ΚΕΦ. Ε.
ἡμῶν. Ἐξέλιπον δὲ οἱ Ἰουδαίων ἄρχοντες κατὰ τοὺς λόγους Ιακὼβ τοῦ πατριάρχου.
διακονίαν. Ἔδει γὰρ καὶ τὸν πρόδρομον τοῦ Χριστοῦ ἀξιάγαστον εἶναι. Διὰ τί δὲ ἐγένετο ῥῆμα Θεοῦ πρὸς Ἰωάννην ἐν τῇ ἐρήμῳ ; διά τινα μυστικὴν θεωρίαν. Ἐπειδὴ γὰρ ἔμελλε πολλὰ τὰ τέκνα αὐτῆς ἐρημωθείσης μᾶλλον εἶναι ἣ περὶ τῆς ἐχούσης τὸν ἄνδρα, τούτου χάριν τοῦτο γέγονε. Εἰ γὰρ μὴ τοῦτο ἦν, ἐκπερισσῶς ἐποίει
κηρύσσων ἐν τῇ ἐρήμῳ. Ἐκήρυσσε δὲ βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Τὸ μὲν γὰρ Θεῷ βάπτισμα τελείως ἔχει ἄφεσιν ἁμαρτιῶν ἐξ αὐτοῦ τοῦ βαπτίζεσθαι, τὸ δὲ Ἰωάννου εἰς αὐτὸ μὲν εἶχεν ἄφεσιν ἁμαρτιῶν, διὰ μετανοίας δὲ, ἀτελὴς γὰρ ἦν, εἰ καἲ τῶν Ἰουδαϊκῶν βαπτισμάτων τελειότερον ὑπῆρχεν·
ἐποίει γὰρ αὐτοὺς ἐπιτηδείους μετάνοια, καὶ δεκτικοὺς αὐτῆς γενέσθαι παρεσκεύαζε τοὺς βαπτιζομένους.
τουτέστι, εὐτρεπίσθητε πρὸς παραδοχὴν ὧν ἂν βούλοιτο νομοθετεῖν, τῶν τοῦ νόμου σκιῶν ἀφιστάμενοι. Εὐθείας δὲ ποιεῖ τὰς τρίβους τοῦ Θεοῦ ὁ διὰ δικαιοσύνης αὐτὴν ὁδεύων· σκολιὰ γὰρ ἡ κακία. Τὸ δὲ “ πᾶσα φάραγξ πληρωθήσεται” καὶ τὰ ἑξῆς, ὡς πρὸς ἀντίθεσιν ἐστί· καὶ οἱονεὶ ἀμφιβάλλοντός τινος ἡ προφητεία
ἀποκρίνεται. Ἐπειδὴ γὰρ εἶπεν, “ ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, “ εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,” ἀνάντης δὲ καὶ τραχεῖα ἡ ἀρετὴ καὶ δυσδιάβατος, καὶ ἐμποδιζομένη, πρῶτον μὲν ἀπὸ τῶν πονηρῶν πνευμάτων, ἔπειτα δὲ καὶ ἀπὸ τῶν φυσικῶν καὶ ἔξωθεν παθῶν, ὡς λέγοντός τινος τῷ προφήτῃ πῶς ἐνδέχεται
κατορθοῦσαι ἀρετὴν, τοσούτων ὄντων κωλυμάτων, αὐτὸς ἀποκριθεὶς λέγει, ὅτι πᾶν τὸ πρὸς τὸν τῆς ἀρετῆς δρόμον ἐμποδίζον διορθωθήσεται ὑπὸ τοῦ Χριστοῦ· κἂν φάραγξ τις εἴη, καὶ διὰ τοῦτο ὑπάρχει δύσβατος, πληρωθήσεται πρὸς δεξίωσιν· κἂν ὅρος τις εἴη καὶ βουνὸς, καὶ διὰ τοῦτό ἐστι δυσπόρευτος, ταπεινωθήσεται
εἰς ὁδὸν εἰθεῖαν, καὶ πάντα ἔσται εὐθεῖα.
τοῖς ὁδεύειν βουλομένοις· λεῖα δὲ γέγονεν οὕτως, ἐπειδήπερ τὸν μὲν Σατανᾶν κατήργησεν ὁ Χριστὸς, καὶ ὑπὸ τοὺς πόδας τῶν δούλων αὐτοῦ τέθεικε. Τὰ δὲ τῆς σαρκὸς πάθη ἐν ἑαυτῷ κατεύνασε καὶ κατήργησε.
ἀλλὰ καὶ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις τῆς φιλανθρωπίας ἀπο- λαύσει τοῦ Θεοῦ, φησὶ “ καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον “ τοῦ Θεοῦ, ” τουτέστιν, ὅτι πρὸς τὰ πέρατα τῆς γῆς κηρυχθήσεται τῶν Εὐαγγελίων τούτων ἡ δύναμις καὶ ἡ γνῶσις, ἀπὸ θηριώδους τρόπου καὶ σκληροτάτης γνώμης εἰς ἡμερότητα πολλὴν καὶ
πραότητα μεταβάλλουσα τὸ τῶν ἀνθρώπων γένος. καὶ γὰρ διὰ τῶν σκολιῶν πάντα τὸν διεφθαρμένον βίον ᾐνίξατο, τουτέστι, τελώνας, καὶ πόρνας καὶ λῃστὰς καὶ μάγους, οἵτινες ὄντες διεστραμμένοι πρότερον, τὴν ὀρθὴν ὕστερον ἐβάδισαν ὁδόν· ὅπερ οὖν αὐτὸς ἔλεγε τοῖς Ἰουδαίοις, “ ὅτι τελῶναι καὶ πόρναι προάγουσιν
“ ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.”
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.