ΚΕΦ. Γ.
πολλὴν τὴν ἐπιμέλειαν τῆς τοῦ δεσποτικοῦ σώματος φαίνεται κηδείαν ποιούμενος. διέκειτο μὲν οὖν περὶ τὸν Χριστὸν, ἀλλ’ οὐχ ὡς ἐχρῆν. ἔτι γὰρ τῆς Ἰουδαϊκῆς εἴχετο ἀσθενείας· διὰ τοῦτο καὶ νυκτὸς ἦλθε δεδοικὼς ἐν ἡμέρᾳ τοῦτο ποιῆσαι. ἀλλ’ ὁ φιλάνθρωπος Χριστὸς οὐδὲ οὕτως αὐτὸν ἀπώσατο, οὐδὲ εἰπόντι ὅτι ἀπὸ Θεοῦ
ἐλήλυθε διδάσκαλος, διήλεγξεν αὐτὸν λέγων, τί οὖν νύκτωρ ἔρχῃ πρὸς τὸν τὰ τοῦ Θεοῦ λέγοντα, καὶ ἐκεῖθεν ἥκοντα; Δείκνυσι δὲ καὶ ἐκ τοῦ εἰπεῖν τὸν Νικόδημον, “ ὅτι οὐδεὶς. “ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν, ἃ σὺ ποιεῖς, ἐὰν μὴ ὁ Θεὸς “ ᾖ μετ’ αὐτοῦ,” ὅτι ἀνθρωπίνην περὶ αὐτοῦ τὴν διάνοιαν εἶχε, καὶ ὡς περὶ προφήτου διαλέγεται.
δόξαν τὴν προσήκουσαν λαβεῖν. Ἣν γὰρ νῦν ἔχεις δόξαν περὶ ἐμοῦ, οὐ πνευματική ἐστιν, ἀλλὰ ψυχικὴ, καὶ οὐ μόνος σὺ, ἀλλὰ κἂν ὅστις οὖν ἕτερος ᾖ τοιαῦτα περὶ ἐμοῦ δοξάζων, ἔξω τῆς βασιλείας ἐστί. Τὸ δὲ “ ἄνωθεν” ἐκ τοῦ οὐρανοῦ οὐ δηλοῖ. τινος ἕνεκεν εἶπεν. “ πῶς δύναται γεννηθῆναι ἄνθρωπος γέρων ὤν;“ἀπὸ
πολλῆς ἐκπλήξεως, ἀκούων μείζονα ἢ παρὰ ἀνθρώπου. Τὸ δὲ πῶς τοῦτο; τῶν μὴ σφόδρα πιστευόντων ἐστίν· ὅθεν καὶ καταγέλαστα τὰ ῥήματα φαίνονται. οὐδὲ γὰρ ἐνενόησε γέννησιν πνευματικὴν, ἀλλ’ εἰς τὴν σωματικὴν γαστέρα καθείλκυσε τῆς σαρκὸς τὸ μέγα δῆμα καὶ ὑψηλὸν, εἰπὼν, “ μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρος,
καὶ τὰ ἐξῆς.
Χριστὸς σαφέστερον ἀποκαλύπτει νῦν τῆς γεννήσεως τρόπον εἰπὼν, “ ἐὰν μὴ τὶς γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος.“ καὶ τὰ ἑξῆς. Ὁ γὰρ μήπω, φησὶ, λαβὼν τὸ δεσποτικὸν σύμβολον, τὸ τοῦ θανάτου φορεῖ ἔνδυμα, τὸ τῆς κατάρας, τὸ τῆς φθορᾶς. Εἰ γὰρ καὶ ὕδωρ ὑπόκειται, ἀλλὰ θεῖα ἐν αὐτῷ τελεῖται σύμβολα τάφου
νέκρωσις καὶ ἀνάστασις καὶ ζωή· καὶ ταῦτα ὁμοῦ γίνεται ἅπαντα. ἐπὶ πλεῖον δὲ αὐτὸν ἀπάγων τῶν αἰσθητῶν φησὶ, “ τὸ γεγενη- “ μένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, τὸ δὲ γεγενημένον ἐκ “ πνεύματος πνεῦμά ἐστι,” τοῦτ’ ἔστι πνευματικόν ἐστι· γέννησιν γὰρ ἐνταῦθα τὴν κατὰ τιμὴν καὶ χάριν λέγει.
Διὰ τι ειπεν αὐτῷ, μὴ θαυμάσῃς;” διὰ τὸ ἰδεῖν αὐτὸν ἔτι θορυβούμενον, διὸ καὶ ἐπ’ αἰσθητὸν ἄγει παράδειγμα τὸν λόγον μέσον σώματός τε καὶ ἀσωμάτων, λέγω δὴ τοῦ ἀνέμου τὴν φορὰν, εἰπὼν, “ τὸ πνεῦμα ὅπου θέλει πνεῖ.” τοῦτο δέ φησιν οὐχ ὡς προαίρεσιν τινὰ τοῦ ἀνέμου ἔχοντος, ἀλλὰ τὴν ἀπὸ φύσεως φορὰν,
υ d
τὴν ἀκώλυτον καὶ μετ’ ἐξουσίας γινομένην. “ καὶ τὴν φωνὴ, αὐτοῦ “ ἀκούεις, τουτέστι τὸν πάταγον. Τὸ δὲ “ οὐκ οὐκ πόθεν ἔρχε- “ τᾶι καὶ ποῦ ὑπάγει,” τὸ ἀκάθεκτον δηλοῖ τοῦ ἀνέμου, καὶ ὅτι διαχεῖται πανταχοῦ, καὶ ὁ κωλύων οὐδεὶς τῇδε κᾳκεῖσε φέρεσθαι. Διὰ δὲ τοῦ εἰπεῖν, “ οὕτως ἐστὶ πᾶς ὁ γεγενημένος ἐκ τοῦ
“ πνεύματος,” τὸ συμπέρασμα ἅπαν ἐδήλωσεν. Εἰ γὰρ τούτου φησὶ τοῦ πνεύματος, τουτέστι τοῦ ἀνέμου, οὗ τὴν αἴσθησιν δέχῃ τῇ ἀκοῇ, τὴν ὁρμὴν ἑρμηνεῦσαι οὐκ οἶδας, οὐδὲ τὴν ὁδὸν, πῶς τὴν ἀπὸ τοῦ Θείου Πνεύματος ἐνέργειαν περιεργάζῃ; καὶ εἰ ὅπου θέλει οὗτος ὁ ἄνεμος πνεῖ, πόσῳ μᾶλλον ἡ τοῦ Ἁγίου Πνεύματος χάρις
οὐ δυνήσεται νόμῳ φύσεως κατασχεθῆναι, οὐδὲ ὅροις σωματικῆς γεννήσεως; εἰ τοίνυν τὸν ἄνεμον οὐκ ἀσχάλλεις, φησὶν, ὅτι μὴ ὁρᾷς, οὐδὲ ἀπιστεῖς διὰ τοῦτο, τί δήποτε περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου ἀκούων ἰλιγγιᾷς, καὶ τοσαύτας ἀπαιτεῖς εὐθύνας; Διὰ δὲ τοῦ εἰπεῖν τὸν Νικόδημον, “ πῶς δύναται ταῦτα γενέσθαι;“μανθάνομεν
ἐπὶ τῆς Ἰουδαϊκῆς εὐτελείας αὐτὸν ἔτι ἐμμένοντα ταῦτα λέγειν. Διὰ τοῦ εἰπεῖν τὸν Χριστὸν, “ σὺ εἶ ὁ διδάσκαλος τοῦ “ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις;“δείκνυσιν αὐτὸν ἀπὸ ἀφελείας ταῦτα φθεγξάμενον. Εἰ γὰρ ἀναμνησθῇς, φησὶ, τὰ ἐν τῇ παλαιᾷ παράδοξα θαύματα γενόμενα, ἀπό τε τοῦ πρώτου ἀνθρώπου
πῶς ἐπλάσθη, καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἡ γυνὴ, τὰ ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρυθρᾷ, καὶ ἐν τῇ ἐρήμῳ, καὶ πῶς στεῖραι ἔτεκον, καὶ τὰ τούτοις ὅμοια, ὡς ὣν διδάσκαλος τοῦ Ἰσραὴλ, οὐδ’ ἃν καἰ περὶ ὧν λέγω νῦν ἀπιστήσῃς.
οὐκ ὄψιν αἰσθητὴν ἐμφῆναι βουλόμενος τοῦτό φησιν, ἀλλὰ τὴν ἀκριβῆ γέννησιν. τὸ δὲ “ οἴδαμεν” ἤτοι περὶ αὐτοῦ καὶ τοῦ Πατρὸς λέγει, ἣ περὶ ἑαυτοῦ μόνον.
“ ἐπίγεια εἶπον ὑμῖν,” τουτέστι περὶ τοῦ βαπτίσματος, καὶ τῆς κατὰ χάριν γεννήσεως, “ καὶ οὐκ ἐπιστεύσατε, πῶς ἐὰν εἴπω “ ὑμῖν τὰ ἐπουράνια,” τουτέστι, περὶ τῆς ἀπορρήτου καὶ ἀφάτου γεννήσεως πιστευσετε;
εἰρῆσθαι, τουτέστιν, εἰ ὑπόδειγμα ἀπὸ τῶν ἐπιγείων δέδωκα, καὶ οὐδὲ οὕτως ἐπείσθητε, πῶς δυνήσεσθε τὰ ἀνώτερα μαθεῖν; εἰ δὲ τὸ βάπτισμα ἐπίγειον ἐνταῦθα καλεῖ, διὰ τὸ ἐν τῇ γῇ τελεῖσθαι πρὸς ἁγιασμὸν τῶν ἐπὶ γῆς ὄντων ἀνθρώπων. Ἐπίγειος καλεῖται ἡ τοῦ λουτροῦ γέννησις, πρὸς σύγκρισιν τῆς γεννήσεως τοῦ Ἰησοῦ
τῆς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γενομένης. “ οὐδεὶς ἀναβέβηκεν “ εἰς τὸν οὐρανὸν,” καὶ τὰ ἑξῆς, ἵνα τὸν Νικόδημον διορθώσηται.
πάρειμι νυν·
οὐκ εἶπε δὲ, ὅτι μέλλω σταυροῦσθαι, ἀλλ’ ἐπὶ τὸν παλαιὸν τύπον παρέπεμψε τοὺς ἀκροατὰς εἰπὼν, “ καὶ καθὼς Μωϋσῆς ὕψωσε “ τὸν ὄφιν ἐν τῇ ἐρήμῳ.” πρῶτον μὲν ἵνα μάθωμεν, ὅτι συγγενῆ τὰ παλαιὰ τοῖς καινοῖς, καὶ οὐκ ἀλλότρια τούτων ἐκεῖνα· ἔπειτα ἵνα γνῶμεν, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται· πρὸς τούτοις δὲ
ἵνα λογιζώμεθα τοῦτο ἅπαντες, ὅτι εἰ πρὸς εἰκόνα χαλκῆν ὄφεως βλέποντες Ἰουδαῖοι διέφευγον θάνατον, πολλῷ μᾶλλον εἰς τὸν σταυρώμενον πιστεύοντες, μείζονος καταξιούμεθα σωτηρίας. Προειπὼν τοίνυν τὴν μεγίστην εἰς ἀνθρώπους γεγενημένην διὰ τοῦ βαπτίσματος εὐεργεσίαν, ἐπήγαγε καὶ τὴν ταύτης αἰτίαν, τὴν
διὰ· του σταύρου.
ὥσπερ καὶ ἀπὸ τῆς θεότητος ὅλον ἑαυτὸν καλεῖ. Τοῦ αὐτοῦ. Ὥσπερ ὁ χαλκοῦς ὄφις οὐκ ἦν τὸ ἰοβόλον θηρίον, ἀλλ’ ὁμοίωμα τοῦ ἰοβόλου, οὕτω καὶ ἡ σὰρξ τοῦ Κυρίου, σὰρξ μὲν ἦν κατὰ ἀλήθειαν, οὐ μὴν σὰρξ ἁμαρτίας, ἀλλ’ ὁμοίωμα σαρκὸς ἁμαρτίας.
μέλλω ὑψοῦσθαι, ἵνα σωθῆτε ὑμεῖς· καὶ γὰρ τῷ Πατρὶ τοῦτο δοκεῖ, καὶ οὕτως ὑμᾶς ἠγάπησεν, ὡς ὑπὲρ τῶν δούλων δοῦναι τὸν Υἱὸν, καὶ δούλων ἀγνωμόνων καίτοι οὐκ ἄν τις οὐδὲ ὑπὲρ φίλου τοῦτο ποιήσειεν.
εὐδόκησεν, ἵνα πάντες οἱ διὰ πίστεως εἰς αὐτὸν ὁρῶντες, ἀπαλλάττωνται τῆς τῶν πνευματικῶν ὄφεων βλάβης, καὶ ζωὴν αἰώνιον ἔχωσι· ζωὴ δὲ αἰώνιος οὐκ ἐστιν ἡ κοινὴ, ἥτις καὶ ἑτέροις ζώοις ὑπάρχει, ἀλλ’ ἐκ πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ἐγγιγνομένη. Τὸ δὲ “ ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται,” καὶ τὰ
ἑξῆς, δηλοῖ τὴν ἐκ τοῦ σταυροῦ σωτηρίαν, ὅτι οἱ μὲν πρὸς τὸν τύπον, ἤγουν τὸν χαλκοῦν ὄφιν, τότε βλέποντες Ἰουδαῖοι, τὸν πρόσκαιρον διέφευγον θάνατον, οἱ δὲ πρὸς τὴν ἀλήθειαν, τουτέστι τὸν σταυρὸν νῦν ὁρῶντες πιστοὶ, τὸν αἰώνιον διαφεύγωμεν θάνατον· καὶ τότε μὲν δήγματα ὄφεων ἰᾶτο ὁ κρεμάμενος ὄφις, ἐνταῦθα δὲ
νῦν τοῦ νοητοῦ δράκοντος θεραπεύει τὰς πληγὰς ἐκ τῶν πιστῶν σταυρωθεὶς ὁ Χριστός.
αἰώνιον. καὶ ἐπειδὴ δύο εἰσὶν αἱ χριστοῦ παρουσίαι, ἡ ἤδη γεγενημένη, καὶ ἡ μέλλουσα, περὶ τῆς προτέρας νῦν λέγει, ὅτι “ οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, “ἀλλ’ ἵνα σώσῃ τὸν κόσμον.” ἐν γὰρ τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ ἐπὶ τὸ κρῖναι παραγίγνεται, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ
ἔργα αὐτοῦ·
καὶ κληρονόμος τοῦ Πατρὸς, μετασκευάζω τὸν καταδικάζοντα νόμον εἰς δικαιοῦσαν χάριν.
οὐχ ὡς ὁ Μωϋσέως νόμος ἦλθε κατακρῖναι τὸν κόσμον, ἀλλὰ σώσαι.
“ ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται·” πλὴν ἐνταῦθα ἐκεῖνο φησὶν, ὅτι κατ’ αὐτὸ τοῦτο οὐ κρίνεται, ἀλλὰ τῶν μὲν πονηρῶν ἔργων χαλεπωτέραν δώσει δίκην, ἀπιστίας δὲ ἕνεκεν οὐ κολάζεται διὰ τὸ πιστεῦσαι ἅπαξ.
καλεῖσθαι πρὸς κρίσιν, τῷ δὲ ἀπειθοῦντι κόλασιν· εἰς τὴν αὐτὴν κ αἰ μίαν δι’ ἀμφοῖν ἀναφέρων ὁδὸν, καὶ τοὺς μὲν ἐφέσει τῇ περὶ τὴν χάριν, τοὺς δὲ φόβῳ τοῦ παθεῖν, ἐπὶ τὸ πιστεύειν εἶναι προθύμως συγκαλῶν.
εἰς τὸν Χριστὸν κατάκριτός ἐστι τῇ κολάσει ἀποδοθησόμενος· οὐκοῦν οὔτε ἄγονται οὗτοι εἰς κρίσιν ὡς ἤδη κατακριθέντες· οὕτω καὶ ἐπὶ τοῦ διαβόλου νοητέον, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται, οὐ μόνον ὅτι αὐτὸς οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ ἐπείρασε τὸν Κύριον, καὶ εἰς τὸν Ἰούδαν εἰσῆλθεν, ἵνα παραδῷ αὐτὸν εἰς
θάνατον. “ ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται.” πῶς; ὅτι αὐτὸ τὸ ἀπιστεῖν κόλασίς ἐστι· τὸ γὰρ ἐκτὸς εἰναι τοῦ φωτὸς, καὶ κατὰ τοῦτο μεγίστην ἔχει τὴν τιμωρίαν· ἣ τὸ μέλλον προαναφωνεῖ· καθάπερ γὰρ ὁ φονεύσας, κἂν μὴ τῇ ψήφῳ τοῦ κρίνοντος κατα- δικασθῇ, τῇ τοῦ πράγματος καταδεδίκασται φύσει, οὕτω καὶ ὁ
ἄπιστος. καὶ ὁ Ἀδὰμ δὲ ἡ ἡμέρᾳ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε, καὶ τοίγε ἔζη, ἀλλὰ τῇ ἀποφάσει καὶ τῇ τοῦ πράγματος φύσει τεθνηκὼς ἦν. Ἀποστερεῖ δὲ αὐτοὺς καὶ ἀπολογίας πάσης διὰ τοῦ “ ὅτι ἦλθε τὸ φῶς εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἀνθρω- “ ποι μᾶλλον τὸ σκότος.” τίς οὖν τὸν μὴ βουλόμενον ἀπὸ σκότους
φωτὶ προσελθεῖν ἐλεήσειεν ἄν;
πεπλασμένης ἀπολογίας φυγαδευομένοις, κρίσις ἔσται ἐξεταστικὴ τῶν πρακτέων καὶ τοῦ φρονήματος ἐξ ἑκάστου ἀποδεχθῆναι· καὶ βασιλείας Θεοῦ τυχεῖν τοὺς ἀγαπήσαντας τὸ φῶς, ὡς ἐκ τῆς πρὸς αὐτὸ ἀγάπης φῶς καὶ αὐτοὺς γεγενημένους δι’ ἔργων ἀγαθῶν καὶ φρονήματος ἀληθοῦς μισῆσαι τὸ σκότος, τοῦτο δὲ ἐστὶν, ἡ
κακία καὶ ἡ εὐσέβεια· τοὺς δὲ ἀποστραφέντας τὴν ἀρετὴν καὶ τὸν ταύτης πάροχον Θεὸν κολάσεων αἰωνίων πειρασθήσεσθαι· ἐπεί- περ σπουδάζοντες ἔχειν ἔργα πονηρὰ, ἐμίσησαν τὸ φῶς διὰ φανε- ρώσεως ἐλέγχων αὐτῶν τὰ φαῦλα.
φωτὸς, τίθησι καὶ τὴν αἰτίαν, ἀφ’ ἧς τοῦτο ἔπαθον, λέγει “ ἦν “γὰρ αὐτῶν,” φησὶ, “ πονηρὰ τὰ ἔργα” καὶ τὰ ἑξῆς. γὰρ ὁ Χριστιανισμὸς μετὰ τῆς τῶν δογμάτων ὀρθότητος, καὶ πολιτείαν ὑγιαίνουσαν ἀπαιτεῖ, αὐτοὶ δὲ βούλονται ἀεὶ ἐγκαλινδεῖσθαι τῷ τῆς ἁμαρτίας βορβόρῳ, διὰ τοῦτο οὐκ ἠθέλησαν οἱ τὰ
φαῦλα πράσσοντες μεταθέσθαι πρὸς τὸ σώφρον b τοῦ Χριστιανισμοῦ, καὶ τοῖς νόμοις, φησὶν, ὑποβαλεῖν τοῖς ἐμοῖς. Χρὴ δὲ σκοπῆσαι, πῶς ἀποστερεῖ αὐτοὺς πάσης ἀπολογίας τὸ φῶς, ἐλθὼν πρὸς αὐτοὺς, καὶ οὐδὲ οὕτω προσέδραμον αὐτῷ, ἀλλ’ ἐκεῖνος “ ὁ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς” ὁ τῷ Χριστιανισμῷ 5
προστρέχων δηλονότι, δηλονότι, “ ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν τῷ “ Θεῷ ἐστιν εἰγασμένα.” καὶ γὰρ ὁ τοιοῦτος μετὰ τοῦ πιστεύειν ὀρθῶς καὶ πολιτείαν ὀρθὴν κατορθοῖ.
φαῦλα πράσσοντες εἰσὶν, οἶδα κἀγὼ, εἰ δὲ καὶ Ἕλληνες βιοῦντες, τοῦτο οὐκ οἶδα σαφῶς. Μῆ γάρ μοι τὰς ἀπὸ φύσεως εἴπῃς ἐπιεικεῖς καὶ κοσμίους, οὐ γάρ ἐστι τοῦτο ἀρετή. ἀλλ’ εἰπὲ πολλὴν ὑπομένοντα ἀπὸ τοῦ παθεῖν βίαν καὶ φιλοσοφοῦντα, ἀλλ’ οὐκ ἃν ἔχοις. Εἰ γὰρ βασιλείας ἐπαγγελία καὶ γεέννης ἀπειλὴ,
καὶ ἄλλη ἐπιμέλεια, μόλις κατέχει τοὺς ἀνθρώπους ἐν ἀρετῇ, σχολή γε ἃν οἱ περὶ μηδενὸς τούτων πεπεισμένοι μετήλυθον ἀρετήν· εἴ τινες ὑποκρίνονται δόξης ἕνεκεν τοῦτο ποιοῦσιν· ὁ δὲ δόξης ἕνεκα τοῦτο ποιῶν ὅταν ἐξῇ, οὐ φείσεται τοῦ χαρίσασθαι ταῖς ἐπιθυμίαις ταῖς πονηραῖς.
Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.