ΚΕΦ. ς.
ἁγίων προκεκηρυγμένος. αὐτὸς δὲ τὴν τοιαύτην αὐτῶν ὑποψίαν ἀποκόπτων ἔλεγεν ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς, καὶ τὰ ἑξῆς, ἕως “ κατακαύσει πυρὶ ἀσβέστῳ.” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
Ιωάννου, ἓν μὲν, ὠνόμασεν ὄχλους ἐκπορευομένους ἐπὶ τὸ βάπτισμα, ἄλλο δὲ ὠνόμασε τελώνας, τρίτον δὲ ὠνόμασε στρατιώτας.
ἁρμόζει, δῆλον ἐκ τῶν ἀναγραφόντων, ὡς ὑπὸ τοῦ Σωτῆρος πρὸς αὐτοὺς εἰρημένον, ἐν οἷς ἔλεγεν αὐτοῖς, “ μηδὲ δύο χιτῶνας εἰς “ ὁδὸν ἆραι, ἀλλ’ ὅρα, εἰ τὰ εἰρημένα περὶ ἐνδύματος ἐν τῷ λόγῳ τῷ περὶ τῆς γυμνότητος δύνασαι παραλαβεῖν εἰς τὸ “ ὁ “ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι.” θέλει γὰρ ἡμᾶς ὡς
μηδὲ δύο χιτῶνας ἔχειν, καὶ ἐνδεδύσθαι, πῆ μὲν τὸ παλαιὸν, πῆ δὲ τὸ νέον· ἀλλ’ ἐκδύσασθαι μὲν τὸ ἕτερον, τὸ δὲ ἕτερον ἔχειν. ἅμα δὲ ἐζήτουν τὸ “ μεταδότω τῷ μὴ ἔχοντι. τίς δέ ἐστιν ὁ μὴ ἔνδυμα ἔχων περὶ τὸν χρῶτα καὶ μὴ εὐσκεπασμένον ὥστε αὐτῷ μεταδιδόναι ; οὐ τοῦτο λέγω, ὅτι οὐ δύναται καὶ καθ’ ὑπερβολὴν
τοῦτο προτρεπτικὸν εἶναι πρὸς τὸ δεῖν ἐνδύειν τοὺς πένητας καὶ μὴ ἀμελεῖν τῆς ἐντολῆς.
φοῦ αὐτοῦ παρὰ τὸν Μωϋσέως νόμον· ἀλλ’ ὁ ἀκατάπληκτος Ἰωάννης ὁ μηδενὸς πρόσωπον λαμβάνων, οὐ φοβηθεὶς τὴν βασιλικὴν ἐξουσίαν, οὐδὲ ἧττον πληρῶν προφητικὴν παρρησίαν, ἤλεγξε τὸν Ἡρώδη ἐπὶ τῇ παρανόμῳ τοῦ γάμου, καὶ κατεκλείσθη εἰς φυλακὴν, καὶ μὴ μεριμνῶν θάνατον, ἐμερίμνα περὶ Χριστοῦ.
πνευματικὴ ἀν’ οὕτω γὰρ καὶ ὁ πρῶτος ἄνθρωπος τέλειος ἐπλάσθη, καὶ εὐθέως ἐν τῷ παραδείσῳ τεθεὶς, ὡς τέλειος ἐντολὴν καὶ νόμον ἔλαβε, καὶ ἐπετρέπετο τοῦ παραδείσου τὴν ἐργασίαν καὶ φυλακήν.
Χριστοῦ, τὸ τὸν μὲν Ματθαῖον ἀπὸ Σολομῶντος αὐτὸν γενεαλογεῖν, καὶ φθάνειν εἰς τὸν Ματθαῖον καὶ Ἰακὼβ καὶ Ἰωσὴφ, καὶ ἀμφιβόλως ἕκαστον αὐτῶν, ἕτερον δὲ καὶ ἔτι καταλέγειν γένος· καὶ δοκεῖ τῶν ἀδυνάτων εἶναι τὸν Ἰωσὴφ τὸν νομισθέντα ἄνδρα τῆς παναγίας θεοτόκου καὶ ἀεὶ παρθένου Μάριας, τόν τε Ἰακὼβ καὶ
τὸν Ἠλὶ ἐσχηκέναι πατέρα· ἀλλὰ κατανοήσας μὲν τὴν λύσιν τῆς δοκούσης διαφωνίας. τρίτος ἀπὸ τέλους κατὰ τὴν τοῦ Ματθαίου γενεαλογίαν ἐστὶν ὁ Ματθαῖος, πέμπτος δὲ ἀπὸ τέλους, κατὰ τὴν τοῦ Λουκᾶ ὁ Μελχί· τούτων τῶν δύο κατὰ διαφόρους χρόνους, γαμετὴ γέγονεν ἡ Ἐσθᾶν· τοῦ γὰρ Ματθᾶν προειληφότος αὐτὴν καὶ
παιδοποιήσαντος ἐξ αὐτῆς τὸν Ἰακὼβ, καὶ τελευτήσαντος, χήραν αὐτὴν οὖσαν, ἐκ τῆς αὐτῆς ὣν φυλῆς, ἄλλης δὲ συγγενείας, ἠγάγετο ὁ Μελχὶ, καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς τὸν Ἠλί, ὁ δὲ Ἰακὼβ τοιγαροῦν καὶ ὁ Ἠλὶ ὁμομήτριοι τυγχάνουσιν ἀδελφοὶ ἐκ τῆς Ἐσθᾶν. εἰς Ἐσθᾶν c δὲ τοῦ Ἠλὶ γυναῖκα καὶ ἀτέκνου τελευτήσαντος,
κατὰ τὸν νόμον εἰσῆλθε πρὸς αὐτὴν ὁ Ἰακὼβ, ὡς ἀδελφὸς παιδοποιήσας τῶ τελευτήσαντι ἀδελφῷ τῷ Ἠλί· ἐπαιδοποίησεν οὖν τὸν 1 Ἰωσὴφ, καὶ ηὑρέθη ὁ Ἰωσὴφ, υἱὸς μὲν ὣν τῇ φύσει τοῦ Ἰακὼβ, νόμῳ δὲ τοῦ Ἠλὶ, καὶ τὸ γένος ὅθεν ὁ Ἰακὼβ κατάγεται. ὅδε γε Λουκᾶς τὸν κατὰ νόμον λέγων πατέρα τοῦ Ἰωσὴφ τὸν Ἠλί κατάγεται· προσηκόντως δὲ ὁ μὲν τοῦ κατὰ φύσιν, ὁ δὲ τοῦ κατὰ νόμον πατρὸς μέμνηται· ἵνα δείξωσιν, ὅτι ἐξ ἀμφοτέρων τῶν
πατρῶν, τοῦ τε κατὰ τὸν νόμον, τοῦ τε κατὰ τὴν φύσιν, εἰς τὸν Δαβὶδ ἀνατρέχει τὸ γένος· ὅθεν τῶν δύο πατέρων εἰς τὸν Δαβὶδ ἀνατρεχόντων, καὶ Ἰουδαίων καὶ Ἑλλήνων πᾶσι περιείρηται ἀμφισβήτησις καὶ ἅπαν σκάνδαλον.
ὕδατα καὶ καθαίρων αὐτὰ ὑπὲρ ἡμῶν. Ἄγιος γάρ ἐστιν Ἀγίων ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ οὐκ ἂν αὐτὸς ἐδεήθη τοῦ ἁγίου βαπτίσματος, οὐδὲ ἀφέσεως ἁμαρτιῶν τυχεῖν, ὥσπερ ἡμεῖς κερδαίνομεν δι’ αὐτοῦ.
ὡς ἡ τοῦ βαπτίσματος δύναμις ἄνοδός ἐστιν εἰς τὸν οὐρανόν· ἡμῖν γὰρ ἅπαντα ἔπραττεν ὁ οὐράνιος τοῦ ἁγιασμοῦ καὶ τῆς ἡμετέρας λυτρώσεως ἀπαρχόμενος . οὕτω καὶ τὸ Πνεῦμα δι’ ἡμᾶς κάτεισιν εἰς αὐτόν· Πνεῦμα δὲ οὐχ ἓν τῶν λειτουργικῶν πνευμάτων, ἀλλὰ τὸ αὐτοῦ τοῦ Θεοῦ, τὸ ὁμοούσιον καὶ συμβασιλεῦον αὐτῷ καὶ τῷ
Πατρί.
Θεοῦ, οὕτω καὶ νῦν περιστερὰν εἶδον, μηνύει τὸν τῆς ἁμαρτίας κατακλυσμὸν καὶ τὴν τοῦ κόσμου διαλλαγήν.
τὸ ἀξίωμα, καὶ τῆς πρὸς τὸ Ἅγιον Πνεῦμα κοινωνίας ἡ χάρις, τοιοῦτόν τι καὶ ὁ Παῦλος διδάσκει ἡμᾶς λέγων, περί τε αὐτοῦ καὶ ἡμῶν· “ ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες, “ δι’ ἣν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων, ἀπαγ- “ γελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.”
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.