ΚΕΦ. Δ.
καὶ τὴν ἀπὸ τῶν θαυμάτων ὠφέλειαν, μετὰ δὲ τὸ λυθῆναι τὰς ἑορτὰς, ἐπὶ τὸν Τορδάνην ἤρχετο ἐπειδὴ δὲ ἐνταῦθα πολλοὶ συνέ- τρεχον, τοὺς δὲ πολυοχλοῦντας ἀεὶ κατελάμβανε τόπους, οὐκ ἐπιδεικνύμενος οὐδὲ φιλοτιμούμενος, ἀλλὰ πλείοσι τὴν παρ’ ἑαυτοῦ παρέχειν ὠφέλειαν σπουδάζων.
δὲ τοῦτο οἱ μαθηταὶ, βουλόμενοι πολλοὺς προσαγαγεῖν τῇ σωτη- ριώδει διδασκαλίᾳ.
“ βαπτίζων ἐν Αἰνὼν” κ. τ. ἑ. καὶ μέχρι τῆς εἰς τὸ δεσμωτήριον κατακλείσεως τοῦτο ἐποίει. Τὸ γὰρ εἰπεῖν “ οὔπω ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης, δηλοῦντός ἐστι c ὅτι ἕως τότε οὐκ ἐπαύσατο βαπτίζων. τίνος οὖν ἕνεκεν ἕως τότε ἐβάπτιζεν; ἵνα τοὺς ἑαυτοῦ μαθητὰς εἰς πλείονα ζῆλον ἀναγάγῃ, καὶ φιλονεικωτέρους
ἐργάσηται· μυριάκις βοῶν, καὶ τῶν πρωτείων ἀεὶ τῷ Χριστῷ παραχωρῶν, οὐκ ἔπεισεν αὐτοὺς αὐτῷ προσδραμεῖν, εἰ καὶ μὴ τοῦτο ἐποίει, πολλῷ μᾶλλον ἂν ἐποίησε. Διὰ τοῦτο δὲ καὶ ὁ Χριστὸς τότε μάλιστα ἤρξατο κηρύττειν, ὅτε ἐκ ποδῶν ὁ Ἰωάννης ἐγένετο. οἱ μὲν δὲ ὅτι καὶ διὰ τοῦτο συγχωρηθῆναι τὴν τελευτὴν
Ἰωάννου ταχίστην αὐτῶν γενέσθαι, ὥστε πᾶσαν τοῦ πλήθους τὴν διάθεσιν ἐπὶ τὸν Χριστὸν μετελθεῖν, καὶ μηκέτι ταῖς τῶν ἀμφοτέρων αὐτοὺς σχίζεσθαι γνώμαις.
τῆς ἐκ τοῦ Πνεύματος χάριτος ἄμοιρα ἦν, καὶ αἰτία μία ἀμφοτέρως ἦν τοῦ βαπτίζειν, τὸ τῷ Χριστῷ προσάγειν τοὺς βαπτιζομένους.
ἣν εἶχον ἀεὶ πρὸς τοὺς τοῦ Χριστοῦ μαθητὰς πρὸς αὐτόν τε τὸν Χριστὸν, ὡς τοῦ παρ’ αὐτῶν βαπτίσματος πλέον τι τῶν τοῦ Χριστοῦ μαθητῶν ἔχοντος· τοῦτο γὰρ πρὸς τὸν Ἰουδαῖον διελέγοντο. ὅτι γὰρ τοῦτό ἐστι, τὰ ἑξῆς δηλοῖ. “ Ἦλθον γάρ’ φησὶ, “ πρὸς 2 “ τὸν Ἰωάννην καὶ λέγουσι, ῥαββὶ, καὶ τὰ ἑξῆς. ὃς ἢν μετὰ σοῦ, τουτέστιν. ὃς τάξιν εἶχε μαθητοῦ, ἀποσχίσας βαπτίζει. “ ᾧ σὺ “μεμαρτύρηκας,” ἀντὶ τοῦ, ὃν σὺ ἐβάπτισας, ὃν σὺ ἐποίησας καὶ περίβλεπτον, τὰ αὐτὰ σοὶ τολμᾷ. Οὐ τοῦτο δὲ μόνον ᾤοντο παρακνίζειν τὸν διδάσκαλον, τουτέστι τὸν βαπτιστὴν,
ἀλλὰ καὶ τὸ αὐτὸν παρευδοκιμεῖσθαι λοιπόν· “ πάντες γὰρ ἔα.. “ τᾶι πρὸς αὐτόν.” θέλων δὲ τέως καταπλῆξαι καὶ φοβῆσαι αὐτοὺς, καὶ δεῖξαι ὅτι οὐχ ἑτέρως ἀλλ’ ἢ τῷ Θεῷ πολεμοῦσιν, αὐτῷ πολεμοῦντες, ἀποκριθεὶς εἶπεν αὐτοῖς, “ οὐ δύναται ἄνθρωπος “ λαμβάνειν ἀφ’ ἑαυτοῦ οὐδέν’ καὶ τὰ ἑξῆς.
δὲ λαμπρότερα τὰ ἐκείνου, καὶ πάντες πρὸς αὐτὸν ἔρχονται, οὐ θαυμάζειν χρὴ, τοιαῦτα γὰρ τὰ θεῖα. Τὸ δὲ, “ αὐτοὶ ὑμεῖς μοι “ μαρτυρεῖτε, καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι εἰ ὅλως ἔχεσθέ, φησι, τῆς ἐμῆς μαρτυρίας, καὶ ἀληθῆ ταύτην ἡγεῖσθε, μάθετε ὅτι διὰ ταύτην μάλιστα οὐκ ἐμὲ ἐκείνου, ἀλλ’ ἐκεῖνον ἐμοῦ προτιμᾷν χρή.
καὶ γὰρ εἰ μὴ προσῆλθεν ἡ νύμφη, τουτέστι ὁ λαὸς, ἤγουν ἡ Ἐκκλησίας, τῷ νυμφίῳ Χριστῷ, τότε ἃν ἤλγησα, νῦν δὲ τούτου γενομένου, ὡς φίλος χαρᾷ χαίρων διὰ τὸ ἐκ τῆς φωνῆς τοῦ νυμφίου τὴν νύμφην ἐπιγνῶναι αὐτόν. οὕτω γὰρ ἡ Ἐκκλησία διὰ τῆς διδασκαλίας ἁρμόζεται τῷ Θεῷ.
ὁ Χριστὸς τὴν Ἐκκλησίαν ἀναγεννηθεῖσαν· ἡ δὲ συζυγία αὕτη ἡ πνευματικὴ διὰ τοῦ διδασκαλικοῦ λόγου συνάπτει Θεῷ· παρθένος ἐστὶ καὶ ἁγνὴ καὶ νύμφη διὰ τὴν τῶν δογμάτων ὀρθότητα, ἡ αὐτὴ καὶ γυνή ἐστι τοῦ Χριστοῦ, ὡς ἀγαθὰς γεννῶσα πράξεις, 3 οὐκ ἀφ’ ἑαυτῆς, ἀλλὰ διὰ τοῦ ἐνσπείροντος ἐν αὐτῇ Χριστοῦ, ἧς οὐδεὶς τῶν γεννητῶν δύναται εἶναι νυμφίος, ἐπείπερ πρωτοτύπως e οὐδεὶς αὐτῶν ἐστι δοτὴρ ἀγαθῶν. Πᾶσα οὖν λογικὴ φύσις Ἀγγέλων τε καὶ ἀνθρώπων νύμφη εἰσιν.
νυμφὼν ὁ τόπος τοῦ βαπτίσματος, ἔνθα γίνεται ἡ πνευματικὴ συνάφεια, ἐπειδὴ πάντα φαιδρὰ καὶ χαρᾶς ἀνάμεστα καἰ εὐφροσύνης Τί γὰρ μακαριώτερον τοῦ καθαρισθῆναι ἁμαρτιῶν καὶ κολληθῆναι Θεῷ, καὶ κοινωνὸν γενέσθαι θείας φύσεως διὰ τῆς τοῦ Ἁγίου Πνεύματος μετουσίας; ταῦτα γὰρ ὁ ἀρραβών· τὰ δὲ
τελειώτερα ἐν τῷ μέλλοντι, ὅτε πάλιν εἰσελθὼν ὁ νυμφίος εἰσάγει σὺν αὐτῷ τὰς παρθένους ψυχάς.
ἑωσφόρου ὁ Ἰωάννης ὑπὸ τοῦ νοητοῦ ἡλίου σκέπεται.
Ὁ Χριστὸς ὡς Θεὸς ἐπὶ πλεῖον αὔξει φανερούμενος· ἐμὲ δὲ δεῖ μένειν ἐν οἷς εἰμι. Τί σημαίνει ὅπερ εἶπεν, “ ὁ ἄνωθεν ἐρχό- “ μένος ἐπάνω πάντων ἐστί;” τὴν ὑπερβάλλουσαν δόξης ὑπεροχὴν, καὶ ὅτι οὐδενὸς δεῖταί ποτε, ἀλλ’ ἀρκῶν ἐστιν ἑαυτῷ.
ταῦτα δὲ περὶ τοῦ Χριστοῦ ἔλεγε. Τὸ μηδὲ ἐκ τῆς γῆς ὄντα καὶ λαλοῦντα ἑαυτόν φησιν, οὐχ ὅτι δὲ ἐπίγεια ἐφθέγγετο, διὰ τοῦτο εἶπεν ἑαυτὸν ἐκ τῆς γῆς λαλεῖν, ἀλλὰ πρὸς τὴν τοῦ Χριστοῦ διδασκαλίαν παραβάλλων ἑαυτὸν, εὐτελῆ καὶ ταπεινὰ καὶ μικρὰ ταῦτα ἐλογίζετο.
ἀλλ’ ὡς πάντων ἐξῃρημένος καὶ τοῖς πᾶσι θεοπρεπῶς ἐποχούμενος ὁ ἄνωθεν ἐρχόμενος, τουτέστιν ὁ τῆς ἄνωθεν ῥίζης ἐκπεφυκὼς, τὴν πατρῴαν ἐφ’ ἑαυτῷ φυσικῶς ἀποσώζων εὐφυίαν, τὸ ἐπάνω πάντων ὑπάρχειν ὁμολογουμένως κεκτήσεται· ἦν γὰρ δὴ 4 καὶ ἀμήχανον, μὴ οὐχὶ πάντως τοιοῦτον ὁρᾶσθαι τὸν Υἱὸν, ὁποῖός περ ἂν νοοῖτο, καὶ κατὰ τὴν ἀξίαν ὁ γεννήσας αὐτόν. Ἀνθρωπινώτερον λαλεῖ διὰ τὴν σάρκα· τῇ γὰρ φύσει παντέλειος ὢν, πάντα ἀφ’ ἑαυτοῦ οἶδεν.
μαρτυρούσας περὶ Χριστοῦ, οὐκ ἠρεύνουν δὲ αὐτὰς Ἰουδαῖοι ὡς δεῖ, οὐδεὶς τῶν ἀνεξετάστως ταῖς γραφαῖς ἐντυγχανόντων ἐλάμβανε τὴν περὶ αὐτοῦ μαρτυρίαν, μόνου καὶ παντὸς τοῦ δυναμένου εἰπεῖν, “ ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκα- “ μὲν Ἱησοῦν·” λαμβάνοντος τὴν περὶ αὐτοῦ μαρτυρίαν καὶ σφραγίζοντος
“ ὅτι ὁ Θεὸς ἀληθής ἐστι,” προσεπαγγειλάμενος τὸ Εὐαγγέλιον διὰ τῶν προφητῶν ἐν γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ.
ἐνέργειαν τοῦ Πνεύματος ἐλάβομεν, αὐτὸς δὲ οὐχ οὕτως, ἀλλὰ ἀμέτρητον ἔχει καὶ ὁλόκληρον πᾶσαν τὴν ἐνέργειαν.
ὁ Υἱὸς οὐσιωδῶς, οὐ μὴν ἐκ μέρους ὡς κτίσμα. Διὸ καὶ αὐτὸς αὐτὸ δίδωσιν, οἱ δὲ ἅγιοι διὰ ἱκεσίας ποιοῦσι τὸν Χριστὸν δι’ αὐτῶν ἐπιχορηγῆσαι τὸ Πνεῦμα.
τινὸς θαυμαστοῦ, ὅθεν ἐπὶ τὸ ταπεινότερον ἄγει τὸν λόγον, ἐν τῷ εἰπεῖν “ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ·” τοῦτο δὲ ποιεῖ εὐπαράδεκτον κατασκευάζων τὸν λόγον. Εἶτα δὲ καὶ αἰώνιον ἔχειν ζωὴν τὸν εἰς τὸν Υἱὸν πιστεύοντα διαμαρτύρεται· τὸν δὲ ἀπειθοῦντα αὐτῷ ἐκπίπτειν αὐτῆς, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ μένειν ἐπ’ αὐτόν.
Ἀμμωνίου πρεσβυτέρου. τότε πληροῦται τοῦτο, ὅτε κατὰ τὸν τῆς δευτέρας παρουσίας καιρὸν, πᾶν γόνυ αὐτῷ κάμπτει ἀποβαλόντων ἣν ἔχουσι κακίαν. χεῖρα ὧδε τὴν δύναμιν καλεῖ, ἣν ἔχει ὁ υἱὸς φυσικῶς καὶ οὐ μεταληπτῶς.
“ γὰρ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν·” εἰσοικίζεται δὲ πάντως ἡμῶν τῆς πίστεως, καὶ κατοικεῖ διὰ τοῦ Ἁγίου Πνεύματος. Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν τῶν ἁγίων ζωὴν, περὶ ἧς καὶ ὁ ψαλμῳδός φησι, “ τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν “ ἡμέραν ἱδεῖν ἀγαθήν;” καὶ ὁ Παῦλος δέ φησι πρὸς τοὺς τῇ
κακίᾳ νενεκρωμένους· “ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυ- “ πται ἐν τῷ Θεῷ σὺν τῷ Χριστῷ. ὅταν ὁ Χριστὸς φανερωθῇ, “ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς φανερωθήσεσθε ἐν δόξῃ.” οὐκ εἶπε δὲ, μένει αὐτὸν, ἀλλ’ ἐπ’ αὐτὸν, δεικνὺς ὅτι οὐδέποτε αὐτοῦ ἀποστήσεται· ἵνα γὰρ μὴ νομίσῃ τις θάνατον εἶναι πρὸς καιρὸν τὸ οὐκ
ὄψεται ζωὴν, ἀλλ’ ἵνα πιστεύσῃ ὅτι διηνεκῶς ἐστιν εἰς τὴν κόλασιν τοῦτο τέθεικε, διὰ τούτων αὐτοῦ τῶν ῥημάτων ὠθῶν πρὸς τὸν Χριστὸν, οὐκ αὐτοὺς δὲ μόνον, ἀλλὰ καὶ πάντας· καὶ γὰρ καθολικὴν ἐποιήσατο τὴν παραίνεσιν. αὐτὸς μὲν ὁ Χριστὸς οὐκ ἐβάπτιζεν, οἱ δὲ ἀπαγγέλλοντες βουλόμενοι διεγεῖραι τοὺς ἀκούοντας
εἰς φθόνον τοῦτο ἀπήγγελλον, αὐτὸς δὲ ἀνεχώρει, οὐ δειλίας χάριν, ἀλλ’ ἐκκόπτων αὐτῶν τὴν βασκανίαν καὶ παραμυθούμενος τὸν φθόνον· δυνατὸς μὲν γὰρ ἦν, καὶ ἐπελθόντας ἐπισχεῖν, ἀλλ’ οὐκ ἠβούλετο συνεχῶς τοῦτο ποιεῖν, ὥστε μὴ ἀπιστεῖσθαι τῆς σαρκὸς τὴν οἰκονομίαν.
Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.