἐπίτηδες τοῦ Κυρίου κατὰ ταύτην τὴν ἡμέραν ἐργαζομένον τὰ ἑαυτοῦ ἔργα πολλάκις, ἵνα τῆς ὑπὸ τὰ στοιχεῖα δουλείας, ὡς ὁ Ἀπόστολός φησιν, ἐλευθερώσει τοὺς ἀνθρώπους.
τὸν ἰασθέντα καταπλήξασθαι οὐκ ἴσχυσαν, ἀλλ’ ἑώρων μετὰ πάσης ἀληθείας τὸν εὐεργέτην κηρύττοντα, ἀπὸ τῶν γονέων προσεδόκησαν τιτρώσκειν τὸ θαῦμα.
προσάγουσι τὴν πεῦσιν, καὶ ταύτην δὲ μετὰ κακουργίας. Οὐ γὰρ εἰπον, οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὁ ποτὲ τυφλὸς, ἀλλὰ, ὃν ὑμεῖς λέγετε, ὅτι τυφλὸς ἐγεννήθη,” μονονουχὶ λέγοντες, ὃν ὑμεῖς ἐποιήσατε τυφλὸν, καὶ δεδώκατε πανταχοῦ τὸν λόγον. πρὸς οὓς εὔκαιρον εἰπεῖν, ὦτ’ μιαροὶ καὶ παμμίαροι, καὶ τίς ἃν ἕλοιτο
πατὴρ τοιαῦτα καταψεύδεσθαι παιδός;
εἰ υἱὸς αὐτῶν ἦν, εἰ τυφλὸς ἦν, καὶ πῶς ἀνέβλεψε, τὰς δύο μόνας ὁμολογοῦσι, τὴν δὲ τρίτην οὐ προστιθέασι, καὶ τοῦτο δὲ ὑπὲρ τῆς ἀληθείας γέγονεν, ὥστε μηδένα ἄλλον, ἀλλὰ τὸν τεθαραπευμένον, τὸν καὶ ἀξιόπιστον ὄντα ταῦτα ὁμολογῆσαι, καθὼς καὶ οἱ γονεῖς αὐτοῦ φασιν, αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ αὐτοῦ
“λαλήσει.” οὐδὲ γάρ ἐστιν, φησὶν, παιδίον, οὐδὲ ἀτελὴς, ἀλλ’ ἱκανός ἐστιν ἑαυτῷ μαρτυρῆσαι. Λέγει δὲ καὶ τὴν αἰτίαν ὁ Εὐαγγελιστὴς, δι’ ἣν ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφο- βοῦντο,” φησὶ, καὶ τὰ ἑξῆς.
τεθεραπευμένου, παρὰ τῶν γονέων ταύτην ζητοῦσιν, ἐλπίζουσί τε αὐτοὺς θορυβηθέντας συνεργοὺς ἔσεσθαι αὐτοῖς ἀρνησαμένους, ὅτι ὁ γεγενημένος τυφλὸς οὐχ οὗτός ἐστιν ὁ νυνὶ βλέπων. Φησὶ δὲ αὐτοὺς ὁ Εὐαγγελιστὴς μηδὲ πιστεύειν. Οὐ γὰρ εἰσοικίζεται πίστις εἰς ἐριστικὴν ψυχὴν, καὶ εἰς Θεοῦ δύναμιν παραταττο-
μένην.
ἁμαρτίας;“ὅπερ δὲ εἶπεν ὁ ποτὲ τυφλὸς, εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶ’ δᾶ, τοῦτο δηλοῖ, ὅτι οὐδὲν φησὶν, ὑπὲρ τούτου νῦν ἀποφαίνομαι· ἐκεῖνο μέντοι οἶδα σαφῶς, ὅτι ἁμαρτωλὸς ὣν, οὐκ ἂν τοιαῦτα σημεῖα ἐποίησεν. Ἐπεὶ οὖν ἐκεῖνοι συγκαλύψαι τὸ γεγονὸς θαῦμα οὐκ ἴσχυσαν, πάλιν τὸν τρόπον τῆς θεραπείας
περιεργάζονται λέγοντες, “τί ἐποίησέ σοι ; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς;“διὸ καὶ αὐτὸς οὐκ ἔτι λοιπὸν ὑφειμένως διαλέγεται, ἀλλ’ ἐπεμβαίνει αὐτὸς καί φησιν, εἶπον οὖν ὑμῖν ἅπαξ, καὶ οὐκ “ἠκούσατε, τί πάλιν θέλετε ἀκούειν ;“ἰδοὺ πῶς ἡ ἀλήθεια δίδωσι παρρησιάζεσθαι ἀνδρὶ ἐπαίτῃ πρὸς γραμματεῖς καὶ Φαρισαίους
τοὺς τὸ ψεῦδος προτιμῶντας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν, ἐπειδὴ οὐ προσέχετε τοῖς λεγομένοις, οὐκέτι ἐρῶ, οὐδὲ ἀποκρινοῦμαι συνεχῶς ὑμῖν ἐνοχλοῦσιν εἰκῇ, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν βουλομένοις ἀκοῦσαι, ἀλλ’ ὑπὲρ τοῦ τοῖς λεγομένοις ἐπιθέσθαι. ὅθεν καὶ σφοδροτέρως καθάψασθαι αὐτοῖς βουλόμενος, ὅπερ ᾔδει
πλήττων αὐτοὺς, τοῦτό φησι, “μὴ καὶ ὑμεῖς θέλετε “αὐτοῦ γενέσθαι;“κωμῳδῶν ἠρέμα καὶ διαπαίζων αὐτοὺς, ὅπερ ἦν ψυχῆς πεπαρρησιασμένης, καὶ ὑπερορώσης αὐτῶν τῆς μανίας. Τὸ δὲ εἰπεῖν, “μὴ καὶ ὑμεῖς,” δεικνύντος ἐστὶν ἑαυτὸν μαθητὴν ὄντα αὐτοῦ. ἐκεῖνοι δὲ λοιδοροῦντες αὐτὸν εἶπον, “σὺ μαθητὴς εἰ
“ἐκείνου, ἡμεῖς δὲ τοῦ Μώσεως ἐσμὲν μαθηταί.” Φαίνονται δὲ καὶ ἐν τούτῳ ψευδόμενοι. Εἰ γὰρ ὑπῆρχον τοῦ Μώσεως, καὶ τοῦ Χριστοῦ ἃν ἐγένοντο, καθὼς αὐτὸς ἔλεγεν αὐτοῖς, “εἰ ἐπι- “στεύετε Μώσῃ, ἐπιστεύετε ἃν ἐμοί. Οὐκ εἶπαν δὲ ὅτι ἡμεῖς ἠκούσαμεν, ἀλλ’ ὅτι “ ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσῇ λελάληκεν
“Θεὸς,” καὶ τὰ ἑξῆς, τῶν προγόνων πάντως ἀπαγγειλάντων· καὶ μὴν ἀξιοπιστότερος ἦν, ὁ διὰ τῶν σημείων ἑαυτὸν πιστούμενος, ὅτι τε ἀπὸ Θεοῦ ἥκει, καὶ ὅτι τὰ ἄνω φθέγγεται. Διὸ καὶ ἁρμοδίως ἀνταποκρίνεται αὐτοῖς ὁ ποτὲ τυφλὸς, λέγων, “ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶ,”
καὶ τὰ ἑξῆς, μονονουχὶ λέγων, ὅτι ἄνθρωπος οὐ τῶν ἐπισήμων πη ὑμῖν ὣν, οὐδὲ τῶν δεδοξασμένων τοιαῦτα δύναται, ὡς εἶναι δῆλον πάντοθεν, ὅτι Θεός ἐστιν, οὐδὲ μιᾶς ἀνθρωπίνης βοηθείας δεόμενος· καὶ ἐπειδὴ προλαβόντες εἶπόν τινες ἐξ αὐτῶν, “πῶς δύναται ἄν- “θρωπος ἁμαρτωλὸς σημεῖα τοιαῦτα ποιεῖν ;“λοιπὸν καὶ τὴν
ἐκείνων παραλαμβάνει κρίσιν, τῶν οἰκείων αὐτοὺς ὑπομιμνήσκων ῥημάτων. Φησὶ γὰρ, οἴ δάμεν ὅτι ἁμαρτωλὸν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ’ εἰδὼς ὅτι οὐκ ἔστιν ἁμαρτωλὸς, οὐ μόνον τῶν ἁμαρτημάτων αὐτὸν ἀπήλλαξεν, ἀλλὰ καὶ σφόδρα ἀρέσκοντα τῷ Θεῷ δείκνυσι, καὶ τὰ ἐκείνου πάντα πράττοντα ἐν τῷ εἰπεῖν, “ἀλλ᾿ ἐάν τις “θεοσεβὴς ἦ, καὶ τὸ θέλημα αὐτοῦ ποιεῖ.” Διὰ τί πάλιν τοῦ σημείου μέμνηται λέγων, “ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ “τις ὀφθαλμοὺς τυφλοῦ γεγενημένου ;“ἀπὸ πολλῆς εὐγνωμοσύνης τε καὶ συνέσεως· καὶ ἐπειδὴ ἐγίγνωσκεν αὐτοὺς συσκιάσαι τοῦτο βουλομένους, αὐτὸς μᾶλλον τὴν εὐεργεσίαν ἀνεκήρυττεν.
ἡμᾶς ;“τοῦτο δὲ εἶπον, τὴν τύφλωσιν αὐτοῦ ὀνειδίζοντες ἀφειδῶς, ὡσανεὶ ἔλεγον, ἐκ πρώτης ἡλικίας ἐν ἁμαρτίαις εἶ σὺ, παραδηλοῦντες ὅτι διὰ τοῦτο γέγονε τυφλὸς, ὅπερ λόγον οὐκ εἶχε. Διὸ καὶ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ, ὡς κήρυκα τῆς ἀληθείας γενόμενον. Ὅθεν ὁ Εὐαγγελιστὴς ἐμφαίνει, ὅτι ἐπὶ τούτῳ ἦλθεν
ὁ Ἰησοῦς, ὥστε αὐτῷ συντυχεῖν· καὶ καθάπερ τις ἀγωνοθέτης ἀθλητὴν καμόντα πολλὰ καὶ στεφανωθέντα δέχεται αὐτὸν, καί φησι, “σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ; Τἰνὸς δὲ τοσαύτην ἀντίρρησιν τὴν πρὸς Ἰουδαίους μετὰ τοσαῦτα ῥήματα ἐρωτᾷ εἰ πιστεύει ; οὐκ ἀγνοῶν, ἀλλὰ βουλόμενος ἑαυτὸν αὐτῷ
γνωρίσαι, καὶ δεικνὺς ὅτι πολλοῦ τιμᾶται τὴν αὐτοῦ πίστιν· καὶ ἐπειδὴ οὐδέπω αὐτὸν ᾔδει αὐτὸν, τυφλὸς ὤν καὶ μετὰ τὴν ἴασιν δὲ ὑπὸ τῶν κυνῶν ἐκείνων περιελκόμενος, πρὸς τὸν εὐεργέτην ἐλθεῖν οὐκ ἠδυνήθη. Διὰ τοῦτό φησιν ἐκεῖνος, καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω αὐτῶ;
προσθεὶς καὶ τὸ ἔργον· διὰ τούτου τὴν πολλὴν εὐγνωμοσύνην δεικνὺς, ὅπερ ὀλίγοι τῶν τεθεραπευμένων ἐποίησαν, οἷον οἱ λεπροἲ, καὶ εἴ τις ἄλλος, ἐν τούτῳ τὴν θείαν αὐτοῦ κηρύττοντες δύναμιν. Ἀμμωνίου. Ἄφρονες οἱ Ἰουδαῖοι τὸν μὲν Θεὸν παρακελευόμενοι διὰ τὸ θαῦμα, τὸν δὲ τὸ τοῦ Θεοῦ ἔργον ποιή-
σαντα κατακρίναντες·
“πτώματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν ;” τινων οὖν ἀκούει ὁ Θεός ; τῶν νευόντων ἐπὶ μετάνοιαν, εἰ καὶ μή πω ἐπαύσαντο τοῦ εἶναι ἁμαρτωλοί. εἰ μὴ ἤκουσεν ὁ Θεὸς ἁμαρτωλῶν, οὐκ ἃν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ὁ Σωτῆρ’ ἡμῶν ἤσθιεν καὶ ἔπινεν, ἀλλὰ μὴ ἀπακουομένων τῶν διὰ τὸ κακῶς ἔχειν χρῃζόντων
ἰατρῶν, οὐκ ἐθεράπευεν αὐτούς. Διόπερ ὡς ἃν οὔσης τῆς εὐχῆς τῶν ἡμαρτημένων μὲν, οὐ πάντως δὲ ἀπιστούντων ἔτι λέγεται τὸ ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται ;"
’δοξα, οὐ μὴν διὰ τῶν ἁμαρτανόντων. Διδάσκει ὅτι ὁ πιστεύων εἰς αὐτὸν τὸν Ἰησοῦν, οὐχ ὡς εἰς ἄνθρωπον ἕνα τῶν κἀς ἡμᾶς πιστεύει, ἀλλ’ ὡς εἰς Θεὸν ἐνανθρωπήσαντα. Πλῆρες γὰρ οὕτω τὸ ἐπὶ Χριστῷ μυστήριον.
Θεοῦ διερωτώμενος, οὐκ εἶπεν, ἦ γὰρ δή τινας ὡς εἰκὸς ἀσυνέτως ὑπολαβεῖν ὅτι μόνος ὁ Λόγος ὁ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς, διὰ τούτου κατεσημαίνετο, αὐτὸ δὲ τὸ δοκοῦν ἀμφιβάλλεσθαι παρά τισιν ἑαυτὸν ἐπιδείξας, διὰ τοῦ εἰπεῖν, “καὶ ἑώρακας αὐτὸν,” καὶ τὸν ἐνοικοῦντα τῇ σαρκὶ καὶ παραδεικνύει Λόγον, διὰ τοῦ πάλιν
ἐπενεγκεῖν “καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.” Ὁρᾷς οὖν ὅσην ὁ Λόγος ἔχει τὴν ἕνωσιν. Οὐ γὰρ τέθεικε διαφορὰν, ἀλλ’ ἑαυτὸν εἰναί φησι, καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὑποπίπτοντα, καὶ τὸν ἐκ τῆς Γαλιλαίας γινωσκόμενον. ἀπαίδευτον οὖν ἄρα καὶ δυσσεβὲς κομιδῇ τὸ λέγειν ἀπερισκέπτως τινὰς, ὁ ἄνθρωπος τοῦ
Χριστοῦ. Θεὸς γὰρ ὣν γέγονεν ἄνθρωπος, ἀδιαίρετον ὅσον εἰς τὸ εἶναι Θεὸς καὶ Υἱὸς, καὶ μετὰ σαρκός· τελειοτάτη γὰρ ἐν τούτοις ἡ τῆς εἰς αὐτὸν πίστεως ὁμολογία καὶ γνῶσις. ὅθεν αὐτῷ παραχρῆμα καὶ ὡς Θεῷ προσεκύνησεν ὁ πάλαι τυφλός.
σημαίνει. Δύο δὲ ἐνταῦθα ἀναβλέπεις, λέγει, καὶ δύο τυφλότητας, τήν τε αἰσθητὴν, τήν τε νοητήν· ὅθεν πρὸς τὰ αἰσθητὰ μόνα κεχηνότες οἱ Φαρισαῖοι, λέγουσιν αὐτῷ, “μὴ καὶ ἡμεῖς “τυφλοί ἐσμεν ;“ταύτην καὶ μόνην ἐπαισχυνόμενοι τὴν αἰσθητὴν πήρωσιν, αὐτὸς δὲ δεῖξαι αὐτοῖς βουλόμενος ὅτι βέλτιον τυφλοὺς
εἶναι ἣ βλέποντας ἀπιστεῖν, φησὶν, εἰ τυφλοὶ ἦτε, οὐκ ἃν εἴχετε ἁμαρτίαν,” περικόπτων καὶ ἐνταῦθα τὰ ἀνθρώπινα φρονήματα, καὶ εἰς ἔννοιαν ἄγων μεγάλην καὶ θαυμαστήν. Ὅτι γὰρ λέγετε, φησὶν, ὅτι βλέπετε, αἱ ἁμαρτίαι ὑμῶν μένουσι, διότι οὐ βλέπετε τοῖς νοητοῖς ὀφθαλμοῖς πρὸς τὸ πιστεῦσαί μοι.
περὶ τῶν τοῦ σώματος ὀφθαλμῶν, ὡς βλεπόντων διελέγοντο. διόπερ ὁ Κύριος ἀπὸ τούτου τὴν ἁμαρτίαν αὐτοῖς ἐπιτείνας, ἐφ’ ὅπερ ἐκεῖνοι καυχᾶσθαι ἐδόκουν. Τί γὰρ, φησὶ, φατὲ, ὅτι βλέπετε; κρεῖττον ἦν ὑμᾶς πηροὺς εἶναι τὰς ὄψεις, ἐγένετο γὰρ ἄν τις ὑμῶν ἐντεῦθεν συγγνώμη ἀπιστοῦσι· νυνὶ δὲ ἐπειδήπερ ὁρᾷν δοκεῖτε,
καὶ αὐταῖς ὄψεσι τὸν ποτὲ τυφλὸν νῦν βλέποντα θεασάμενοι, ἀπιστεῖτε τοῖς γείτοσιν, οὐδεμίαν ἔχειν ἀπολογίαν δυνάμενοι, ὡμολογημένην δέχεσθε τῆς ἀπιστίας τὴν κατάκρισιν.
πάθος. Ἐπειδὴ δὲ νομίζοντες σωματικῶς ὁρᾷν, τυφλοὺς διὰ τῆς ἀπιστίας αὐτοὺς ἀπειργάσασθε, διὰ τοῦτο ἡ ἁμαρτία ὑμῶν ἀνεξάλειπτος μένει.
μετ’ αὐτὸν αἰνιττόμενος, τόν τε Ἀντίχριστον καὶ τοὺς ψευδοχρίστους, τόν τε Θευδᾶν καὶ τὸν Ἰούδαν, καὶ εἴ τινες ἕτεροι γεγόνασι τοιοῦτοι. Θύραν δὲ τὰς γραφὰς ἐκάλεσεν· αὗται γὰρ ἡμᾶς προσάγουσι τῷ Θεῷ, καὶ τὴν θεογνωσίαν ἀνοίγουσιν, αὗται πρόβατα ποιοῦσιν b, αὗται φυλάττουσι, καὶ οὐκ ἀφιᾶσι τοὺς λύκους εἰσελθεῖν.
Καθάπερ γάρ τις θύρα ἀσφαλὴς οὕτως ἀποκλείει τοῖς αἱρετικοῖς τὴν εἴσοδον, ἐν ἀσφαλείᾳ ποιοῦσα ἡμᾶς, καὶ οὐκ ἐῶσα πλανᾶσθαι. Διὰ ταύτης καὶ τοὺς οὐ ποιμένας γινώσκομεν. Ὁ γὰρ μὴ ταῖς γραφαῖς χρώμενος, ἀλλὰ ἀναβαίνων ἄλλοθεν, οὗτος 2 κλέπτης ἐστί. Διὰ τούτου δὲ καὶ τοὺς γραμματεῖς ἠνίξατο, ὅτι ἐδίδασκον ἐντάλματα διδασκαλίας ἀνθρώπων, καὶ τὸν νόμον παρέβαινον. Καλῶς δὲ εἶπεν, ἀναβαίνων,” ὅπερ ἐστὶ κλέπτου, θριγχὸν ὑπερπηδῆσαι βουλομένου. Ἐπιμένων δὲ τῇ μεταφορᾷ, ὥστε ἐμφαντικώτερον ποιῆσαι τὸν λόγον φησὶν, ὁ δὲ εἰσερχό-
“ μένος διὰ τῆς θύρας, οὗτός ἐστιν ὁ ποιμὴν τῶν προβάτων,” καὶ τὰ ἑξῆς. Οὐδὲν δὲ κωλύει θυρωρὸν ἐνταῦθα νοεῖν Μωϋσέα. Ἐκεῖνος γὰρ τὰ λήια τοῦ Θεοῦ ὁ ἐμπιστευθεὶς ἦν. Εἰ δὲ προιδὼν θύραν ἑαυτὸν ὁ Χριστὸς εἶναι λέγοι, οὐ χρὴ θορυβεῖσθαι, καἲ γὰρ καὶ ποιμένα ἑαυτὸν λέγει καὶ πρόβατον, καὶ διαφόρως τὰς οἰκονομιας
ἀνακηρύττει τὰς ἑαυτοῦ.
πρόβατα ἔπεμπεν, οὐκ ἔξω τῶν λύκων, ἀλλ’ ἐν μέσῳ τῶν λύκων ἔπεμπε. Πολὺ γὰρ αὕτη παραδοξοτέρα ἡ ποιμαντικὴ τῆς παρ’ ἡμῖν. Ἐξάγει δὲ αὐτὰ ἐκ μέσου, δηλονότι τῶν ἀπίστων, ὥσπερ καὶ τὸν τυφλὸν ἐξήγαγε καλέσας ἐκ μέσου τῶν ἀπίστων Ἰουδαίων, καὶ ἤκουσεν αὐτοῦ τῆς φωνῆς, καὶ ἐπέγνω.
τοῖς τε λοιποῖς ἅπασι διὰ τὰ προδηλωθέντα σημεῖα ἀποκλείσαντα τὴν θύραν, καὶ μόνην τῷ κόσμῳ ταύτην ἀνοίξαντα, τῷ καὶ διὰ τεραστίων τὰ καθ’ ἑαυτὸν πιστωσαμένῳ.
εἰς Χριστὸν πιστεύων, ἤτοι κλέπτης ἐστὶν ὁ μὴ τῇ νενομισμένῃ ἀπὸ τῶν γραφῶν χρώμενος διδασκαλίᾳ, ἀλλὰ δι’ ἑτέρας μὴ νενομισμένης ἐρχόμενος. διὸ καὶ εἶπε τὸ “ ἀλλαχόθεν,” ἵνα καὶ τοὺς γραμματεῖς σημαίνῃ τοὺς διδάσκοντας τὰ ἐντάλματα τῶν ἀνθρώπων καὶ παραβαίνοντας τὸν νόμον. Ὅταν ἀκούσωσιν οἱ πιστοὶ
παρὰ τῶν ὀρθῶν διδασκάλως τὰ θεῖα διδάγματα τῶν γραφῶν, ὥσπερ τινὰ τροφὴν δέχονται, ὅσοι δὲ πλάνον καλοῦσι τὸν Χριστὸν, τῆς τῶν προβάτων ἐκβέβληνται τάξεως.
αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπεὶ οὐν τοῦτο κατεσκεύασε, λύει λοιπὸν τὴν ἀσάφειαν, λέγων "ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων, "πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταὶ, καὶ τὰ ἑξῆς· οὐ περὶ τῶν προφητῶν ἐνταῦθα λέγει, καθὼς οἱ αἱρετικοί φασιν, ἐκείνων γὰρ ἤκουσαν, καὶ δι’ ἐκείνων ἐπίστευσαν, ὅσοι ἐπίστευσαν
τῷ Χριστῷ, ἀλλὰ περὶ Θευδᾶ καὶ Ἰούδα λέγει καὶ τῶν ἄλλων στασιαστῶν. Ἄλλως δὲ καὶ τὸ "οὐκ ἤκουσαν τὰ πρό- “βατα” ἐπαινῶν εἶπεν, οὐδαμοῦ δὲ φαίνεται ἐπαινῶν τοὺς παρακούσαντας προφητῶν, ἀλλὰ καὶ τοὐναντίον κακίζων καὶ διαβάλλων σφοδρῶς, ὅθεν δηλονότι τοῦτο οὐ περὶ ἐκείνων φησί· τὸ δὲ "δι’
"ἐμοῦ ἐάν τις εἰσέλθῃ” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὅτι ἐν ἐσφαλείᾳ ἔσται καὶ ἀδείᾳ, νομὴν δὲ ἢ τροφὴν ἐνταῦθα λέγει, ἢ ἐξουσίαν καὶ κυριότητα, τουτέστιν, ἔνδον μένει, καὶ οὐδεὶς αὐτὸν ἐξωθήσεται. Ἐπειδὴ δὲ οἱ τῷ Θευδᾷ καὶ τῷ Ἰούδᾳ καὶ τοῖς λοιποῖς στασιασταῖς πεισθέντες ἐσφάγησαν, καὶ ἀπώλοντο, διὰ
τοῦτο ἐπήγαγε λέγων "ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ "καὶ θύσῃ” καὶ τὰ ἑξῆς, ἐκείνους καὶ τοὺς ὁμοίους αὐτῶν κλέπτας καλῶν· "ἐγὼ δὲ ἦλθον, φησὶν, "ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ”ἔχωσι.” Tt δαὶ ζωῆς περισσόν ; ἡ βασιλεία τῶν οὐρανῶν. εἶτα λοιπὸν ἀπάρχεται καὶ περὶ τοῦ πάθους διαλέγεσθαι, καί
φησιν, "ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν “αὐτοῦ τίθησιν” καὶ τὰ ἑξῆς, δεικνὺς καὶ ἐν τούτω, ὅτι οὐκ ἄκων, ἀλλ’ ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται. ποιεῖται δὲ καὶ τοῦ μισθωτοῦ τὴν διαφορὰν, λέγων, "ὅτι θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι "τὰ πρόβατα, καὶ φεύγει” καὶ τὰ ἑξῆς. Ὅπερ οἱ προειρημένοι
Θευδᾶς καὶ Ἰούδας καὶ οἱ κατ’ αὐτοὺς πεποιήκασιν· αὐτὸς γὰρ τοὐναντίον. Ἡνίκα γὰρ συνελήφθη, φησὶ,“ἄφετε τούτους ὑπάγειν, ἵνα πληρωθῇ ὁ λόγος, ὅτι οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο.” Ἔστι δὲ ἐνταῦθα καὶ νοητὸν λύκον ὑποπτεῦσαι, οὐ λύκος δέ ἐστι μόνον οὗτος, ἀλλὰ καὶ λέων. "Ὁ γὰρ ἐχθρὸς ὑμῶν διάβολος, φησὶν,
“ὡς λέων περιέρχεται ὠρυόμενος,” οὗτος καὶ ὄφις καὶ δράκων καὶ σκορπίος ἐστί. “Πατεῖτε γὰρ,” φησὶν, “ἐπάνω ὄφεων καὶ σκορπίων. εἰπὼν δὲ, ὅτι γιγνώσκω τὰ ἐμὰ, καὶ τὰ ἑξῆς καὶ ἐν τούτῳ διαφορὰν τοῦ μισθωτοῦ τοῦ πρὸς τὸν ποιμένα, ἔδει- ξεν. Ὀ μὲν γὰρ τὴν ἰδίαν σωτηρίαν πανταχοῦ σκοπεῖ, τῶν
προβάτων ἀμελῶν, οὗτος δὲ πανταχοῦ τὴν τῶν προβάτων ζητεῖ, παρατρέχων τὴν ἑαυτοῦ.
Οὕτως ἐπίσταμαι, φησὶν, αὐτὸν ἀκριβῶς, ὡς αὐτὸς ἐμέ. συνεχῶς δὲ λέγει, “τὴν ψυχὴν μοῦ τίθημι ὑπὲρ τῶν προβάτων,” δηλῶν ὅτι οὐκ ἔστι πλάνος. Τὸ μὲν γὰρ λέγειν, ὅτι φῶς εἰμι καὶ ζωὴ, ἐδόκει εἶναι τύφου παρὰ τοῖς ἀνοήτοις· τί δὲ λέγει, ὅτι ἀποθανεῖν βούλομαι ; οὐδεμίαν βασκανίαν εἶχεν, οὐδὲ φθόνον, ἀλλὰ καὶ
πολλὴν ἐδείκνυ τὸ ῥῆμα κηδεμονίαν, εἴ γε ὑπὲρ τῶν λιθαζόντων ἐβούλετο ἑαυτὸν ἐπιδοῦναι. εἰπὼν δὲ "ὅτι καὶ ἄλλα πρόβατα ἔχω, περὶ τῶν ἐθνῶν λέγει. τὸ δὲ εἰπεῖν, “ἃ οὐκ ἔστιν ἐκ τῆς
“αὐλῆς ταύτης,” τὴν διαφορὰν τοῦ τόπου μόνον ἐμφαίνει. Δῆλοί δὲ τὸ “κἀκεῖνά με δεῖ ἀγαγεῖν,” καὶ τὰ ἑξῆς, ὅτι ἐσκορπισμένα
ὑπῆρχον, ποιμένα μὴ ἔχοντα, καὶ ὅτι γενήσεται μία ποίμνη, εἷς ποιμὴν, ἀμφότερα συνάπτεσθαι μέλλοντα, τὸ δὲ “δεῖ” τοῦτο οὐκ ἀνάγκης ἐστὶν, ἀλλὰ τοῦ πάντως ἐσομένου δηλωτικόν. Ἐπειδὴ δὲ ἀλλότριον αὐτὸν ἔλεγον τοῦ Πατρὸς οἱ Ἰουδαῖοι εἶναι, φησὶ, “διὰ τοῦτό με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι,
“ἵνα πάλιν λάβω αὐτήν.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἔπειθέ με ἀγαπᾷν ὑμᾶς, τὸ οὕτως ὑμᾶς ἀγαπᾶσθαι παρ’ αὐτοῦ, ἐπεὶ ὑπὲρ ὑμῶν ἀποθνήσκω.
δι’ ἡμᾶς ὁ δεσπότης ἀγαπᾶσθαι μέλλει, ἐπειδὴ ὑπὲρ ἡμῶν ἀποθνήσκει. Τί γὰρ τὸν ἔμπροσθεν χρόνον οὐκ ἠγαπᾶτο, ἀλλὰ νῦν τῆς ἀγάπης ἤρξατο ὁ Πατὴρ, καὶ ἡμεῖς τῆς ἀγάπης γεγόναμεν αὐτῷ αἴτιοι ; οὐδαμῶς, ἀλλὰ τοῦτο εἶπεν ἐνδεικνύμενος τὴν πολλὴν αὐτοῦ συγκατάβασιν· διὰ δὲ τοῦ πολλάκις βούλεσθαι αὐτὸν
ἀνελεῖν τοὺς Ἰουδαίους, διὰ τοῦτό φησιν, “οὐδεὶς αἴρει αὐτὴν ἀπ’ "ἐμοῦ,” καὶ τὰ ἑξῆς, τουτέστιν, ὅτι μὴ βουλομένου ἐμοῦ ἀνόνητος ὑμῖν ἐστιν ἡ σπουδή· εἰ δὲ καὶ ἕκαστος ἐξουσίαν ἔχει θεῖναι τὴν ψυχὴν αὐτοῦ, ἑκάστῳ γὰρ βουλομένω δυνατὸν ἑαυτὸν ἀνελεῖν, ἀλλ’ οὐ περὶ τοῦ τοιούτου τρόπου εἶπεν αὐτὸς, ἀλλ’ ὅτι μηδένα ἃν
δυνηθῆναι, ἄκοντός μου, τοῦτο ποιῆσαι εἰς ἐμὲ, ὅπερ ἐπ’ ἀνθρώπων οὐκ ἔνι. Καὶ γὰρ καὶ ἀκόντων ἡμῶν ἀναιρούμεθα ὑπὸ ἄλλων· διὸ καὶ τοῦτο πάλιν ἀληθές ἐστιν, ὅτι ἡνίκα ἃν βουληθῇ λαβεῖν αὐτὸν, δύναται. Τὸ γὰρ αὐτὸν μόνον εἶναι κύριον τοῦ τὴν ψυχὴν ἀφεῖναι, δείκνυσι καὶ τοῦ λαβεῖν κύριον ὄντα ἀπὸ τῆς αὐτῆς
ἐξουσίας. περὶ ποίας ἐντολῆς λέγει, "ὅτι ταύτην ἔλαβον παρὰ “τοῦ πατρός μου ;“τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου. Διὰ τί δὲ οὕτω ταπεινῶς φθέγγεται ; τῆς τῶν ἀκουόντων ἕνεκεν ἀσθενείας, ἵνα παύσωνται τοῦ λογίζεσθαι εἶναι αὐτὸν ἀντίθεον. δαιμόνιον δὲ αὐτὸν ἔχειν ἔλεγον, ἐπειδὴ μείζονα ἢ κατὰ ἄνθρωπον ἦν τὰ λεγόμενα,
μένα, οὐ τῆς κοινῆς συνηθείας· ἅπερ ἀκούοντες μᾶλλον θαυμάζειν αὐτὸν ἐχρῆν καὶ οὐχὶ δαιμονιῶντα καλεῖν· διόπερ καὶ οἱ εὐγνωμο- νέστεροι αὐτῶν ἔλεγον, ὅτι "τὰ ῥήματα ταῦτα οὐκ ἔστι δαιμονι- "ζομένου, μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι ;" ἐπειδὴ γὰρ οὗτοι ἀπὸ ῥημάτων οὐκ ἠδύναντο ἐπιστομίζειν ἐκείνους,
τὴν ἀπὸ τῶν ἔργων ἐπάγουσιν ἀπόδειξιν λοιπόν. Διὰ τι δὲ αὐτὸς σιγᾷ καὶ οὐ λέγει ὥσπερ καὶ ἄλλοτε, ὅτι ἐγὼ δαιμόνιον οὐκ ἔχω ; διὰ τὸ λοιπὸν κατ’ ἀλλήλων αὐτοὺς ἵστασθαι καὶ διελέγχειν ἀλλήλους.
εἰερχομένοις κατὰ τὸ “εἰσέλθετε ἐν πνεύματι αὐτοῦ ἐν ἀγαλ- "λιάσει,” πρὸς τούτοις ἔστω c ἀνθρώπου τοῦ νοὸς ὄντος ἔξω δὲ ἀνθρώπου τοῦ σωματικωτέρου. ὁ ἐπιμέλειαν ποιούμενος τοῦ ἔσω ἀνθρώπου εἰσέρχεται διὰ τοῦ λόγου ὄντος θύρας, ὡσαύτως "ὁ "νεκρῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ
"ἐν τῷ σώματι περιφέρων ἑαυτοῦ,” ἐξέρχεται διὰ τῆς θύρας, φιλοτιμούμενος εἴτε ἐνδημεῖ εὐάρεστος αὐτῷ εἶναι.
καὶ ἐξῄεσαν, καὶ οὐδεὶς αὐτοὺς ἴσχυσεν ἐκβαλεῖν.
οὐρανῶν ὀνομάζειν οἶδεν ἡ θεία γραφή.
ὡς ἀλλότριον ἐκέχρηντο οὐ γὰρ ἤσαν αὐτῶν ἰδια, οὐδὲ ἤχθοντο ἐν τῆ ἀπωλείᾳ τῶν λαῶν.
τὸν Θεὸν, εἰ μὴ πρῶτον ἐξ αὐτοῦ γνωσθῶμεν· διὸ καὶ πρῶτον ἐκεῖνο ἔταξε· πρῶτον γὰρ αὐτὸς οἰκειώθη ἡμῖν γεγονὼς ἄνθρωπος, καὶ οὕτως καὶ ἡμεῖς αὐτῷ. Διὰ τὴν ἐνάρετον πρᾶξιν ἀγαπᾶσθαι λέγει ἑαυτόν· ἐνεργὴς δὲ ἀρετὴ τὸ ἀποθανεῖν ὑπὸ εὐσεβείας. ταπεινῶς λαλεῖ διὰ τὴν ἐνανθρώπησιν· οὐ γὰρ νῦν ἤρξατο ἀγαπᾶσθαι
παρὰ τοῦ Πατρός.
εἰ καὶ αὐτός ἐστιν ἡ βουλὴ τοῦ Θεοῦ καὶ Πατρός. Ἁρμόσει δὲ τοῦτο καὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ. ἡ ἐντολὴ δηλοῖ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν Πατέρα, εἰ καὶ ταπεινῶς λαλεῖ· ἡ δὲ ἐντολή ἐστιν ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου.
διαμένων, εἰ μὴ συνέβη τὸ καθ’ ἡμᾶς, ἦν γὰρ ἀεὶ καὶ διὰ παντὸς ἀγαπώμενος· ἀλλ’ ἐπείπερ εἶδε τὸν ἴδιον Υἱὸν, διὰ τοῦ χαρακτῆρος ἠγάπησεν εἰκότως, οὐ μισθὸν, ὥσπερ τινὰ τῶν εἰς ἡμᾶς γεγονότων, τὴν ἀγάπην δωρούμενος, ἀλλὰ τῆς οὐσίας τῆς ἑαυτοῦ τὸ γνήσιον ἐν Υἱῷ θεωρῶν, καὶ φύσεως ὥσπερ τισὶν ἀναγκαίοις καὶ
ἀπαραιτήτοις ὁλκοῖς, πρὸς τοῦτο καλούμενον ἀγάπης ἔργον τὸ καὶ παθεῖν ἑλέσθαι, καὶ τοῦτο ἀδόξως, διὰ τήν τινων σωτηρίαν, καὶ οὐχ ὅπως τεθνάναι μόνον, ἀλλὰ καὶ αὖθις τὴν τεθεῖσαν ψυχὴν λαβεῖν, ἵνα νεκρώσῃ τὸν θάνατον.
ὅτι ἐγένοντο τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοπις,” καὶ τὰ ἑξῆς, χρὴ γιγνώσκειν ὅτι μεγάλη τις ἦν αὕτη ἡ ἑορτὴ καὶ δημοτελής. τὴν γὰρ ἡμέραν καθ’ ἣν ὁ ναὸς ᾠκοδομήθη ἐπανελθόντων αὐτῶν ἀπὸ τῆς μακρᾶς αἰχμαλωσίας τῆς ἐν Πέρσιδι, ταύτην ἤγοντο μετὰ πολλῆς τῆς σπουδῆς. ἐν ταύτῃ οὖν παρῆν καὶ ὁ Χριστὸς τῇ ἑορτῇ,
λοιπὸν γὰρ τῇ Ἰουδαίᾳ συνεχῶς ἐπεχωρίαζεν, ἐπειδὴ τὸ πάθος ἦν ἐπὶ θύραις. Τὸ μὲν οὖν κυκλῶσαι αὐτὸν τοὺς Ἰουδαίους καὶ εἰπεῖν, ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις,” καὶ τὰ ἑξῆς, δοκεῖ πόθου τινὸς εἶναι καὶ φιλομαθίας. Ἡ δὲ διάνοια, μεθ’ ἧς ἠρωτων, διεφθαρμένη τε ἦν καὶ ὕπουλος· τῶν γὰρ ἔργων βοώντων αὐτὸν
εἶναι τὸν Χριστὸν, διὰ ῥημάτων ἐζήτουν τοῦτο ἀκοῦσαι, ἐπιστομίζειν αὐτὸν ἀπὸ τῶν λόγων βουλόμενοι. καὶ ὁ τρόπος δὲ τῆς ἐρωτήσεως, πολλῆς ἔγεμεν ἀπειθείας.
οὐδὲν ἐν τῷ κρυπτῷ λαλοῦντος. αὐτὸς δὲ ἐλέγχων αὐτῶν τὴν πονη- πονηρίαν, φησὶ, “πολλάκις ετͅπον ὑμῖν καὶ οὐ πιστεύετέ μοι. τὰ ἔργα ** ἃ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ *’ ἐμοῦ.” ὅπερ καὶ οἱ εὐγνωμονέστεροι αὐτῶν ἔλεγον, “μὴ δύνα- *’ τᾶι ἄνθρωπος ἁμαρτωλὸς ταῦτα σημεῖα ποιεῖν ;“ἐπεὶ προσε-
ποιοῦντο τότε ἀπὸ ψιλοῦ πείθεσθαι ῥήματος, οἱ τοσούτοις μὴ πεισθέντες ἔργοις, ἐλέγχει τὴν πονηρίαν αὐτῶν, ὡσανεὶ λέγων, ὅτι ἔργοις οὐ πιστεύετε, πῶς τοῖς ῥήμασι πιστεύετε ; διὰ τοῦτο δέ φησιν, “ὑμεῖς οὐ πιστεύετέ μοι, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων ** τῶν ἐμῶν.” Ἐγὼ μὲν γὰρ ὡς καλὸς ποιμὴν, ἅπερ ποιῆσαι ἐχρῆν,
ἐποίησα. Εἰ δὲ μὴ ἀκολουθῆτέ μοι, οὐκ ἐπειδὴ οὐκ εἰμὶ ποιμὴν, τοῦτο ποιεῖτε, ἀλλ’ ἐπειδὴ ὑμεῖς οὐκ ἐστὲ πρόβατα· ** προτρεπό- προτρεπόμενος δὲ αὐτοὺς ὥστε γενέσθαι πρόβατα ἐπήγαγε λέγων, ’* τὰ “πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει καὶ ἀκολουθοῦσί μοι·” εἶτα παρακνίζων αὐτοὺς λέγει καὶ ωτν τεύξονται. Φησὶ γὰρ,
“ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα,” καὶ τὰ ἑξῆς. Διὰ τῶν ῥημάτων τούτων διεγείρων αὐτοὺς, καὶ εἰς ἐπιθυμίαν ἐμβάλλων. Διὰ τὸ εἰπεῖν αὐτὸν ἀνωτέρω, ὅτι ** οὐδεὶς ἁρπάζει αὐτὰ ἐκ τῆς χειρός μου,” δείκνυσι τὴν ἑαυτοῦ καὶ τοῦ Πατρὸς χεῖρα μίαν οὖσαν· διὰ τοῦτο νῦν λέγει, ὅτι ’* οὐδεὶς δύν-
ἄται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.”
γὰρ ἐρωτήσαντος αὐτοὺς τὴν αἰτίαν τῆς ἀγανακτήσεως, καὶ τῆς τῶν λίθων βολῆς, καὶ ὧν ἐποίησεν θαυμάτων ἀναμνήσαντος, ταύ-
τὴν ἔφασαν τὴν αἰτίαν εἶναι λέγοντες, ** περὶ καλοῦ ἔργου οὐ “λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι ἄνθρωπος ὣν, ’* ποιεῖς σεαυτὸν Θεόν.” Διὸ καὶ αὐτὸς οὐ μόνον οὐ
τὴν ὑπόνοιαν αὐτῶν καὶ εἶπεν, οὐ λέγω ε-ι’ναι Θεὸς, οὐδὲ ὁμοδύνα- μος, οὐδὲ ὁμοούσιος τῷ Πατρὶ, ἀλλὰ τοὐναντίον ποιεῖ, βεβαιῶν μᾶλλον τὴν ὑπόνοιαν αὐτῶν, καὶ ταῦτα ἀγριουμένων ἐκείνων. Φησὶ γὰρ, ’* οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ἐγὼ ε7πα θεοί ἐστε ; καὶ τὰ ἑξῆς . C) δὲ λέγει τοιοῦτόν ἐστι, εἰ οἱ χάριτι
τοῦτο λαβόντες οὐκ ἐγκαλοῦνται, θεοὺς ἑαυτοὺς καλοῦντες, πῶς ἐγὼ δικαίως ἐπιτιμῶμαι, ὁ τῇ φύσει τοῦτο ἔχων ; “Εἰ γὰρ οὐ ποιῶ, φησὶ, τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε.” Επειδὴ γὰρ τὴν οὐσίαν αὐτοῦ ἰδεῖν αὐτοὺς ἀμήχανον ἦν, ἀπὸ τῆς
τῶν ἔργων ἰσότητός τε καὶ ταὐτότητος ἀπόδειξιν τῆς κατὰ τὴν δύναμιν ἀπαραλλαξίας παρέχεται, ἵνα γνῶτε, φησὶ, καὶ πιστεύ- “ἤτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” τουτέστιν, οὐδὲν ἄλλο ἐγὼ, ἣ ὅπερ ὁ Πατὴρ μένων Υἱὸς, καὶ οὐδὲν ἄλλο ἐκεῖνος, ἣ ὅπερ ἐγὼ μένων Πατὴρ, κἂν ἐμὲ γνῷ τις, τὸν Πατέρα
ἔγνω, κἂν τὸν Πατέρα γνῷ, τὸν Τιον ἔμαθε.
συνέβη, εἶτα ὑπὸ τῶν Μακαββαίων ἐτράπησαν μὲν οἱ πολέμιοι, πάλιν ἡ πόλις ἀπέλαβε τὸ οἰκεῖον σχῆμα τῇ τοῦ Θεοῦ βοηθείᾳ, καθ’ ἣν ἀνέστη πάλιν ἡμέραν, ταύτην ἑκάστου ἔτους ἑορτάζοντες εἰς ὑπόμνησιν τῆς παρὰ πᾶσαν ἐλπίδα γεγενημένης διορθώσεως, ἐγκαίνια τῶν Ἱεροσολύμων ἐκάλουν τὴν ἡμέραν.
ἀπόλλυνται ; φημὶ, ὅτι ἁρπάσαι μὲν οὐδεὶς δύναται ἐκ τῆς ἀμάχου καὶ ἀηττήτου χειρὸς, τοὺς διὰ πίστεως ὀρθῆς καὶ πολιτείας ἀρίστης ἑαυτοὺς οἰκείους αὐτῆς εἶναι παρασκευάσαντας, ἀπατῆσαι δὲ δυνήσονται, τουτέστι, βίᾳ μὲν καὶ τυραννίδι ἀποσπάσαι οὐδεὶς δυνήσεται, παραλογισμοῖς δὲ καὶ ἀπάταις ἀποπλανῆσαι
δυνήσονται, ἀλλ’ οὐ παρὰ τὴν ἀήττητον δεξιὰν γίγνεται τοῦτο, ἀλλὰ παρὰ τὴν τῶν αὐτεξουσίων ἀνθρώπων ῥᾳθυμίαν. Οὐ γὰρ ἐκ τῆς τοῦ φυλάττοντος ἀσθενείας, ἀλλ’ ἐκ τῆς τῶν φυλαττομένων εὐχερείας ἡ ἀπώλεια συμβαίνει.
τῶν δὲ ἀλλοτρίων τὸ ἀπειθές. Ἐπειδὴ καὶ Ἰούδας εἷς ἦν τῶν δοθέντων τῷ Υἱῷ μετέπεσεν εἰς κακίαν, δείκνυνται οἱ ἄνθρωποι οὐ φύσει καὶ κατ’ οὐσίαν ὄντες κακοὶ, ἀλλ’ ἑκουσίως τρεπόμενοι.
ἡμᾶς μετριοφρονεῖν καὶ μὴ ἀλαζονεύεσθαι, ἐὰν λάβωμέν τι παρὰ Θεοῦ.
εἶναι δὲ δήπου αὐτοῖς ἐπακτὸν ἀνάγκῃ τὸ ἀξίωμα. εἷς γὰρ ὁ κατὰ φύσιν ὑπάρχει Θεὸς ἀναγκαίως, ἵνα μὴ αὐτὸς εἷς ἐκείνων ὑπάρχειν νομίζηται οὐσιώδη τὴν τῆς θεότητος περικείμενος δόξαν, προσπεπορισμένην δὲ μᾶλλον, ἐν ἴσῳ τοῖς ἄλλοις ἀντιδιαστέλλει σαφῶς ἑαυτὸν ἐκείνοις. τοσοῦτον γὰρ τῆς ἐκείνων πτωχείας
διενηνοχότα καταδεικνύει, ὡς ἐπείπερ γέγονεν αὐτὸς ἐν αὐτοῖς, διὰ ταύτην αὐτοὺς τὴν αἰτίαν κεκλῆσθαι θεούς. Αὐτὸς γάρ ἐστιν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρός. Εἰ δὲ καὶ ἐξήρκεσέ τισιν ἐν αὐτοῖς, γέγονεν ὁ Λόγος εἰς τὸ καὶ ἀνθρώπους ὄντας τῇ τῆς θεότητος καταλαμπρύνεσθαι τιμῇ, πῶς οὐκ ἂν εἴη κατὰ φύσιν Θεὸς ὁ
καὶ τοῖς ἄλλοις τὴν ἐπὶ τούτῳ προξενίσας φαιδρότητα.
ὁ τῆς φύσεως ὅρος, κἂν ἐν ἰδιαζούσαις ὑπάρξεσιν· οὐ μὴν τὴν Ἁγίαν Τριάδα· ὁ γὰρ Πατὴρ οὐκ ἔστιν Υἱὸς ἢ Πνεῦμα, μὴν τὸ ἀνάπαλιν, εἰ καὶ οὐκ ἔστιν ἐν διαστάσει, διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν τε καὶ ἰσότητα. Εἰ γὰρ καὶ ἐφ’ ἡμῶν ἡ τοῦ τεκόντος οὐσία γιγνώσκεται, καὶ ἐν τῷ τεχθέντι ὁ πατὴρ κατὰ
τὸν τῆς οὐσίας λόγον, ἀλλὰ τὸ κεχωρίσθαι ἡμᾶς τοῖς σώμασιν, οὐκέτι ἕν ἐσμεν οἱ πολλοί.
ἀπῆλθε πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων τὸ πρότερον. Διὰ τοῦτο δὲ τὸν τόπον ὁ Εὐαγγελιστὴς λέγει, ἵνα μάθωμεν ὅτι ἕνεκεν τούτου ἀπῆλθεν ἐκεῖ, ἀναμιμνήσκων αὐτοὺς τῶν ἐκεῖ γενομένων καὶ λεχθέντων τῶν παρὰ Ἰωάννου, καὶ τῆς αὐτοῦ μαρτυρίας τοῦ Ἰωάννου. ὅτι δὲ πολλοὺς ὤνησεν ἡ περὶ τὸν
τόπον διατριβὴ, ἐπήγαγεν ὁ Εὐαγγελιστὴς λέγων, “καὶ πολλοὶ “ἦλθον πρὸς αὐτὸν,” καὶ ἀναμνησθέντες τοῦ τόπου ἔλεγον, ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ ἐκείνῳ ἐπιστεύσαμεν, μηδὲν πεποιηκότες σημεῖον, πολλῷ μᾶλλον τούτῳ τοσαῦτα θαυματουργήσαντι. ἐπειδὴ δὲ αὐτὸς
ἦν ὁ μαρτυρήσας αὐτῷ, ἵνα μὴ διὰ τὸ πεποιηκέναι αὐτὸν σημεῖον, δόξῃ ἀνάξιον τὴν μαρτυρίαν ἀποφαίνειν τὴν περὶ τοῦ Χριστοῦ, ἐπήγαγον λέγοντες, “πάντα δὲ ὅσα εἶπεν ὁ Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν,” οὐκ ἔτι τοῦτον ἐξ ἐκείνου, ἀλλ’ ἐκεῖνον ἀφ’ ὧν ὁ Χριστὸς ἐποίησεν, ἀξιόπιστον ἀποφαίνοντες. Διὸ καὶ πολλοὶ,
φησιν, ἔκει ἐπίστευσαν εἰς αὐτὸν. τὸ ’δε ἔκει αυτόν.” το δὲ “ἐκεί” δηλοί, οτι πολλοὺς ὁ τόπος ἐκεῖνος ὠφέλησεν. Χρὴ δὲ καὶ τοῦτο σκοπῆσαι, ὅτι ἕνεκεν τούτου συνεχῶς ἐξάγει ὁ δεσπότης ἡμῶν Χριστὸς τοὺς ὄχλους ἐκ τῆς τῶν πονηρῶν ἀνθρώπων συνουσίας, πρὸς τὸ μέγα τι ἐκ τούτου καρπώσασθαι αὐτούς. Καθάπερ καὶ ἐπὶ τῆς παλαίας
ποιήσας φαίνεται, πόρρω τῶν Αἰγυπτίων ἐπὶ τῆς ἐρήμου τοὺς Ἰουδαίους διαπλάττων καὶ ῥυθμίζων ἐν ἅπασιν.
καταλιπὼν, ἵνα ὡς διὰ τύπου αἰνίξηται, ὡς καταλείψει μὲν τὴν Ἰουδαίαν, ἐπὶ δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν μεταβήσεται, τὴν ἔχουσαν τὰς πηγὰς τοῦ βαπτίσματος, ἔνθα καὶ προσέρχονται αὐτῷ πολλοὶ διαπεραινόμενοι τὸν Ἰορδάνην· τοῦτο γὰρ δηλοῖ τὸ ἐπέκεινα τοῦ αὐλίζεσθαι.
Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.