ΚΕΦ. Ζ.
σώματος χρείᾳ διδοὺς εἰς τροφήν· οὐκ αὐτὸς νηστείας προσδεόμενος, ἀλλὰ τύπον ἡμῖν τὰ καθ’ ἑαυτὸν εἰς ὑπογραμμὴν ἀνατιθεὶς, καὶ εἰκόνα ποιούμενος τῆς παρ’ ἡμῖν ἐξαιρέτου καὶ τεθαυμασμένης ζωῆς. τὸ δὲ ἐν τῇ ἐρήμῳ διαιτᾶσθαι ἀναγκαῖον καὶ χρήσιμόν ἐστιν. ἀποφοιτῶντες γὰρ τῶν εἰκαίων τοῦ παρόντος βίου, περισπασμῶν
καὶ κυμάτων καὶ ζάλης ἀπηλλάγμεθα, καὶ τὴν ἡδονὴν ἀπονεκροῦντες, κρείττονες τοῦ πειράζοντος Σατανᾶ ἐσόμεθα.
πάλαι μὲν γὰρ ὑπισχνεῖτο ὁ τῶν ὅλων Θεὸς, λέγων, “ ὅτι ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός “ μου ἐπὶ πᾶσαν σάρκα.” πεπλήρωται δὲ εἰς ἡμᾶς ὡς ἐν πρώτῳ χρόνῳ τὸ ἐπηγγελμένον, καὶ περὶ μὲν τῶν ἀρχαιοτέρων ἀκαθέκτως ἐκκεκλικότων εἰς φιλοσαρκίαν ἔφη ποῦ Χριστὸς, “ οὐ μὴ κατα-
“ μείνῃ τὸ Πνεῦμα ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.” Ἐπειδὴ δὲ πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ τὴν διὰ Πνεύματός τε καὶ ὕδατος ἀναγέννησιν πεπλουτήκαμεν, χρηματίζομεν δὲ οὐκέτι σαρκὸς καὶ αἵματος τέκνα, πατέρα δὲ μᾶλλον καλοῦμεν τὸν Θεόν· ταύτῃ τοι καὶ μάλα εἰκότως, ὥστε ὡς τετιμημένοι
λοιπὸν καὶ τὸ λαμπρὸν ἔχοντες τῆς υἱοθεσίας καύχημα, θείας φύσεως γεγόναμεν κοινωνοὶ, διὰ μετοχῆς τοῦ Ἁγίου Πνεύ- 1 μάτος· ὁ δ᾿ ἐν ἡμῖν πρωτότοκος, ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, δέχεται πρῶτον τὸ Πνεῦμα, καὶ τοι τοῦ Πνεύματος δοτὴρ ὑπάρχων αὐτὸς, ἵνα καὶ εἰς ἡμᾶς ἔρχηται δι’ αὐτοῦ τὸ ἀξίωμα, καὶ τῆς πρὸς τὸ Ἅγιον Πνεῦμα κοινωνίας ἡ χάρις. τοιοῦτόν τι καὶ ὁ Παῦλος διδάσκει ἡμᾶς λέγων πέρι τε
αὐτοῦ καὶ ἡμῶν· “ ὁ τε γὰρ ἁγιάζων καὶ ἁγιαζόμενοι ἐξ ἑνὸς “ πάντες· δι’ ἣν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλῶν, λέγων, “ ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ἐπειδὴ γὰρ ὅλως οὐκ ἐπαισχύνεται καλῶν ἡμᾶς ἀδελφοὺς, διά τοι τὸ ὑπελθεῖν τὴν πρὸς ἡμᾶς ὁμοίωσιν, διὰ τοῦτο τὴν ἡμῶν εἰς ἑαυτὸν πτωχείαν
μετατιθεὶς, ἁγιάζεται μεθ’ ἡμῶν, καίτοι τὴν κτίσιν ἅπασαν ἁγιάζων αὐτὸς, ἵνα μὴ φαίνηται τὸ τῆς ἀνθρωπότητος παραιτούμενος μέτρον, ὁ τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς ἄνθρωπος γενέσθαι μὴ φυγών. καὶ “ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γενόμενος τῇ κατὰ “ πᾶν ὅτι οὖν, δίχα μόνης ἁμαρτίας.”
καὶ αὐτὸς ἐνήστευσεν, οὐκ αὐτὸς ταύτης δεόμενος, ἀλλ’ ἡμᾶς παιδεύων.
λόγον τὸν ψευδῆ, ἴσθι ὅτι ἐκεῖνος ὁ λόγος ὁ λίθος ἐστὶν, ὃν ὁ διάβολος δείκνυσιν, ἐπεὶ ποῖος ἦν πειρασμὸς τὸν λίθον γενέσθαι ἄρτον, καὶ τὸν Σωτῆρα φαγεῖν ;
ἄνθρωπος· ἅμα δὲ τήρει, ὅτι ταῦτα λέγει κατὰ τὸ ἀνθρώπινον, οὐ καθὸ Θεὸς ἦν. Ὡς γὰρ περὶ ἀνθρώπου ἀποκρίνεται καὶ λέγει, “ γέγραπται, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνω ζήσεται ἄνθρωπος,” δηλῶν ὅτι ὡς ἄνθρωπός ἐστι πειραζόμενος.
“ βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου,” ἀντὶ τοῦ διέγραψε τῷ λόγῳ τὴν οἰκουμένην, φησὶ, καὶ ὥσπερ τρόπον τινὰ ἐν τῇ διανοίᾳ αὐτοῦ ὑπεδείκνυεν ὡς ᾤετο. οὐδὲν ἠγνόει ὁ πάντα ποιήσας. εἰ γὰρ μὴ τοῦτό ἐστι, πῶς ἠδύνατο αὐτοὺς τοὺς τόπους εἰς ἕνα τόπον πρὸς θεωρίαν σωματικὴν ἀγαγεῖν, οἷον, φέρε εἰπεῖν, τὴν
Περσῶν ἡγεμονίαν, ἣ τὴν Ἰνδῶν ;
φύσεως ὁρμὴν, τὴν ἐπὶ τῇ τροφῇ γινομένην, ἀπόσιτος γὰρ τεσσαράκοντα ἡμερῶν διαμείνας, ὕστερον ἐπείνασεν. Ἔδωκε γὰρ ὅτε ἐβούλετο τῇ φύσει καιρὸν τὰ ἑαυτῆς ἐνεργῆσαι.
αὐτῷ ὁ διάβολος ὀργὴν, οὐδὲν γὰρ εἶχεν ᾧτ’ ὀργισθῇ· ἀπὸ τῆς γαστριμαργίας τότε ἤρξατο, καὶ νῦν ἐκεῖθεν ἤρξατο.
ἐνεργείᾳ χρώμενος τῇ τοῦ Παναγίου καὶ ὁμοουσίου Πνεύματος, ταύτας εἰργάζετο.
τίνα τρόπον οἱ βασιλεύονται ὑπὸ πονηρίας, οἱ δὲ βασιλεύονται ὑπὸ φιλαργυρίας, οἱ δὲ ὑπὸ κενοδοξίας· οὐ γὰρ ἐδείκνυεν αὐτῷ τὰς βασιλείας τοῦ κόσμου, τίνα τρόπον ἰσχύει βασιλεύειν, ἱν αὐτὸν προτρέψηται ποιῆσαι, ὃ ἐνόμιζε ποιῆσαι, περιγενήσεσθαι τοῦ Χριστοῦ. εἰ θέλεις, φησὶ, βασιλεῦσαι τούτων, καὶ ἐπὶ τούτῳ
ἐλήλυθας τοῦ ἀγωνίσασθαι καὶ ἀποστῆσαι τοὺς βασιλευομένους ὑπ’ ἐμοῦ, μὴ ἀγωνίζου, ἓν ἀξιῶ, πεσὼν προσκύνησόν με, καὶ παράλαβε πᾶσαν τὴν βασιλείαν τὴν ὑπ’ ἐμέ. ἀλλ’ ὁ Σωτῆρ’ βασιλεῦσαι μὲν θέλει καὶ ὑποτάξαι πάντα τὰ ἔθνη, ἵνα δοῦλα γένηται δικαιοσύνης καὶ ἀληθείας καὶ πάσης ἀρετῆς· βασιλεῦσαι
δὲ οὐ μετὰ ἁμαρτίας, οὐδὲ βούλεται ἀκμῆτί ὑποτάξας αὐτὸν ἐκείνῳ ἐστεφανῶσθαι, οὐδὲ ἀκμῆτί λαβεῖν πάσας τὰς βασιλείας τοῦ κόσμου, καὶ τὴν δόξαν αὐτῶν ὑποχείριον. Διό φησι πρὸς αὐτὸν, “ γέγραπται, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ “ μόνῳ λατρεύσεις.”
“ ἦν ἀνατεθραμμένος,” καὶ τὰ ἑξῆς. Ἀναγνοῦς δὲ τὰ ἐν τῷ προφήτῃ Ἡσαΐᾳ ἀναγεγραμμένα, “ ὅτι Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, “ οὗ ἕνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς,” καὶ τὰ ἑξῆς. Ἐναργέστατα διὰ τούτων ἐδείκνυε τοῖς ἀκούουσιν, ὅτι αὐτὸς ἦν, ὁ τότε διὰ τοῦ προφήτου λαλῶν, ὅτι καὶ ἐνανθρωπήσει καὶ
ἀφίξεται διασώσων τὴν ὑπ’ οὐρανόν· κεχρῆσθαι γὰρ οὐχ ἑτέρως φαμὲν τὸν Υἱὸν, πλὴν ὅτι κατὰ σάρκα, γενόμενον δηλονότι καθ’ ἡμᾶς καὶ ἐνανθρωπήσαντα.
προηγορευμένον· αὐτὸς γὰρ εὐηγγελίσατο τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς ἀπὸ τῶν ἐθνῶν· αὐτοὶ γὰρ ἦσαν πτωχοὶ, μηδὲν ἔχοντες, μὴ Θεὸν ἐν γνώσει, μὴ νόμον, μὴ προφήτας, καὶ ἅπασι τοῖς πλοῦτον οὐκ ἔχουσι πνευματικὸν αὐτὸς αἰχμαλώτους ὄντας ἐρρύσατο, τὸν ἀποστάτην τύραννον καθελὼν, τουτέστι τὸν Σατανᾶ αὐτὸσ
ἐνήστραψε τὸ νοητὸν καὶ θεῖον καὶ οὐράνιον φῶς τοῖς ἐσκοτισμένην ἔχουσι τὴν καρδίαν, καθὼς αὐτός φησι, ““ ὅτι “ὅτι ἐγὼ φῶς “κόσμον κόσμον τοῦτον ἐλήλυθα·” αὐτὸς ἀπέλυσε δεσμῶν, δηλονότι τῶν εἰς ἁμαρτίαν, τοὺς συντεθραυσμένην ἔχοντας καρδίαν· αὐτὸς ἐκήρυξεν ἐνιαυτὸν Κυρίου δεκτὸν, οὗ ὁ πάνσοφος Παῦλος μνημονεύει
λέγων, “ἰδοὺ, ἰδοὺ, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.“
τοῦτο· “ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ “βλέπουσιν, ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν.”
τοῖς γὰρ ἀρρωστοῦσι τῶν ἰατρῶν ἐπεφώνουν τινὲς, “ἰατρὲ, θερά- “πευσον σεαυτὸν,” ὡσανεὶ οὖν τοῦτο προτείνας αὐτοῖς τὸ ῥητὸν, ὁ Χριστὸς ἔλεγεν, ὅτι πολλὰ βούλεσθε παρ’ ἐμοῦ γίνεσθαι σημεῖα, παρ’ ὑμῖν μάλιστα, πη οἷς καὶ ἐτράφην. Ἀλλ’ οἶδα τὸ κοινὸν καὶ ἅπασι συμβαῖνον πάθος, ὅτι καταφρονοῦνταί που ἀεὶ καὶ τὰ
ἐξαιρετὰ τῶν πραγμάτων, ὅταν μὴ σπανίζῃ παρά τισιν, ἀλλ’ ἔχωσιν ἐπ’ ἀδείας αὐτά. Ἐπεὶ οὖν καὶ ἐπ’ ἀνθρώπῳ τοῦτο συμβαίει θαυμαστῶς, ὁ γὰρ συνήθης, καὶ παρὼν ἀεὶ ἀποστερεῖται πολλάκις τῆς ὀφειλομένης αὐτῷ τιμῆς παρὰ τῶν εἰδότων αὐτόν· διὰ τοῦτο “λέγω λέγω ὑμῖν, ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ
πατρίδι αὐτοῦ.
Σιδωνίας χήρα τὸν Ἡλίαν λιμοῦ γενομένου ἐν τῷ Ἰσραὴλ, τοῦ ἀκοῦσαι λόγον Κυρίου. περὶ ταύτης τῆς χήρας ὁ προφήτης φησὶν, “ὅτι ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἣ τῆς ἐχούσης τὸν “ἄνδρα,” καὶ πάλιν, ὅτι ἑτέρα γραφὴ, “στεἵρα ἔτεκεν ἑπτὰ, καὶ “ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε.”
τῶν Ἰουδαίων τινὲς, ἢ ἐπί τισι τῶν παρ’ αὐτοῖς βεβασιλευκότων, λευκότων, ἢ ἐπὶ προφήταις ἁγίοις, ἀποφέρει χρησίμως αὐτοὺς τῆς τοιαύτης ὑπονοίας, ἐλέγχων αὐτοὺς ὡς ἀπιστοῦντας, καὶ μὴ πιστεύοντας ὅτι μᾶλλον εἰς αὐτὸν αἱ τοιαῦται προφητεῖαι ἁρμόζουσι, πρὸς μίαν ἀπεστάλθαι χήραν Ἠλίαν εἰπὼν, καίπερ πολλῶν
οὐσῶν ἐν τῷ Ἰσραὴλ τότε, καὶ ἕνα θεραπεῦσαι λεπρὸν τὸν προφήτην Ἐλισσαὶον Ναιεμὰν τὸν Σύρον, καὶ ἐκ τούτων πλείστων ὄντων ἐν τῷ Ἰσραὴλ, ἐπειδὴ ἐκ πασῶν τῶν χηρῶν ἐκείνη μόνη εὑρέθη πιστὴ, ὁμοίως καὶ ἐκ πάντων τῶν λεπρῶν οὗτος.
εἶναι σεπτόν τε καὶ ἀξιάγαστον, εἰ καὶ υἱὸς ἐνομίζετο Ἰωσήφ; οὐχ ὁρᾷς τὰς θεοσημείας; πεσόντα τὸν Σατανᾶν, νενικημένας τὰς τῶν δαιμόνων ἀγέλας, διαφόρων νοσημάτων ἐλευθέρους γεγονότας πολλούς; ἐπαινεῖς τὴν χάριν τὴν ἐνοῦσαν αὐτοῦ ταῖς διδασκαλίαις; εἶτα σμικρολογεῖς Ἰουδαϊκῶς, ὅτι πατέρα τὸν Ἰωσὴφ ἐπεγράφετο;
Ω πολλῆς ἀβουλίας, ἀληθὲς ἐπ’ αὐτοὺς εἰπεῖν, “ἰδοὺ λαὸς μωρὸς “καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν, ὦτα, καὶ οὐκ ἀκούουσι.
τοῦτο γὰρ καὶ ἐλήλυθεν, ἀλλὰ καιρὸν ἀναμένων ἐπιτήδειον εἰς τοῦτο. ἀρχὴ γὰρ ἦν νῦν τοῦ κηρύγματος· τοῦτο δὲ αὐτὸ ὑπάρχει τεκμήριον, ὅτι καὶ ὅτε ἔπαθεν, ἑκουσίως πέπονθε, καὶ οὐκ ἃν οὐδὲ τότε ἔπαθεν, εἰ μὴ ἑαυτὸν ἐπέδωκεν.
τίς ὁ φύσει καὶ ἀληθῶς ἔσται Θεὸς καὶ Κύριος, τούτους σαγηνεύει πρὸς τὸ εὐήνιον ἡ τῶν σημείων ἐπίδειξις. χρησίμως οὖν καὶ ἀναγκαίως προσεπάγει πολλάκις ταῖς μυσταγωγίαις τὰς μεγαλουργίας· ἄπιστοι μὲν γὰρ οἱ τῆς Ἰουδαίας οἰκήτορες, καὶ τοὺς τῶν καλούντων εἰς σωτηρίαν ἀτιμάζοντες λόγους, μάλιστα δὲ
πάντων οἱ ἀπὸ τῆς Καπερναούμ.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.