ΚΕΦ. Β.
ἡμερῶν τοῦ Πάσχα ἐβαπτίσατο. Ἀνελὼν δὲ εἰς τὰ Ἱεροσόλυμα ποιεῖ πρᾶγμα πολλῆς αὐθεντείας γέμον· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, ὅτι “ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βοῦς καὶ πρόβατα” καὶ τὰ ἑξῆς. καὶ οὗτος μὲν ὁ Εὐαγγελιστής φησιν, ὅτι ἐκβάλλων τοὺς καπήλους καὶ ἐκείνους καὶ τοὺς ἐκεῖ διατρίβοντας, ἔλεγε πρὸς
αὐτοὺς, “ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου·” ἕτερος δὲ Εὐαγγελιστὴς “ σπήλαιον λῃστῶν,” ὅθεν ζητητέον εἰ κατὰ τὸν 1 αὐτὸν καιρὸν ἀμφότερα γέγονεν, ἀλλ’ οὐκ ἔστιν. ἐκεῖ μὲν γὰρ πρὸς αὐτὸ τὸ πάθος ἐλθὼν τοῦτο ποιεῖ· διὸ καὶ σφοδρότερον τοῖς λόγοις χρώμενος “ σπήλαιον λῃστῶν” ἐκάλεσεν· ἐνταῦθα δὲ ἐν προοιμίοις ὣν τῶν σημείων, ὑφειμένως τῇ ἐπιτιμήσει κέχρηται· ὅθεν εἰκὸς δεύτερον τοῦτο γεγενῆσθαι.
ἐπιδειξάμενος ὑπὲρ τοῦ οἴκου, τὸν τοῦ οἴκου δεσπότην ἠθέτησε· καὶ οὐδὲ ἁπλῶς ἐξέβαλεν, ἀλλὰ παρακεκινδυνευμένως· καὶ γὰρ τὰς τραπέζας ἀνέτρεψε, καὶ τὸ ἀργύριον ἐξέχυσεν· οὐκ ἃν οὖν ὁ εἰς κινδύνους ῥίπτων ἑαυτὸν ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου, τοῦ δεσπότου τοῦ οἴκου κατεφρόνησε· καὶ οὐδὲ εἶπεν ἁπλῶς τὸν οἶκον
τὸν ἅγιον, ἀλλὰ “ τὸν οἶκον τοῦ Πατρός μου.”
ἐκβάλλειν ὑπὲρ τοῦ οἴκου τοῦ Θεοῦ, μέγιστον σημεῖον ἦν ἀρετῆς· καὶ εἰ μὲν εὐγνωμόνως διέκειντο, ὡς οἱ μαθηταὶ, εὐθέως ἃν ἐμνήθησαν τὸ “ ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεται με·” ὡς δὲ τῆς ἀληθείας ἀμέτοχοι, σημεῖον ἐπεζήτουν· ὅθεν φησὶ πρὸς αὐτοὺς, “ λύσατε τὸν ναὸν τοῦτον” καὶ τὰ ἑξῆς.
ἐπέμφθης. Διὰ τοῦτο εἶπεν ὅτι “ λύσατε τὸν ναὸν τοῦτον,” ἵνα δείξῃ ὅτι προγινώσκει τὰ μετὰ ταῦτα ἐσόμενα. Εἰ γὰρ καὶ τότε μὲν ἠπόρουν τὸ τι ἃν εἴη τοῦτο, οἱ δὲ ἀμφέβαλλον, ἀλλ’ ὕστερον ἐπέγνωσαν μετὰ τὴν ἀνάστασιν.
“ τὸν ναὸν τοῦτον,” εἰπὼν, ἀλλ’ ἐπείπερ ᾔδει δράσοντας ἀνυπερθέτως αὐτὸ, τὸ συμβησόμενον ὑπαινίττεται.
αὐτὸν ἐκ νεκρῶν ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ ἔλεγεν, ἐπειδὴ τότε δύο ἦν αὐτοῖς τὰ προιστάμενα τέως, ἓν μὲν τὸ τῆς ἀναστάσεως, ἕτερον δὲ τὸ τούτου μεῖζον, εἰ Θεὸς ἦν ὁ ἐνοικῶν· ἅπερ ἀμφότερα ἠνίξατο εἰπὼν, “ λύσατε καὶ ἐγερῶ.”
δείκνυσιν ἡ ἐπαγωγή· φησὶ γὰρ, “ αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ “ ἐπίστευεν ἑαυτὸν αὐτοῖς,” καὶ τὰ ἑξῆς. Ὡς γὰρ ἐμβατεύων ταῖς καρδίαις, τὴν πρόσκαιρον αὐτῶν θερμότητα εἰδὼς σαφῶς, οὐκ ἐθάρρει αὐτοῖς, οὐδὲ ἐνεχείριζε πάντα τὰ δόγματα ὡς ἤδη πιστοῖς γενομένοις.
Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.