ΚΕΦ. ΟΑ.
ἤδη γεγόνασι Θεοῦ· ἰσάγγελοι γὰρ εἰσὶ καὶ υἱοὶ Θεοῦ, τὴν ἁγίοις πρέπουσαν τελοῦντες λατρείαν. Παρήγαγε δὲ αὐτοῖς καὶ Μωϋσέα εὖ εἰδότα σαφῶς τῶν νεκρῶν τὴν ἀνάστασιν. Ἐν γὰρ τῇ βάτῳ,
φησὶν, εἰσκεκόμικε λέγοντα Θεόν· “ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ “καὶ Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ·” τίνων δὲ Θεὸς, εἰ μὴ ζήσονται
κατ’ ἐκείνους; ἀλλ’ ἔστι ζώντων Θεός. Οὐκοῦν πάντη τε καὶ πάντως ἀναβιώσονται, τῆς πανσθενεστάτης δεξιᾶς ἀποφερούσης εἰς τοῦτο ἅπαντας τοὺς ἐκ τῆς γῆς.
τῶν ὄντων καὶ ζώντων. Ὥσπερ γὰρ ὁ Ἀδὰμ, εἰ καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε τῇ ἀποφάσει, οὕτω καὶ οὗτοι, εἰ καὶ ἐτεθνήκεσαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως. Πῶς οὖν φησιν ἀλλαχοῦ, “ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ;” ἀλλ’ οὐκ ἔστι τοῦτο ἴσον, ἐκ νεκρῶν γὰρ ἐνταῦθα φησὶ τῶν καὶ αὐτῶν ζή-
σεσθαι μελλόντων.
“σου,” ὑπολαμβάνοντες ἐν τῇ ἀναστάσει τῶν νεκρῶν ἔσεσθαι ταῦτα, μὴ νοοῦντες τὰς πνευματικὰς εὐλογίας. Διὰ τοῦτο, σωματικῶς ἐκδεχομένοις τοῖς ἐκ τῶν Ἰουδαίων Σαδδουκαίοις, ἔλεγεν ὁ Σωτῆρ’, “πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς.”
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.