ΚΕΦ. Ο.
αὐτὸν τῇ ἀρχῇ τοῦ ἡγεμόνος. Προσεδόκησαν γὰρ ὅτι πάντη τε καὶ πάντως ἀκούσονται λέγοντος, οὐκ ἔξεστι δοῦναι φόρους Καίσαρι· ἀλλ’ “ἐπιδείξατέ μοι,” φησὶ, “δηνάριον.” Ἐπι- δειχθέντος δὲ, πάλιν εἴρετο, “τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; οἱ δὲ Καίσαρος, φασὶν, καὶ τί πρὸς ταῦτα Χριστός; “ἀπόδοτε τὰ
“Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ,” χρημάτων μὲν γὰρ δεσμοὺς ἐπιρρίπτουσι τοῖς ὑπεζευγμένοις, οἱ τὴν κατ’ αὐτῶν λαχόντες ἀρχὴν, ζητεῖ δὲ παρ’ ἡμῶν καὶ ἀγάπην, καὶ τὴν ἐξ ἔργων ἀγαθῶν εὐκοσμίαν. Οὐκοῦν τεθαύμακα μὲν τὴν ἀπολογίαν αὐτοῦ, καὶ τοῦτο ἐπὶ παντὸς τοῦ λαοῦ, οἱ δὲ καὶ τούτων εἰς λήθην
ἐνηνεγμένοι, Πιλάτῳ προσῆγον τὸν Ἰησοῦν φάσκοντες, “τοῦτον “εὕραμεν διαστρέφοντα τὸν λαὸν καὶ κωλύοντα φόρους διδόναι “Καίσαρι.” καὶ ὅμως θαυμάσαντες τὴν ἀπολογίαν ἀπῆλθον κατῃσχυμμένοι·
τῷ Θεῷ. Ἀκολούθως τούτοις καὶ ὁ Παῦλός φησιν, “ὡς “ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, οὕτω φορέσωμεν καὶ τὴν “εἰκόνα τοῦ ἐπουρανίου.” Τοῦτο οὖν δηλοῖ “ἀπόδοτε τὰ Καίσα- “ρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.”
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.