ΚΕΦ. Η.
πλὴν ὅτι κἀς ἕνα τῶν ἁγίων, καὶ ἐν τάξει προφητῶν παρελθεῖν εἰς μέσον. Διὰ τοῦτο ἵνα μείζονα τὴν περὶ αὐτοῦ δόξαν καὶ ὑπόνοιαν ἔχωσι, τὸ προφητικὸν ἀναβαίνει μέτρον· οὐδὲ γὰρ εἴρηκέ ποτε τάδε λογικῶς a, ἀλλ’ ὥστε νομικῶς τὰ ὑπὲρ νόμου ἐλάλει, καὶ μετ’ ἐξουσίας τῆς θεοπρεποῦς τοῖς ἀκαθάρτοις ἐπετίμα
πνεύμασιν.
οἷον ἀντὶ χάριτος διδόντα χάριν· ἀλλ’ οὐκ ἐπιτεύξεται δόλιος θήρας, Θεὸς γὰρ οὐ μυκτηρίζεται, ἀποφράττει δὲ μᾶλλον τὴν ἀκάθαρτον αὐτοῦ γλῶτταν ὁ Κύριος, καὶ προστάσσει τοῦ ἔχοντος αὐτὸν ἀποφοιτᾷν.
Κύριος συνεχώρησεν; ἐπειδὴ γὰρ ἐλάλει ὡς νήφων καὶ ἐφθέγγετο ὡς καθεστηκὼς, διὰ τὸ τὰ ῥήματα εἶναι τοῦ δαίμονος, ἡ δὲ γλῶττα τοῦ ἀνθρώπου, καὶ ἐνόμιζον οἱ ἄνθρωποι ὅτι οὐχ ὡς ἐν δαιμονίῳ πονηρῷ ἐφθέγγετο, ἀλλ’ ἐκ τῆς καρδίας αὐτοῦ ἐλάλει, συνεχώ- ρησεν αὐτῷ ῥίψαι τὸν ἄνδρα, ἵνα δῆλον γένηται, ὅτι τὸ δαιμόνιον
ἐστὶ τὸ λαλῆσαν.
μέχρις ἐπιχειρημάτων, συγκεχώρηκε προσελθεῖν τὰ καθ’ ἑαυτοῦ τολμήματα. Διεξίει γὰρ διὰ μέσου αὐτῶν, οὐδὲν ὅσον εἰπεῖν τινα θέμενος τῆς ἐπιβουλῆς αὐτῶν.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.