ΚΕΦ. Θ.
τῶν μαθητῶν, ἀνθρώπῳ πένητι καὶ ἀσήμῳ κατὰ τὸν βίον, ὁ τὴν ἑκούσιον δι’ ἡμᾶς ὑπομείνας πτωχείαν, ἵν ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ μάθωμεν τοῖς ταπεινοῖς συνεπάγεσθαι καὶ μὴ κατεπάρεσθαι τῶν ἐν ἐνδείᾳ καὶ θλίψει. ὑποδεξόμεθα τοίνυν καὶ ἡμεῖς τὸν Ἰησοῦν. ὅταν γὰρ εἰσβάλῃ καὶ ἐν ἡμῖν ἔχωμεν
αὐτὸν εἰς νοῦν καὶ καρδίαν, τότε τῶν ἐκτόπων ἡδονῶν τὴν πύρωσιν ἀποσβέσει. ἐγείρει δὲ καὶ εὐρρώστους ἀποφαίνει, πνευματικῶς δηλονότι, ὥστε καὶ ὑπηρετεῖν αὐτῷ, τουτέστι, τὰ αὐτῷ δοκοῦντα πληροῦν.
ποικίλων ἀσθενειῶν, καὶ ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ περὶ Πέτρου καὶ Ἀνδρέα καὶ Ἰακὼβ καὶ Ἰωάννου. Τὸ “ὑπῆρχον ἁλιεῖς,“ καὶ τὸ “ἐκολύθουν τῷ Χριστῷ“ προεγράφη.
τοὺς μαθητὰς, ὅπως μάθωσιν ἐκ τούτου ὅτι πανσθενὲς ἔχει τὸ θέλημα, καὶ τοῖς θεοπρεπεστάτοις αὐτοῦ νεύμασιν ἡ κτίσις ὑπηρετεῖ· καὶ ἵνα διὰ πράγματος ἐναργοῦς, καὶ ὡς ἐκ τύπου καὶ εἰκόνος τοῦ παραδόξως τετελεσμένου πληροφορηθῶσιν, ὅτι οὐκ ἄμισθος ὁ πόνος αὐτοῖς, οὐδὲ ἄκαρπος ἡ σπουδὴ ἔσται αὐτοῖς, ἣν
ἃν ποιήσαιντο, τῆς εὐαγγελικῆς μυσταγωγίας τὸ δίκτυον ἁπλώσαντες, ἀλλ’ ἐν αὐτῷ πάντη τε καὶ πάντως τὰς τῶν ἐθνῶν ἀγέλας συλλέξωσιν.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.