ΚΕΦ. ΞΘ.
αὐτοὺς γεγενημένην ἄνωθεν, τὸ ἐξ ἀρχῆς αὐτῶν φονικὸν, τὸ μηδὲν παραλειφθῆναι τῶν ἡκόντων εἰς ἐπιμέλειαν, τὸ καὶ τῶν προφητῶν σφαγέντων, μὴ ἀπολειφθῆναι αὐτοὺς, ἀλλὰ καὶ τὸν υἱὸν πέμψαι, καὶ τῆς παλαιᾶς καὶ νέας ἕνα καὶ τὸν αὐτὸν εἶναι Θεὸν, τὸ μεγάλα αὐτοῦ τὸν θάνατον κατορθώσειν, τὸ τὴν ἐσχάτην δίκην τοῦ σταυροῦ
καὶ τοῦ τιμήματος αὐτοῦ ὑπομένειν, τῶν ἐθνῶν τὴν κλῆσιν, τῶν Ἰουδαίων τὴν ἔκπτωσιν· τὴν δὲ ἀποδημίαν, τὴν πολλὴν αὐτοῦ μακροθυμίαν φησίν.
συνενηνεγμένην. Ἀμπέλων γὰρ ὁ Ἰσραὴλ, φησὶν ὁ ψαλμῳδός· “ἄμπελον ἐξ Αἰγύπτου μετῇρας,” καὶ τὰ ἑξῆς. Καὶ ὁ Ἠσαίας “ἀμπελὼν ἐγενήθη,” φησὶ, “τῷ ἠγαπημένῳ.” Ἔστι τοίνυν ὁ τοῦτον φυτεύσας Θεός· οὗτος ἀπεδήμησε χρόνους ἱκανοὺς, καίτοι πληροῖ τὰ πάντα, ἀπολιμπάνεται δὲ τῶν ὄντων οὐδενός. Πῶς οὖν ἀπεδήμησε; μετὰ τὸ ἀναληφθῆναι ἐν εἴ ’δει πυρὸς καταβεβηκὼς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ τὴν ἄρρητον μορφὴν ἐμφανῆ δεδήλωκεν αὐτοῖς· ἀλλ’ ὡς κατά γε τὸν τύπον τῶν ἀνθρωπίνων πραγμάτων ἔοικέ πὼς
ἀποδημία μακρὰ τὸ γεγενημένον, πλὴν ὁρᾶται πεφροντικὼς τοῦ χωρίου, καὶ εἰς νοῦν ἔχων αὐτό. Οὐδεὶς γὰρ γέγονε διὰ μέσου καιρὸς, καθ’ ὃν οὐκ ἀπεστέλλοντο παρὰ τοῦ Θεοῦ προφῆταί τε καὶ δίκαιοι νουθετοῦντες, οἱ δὲ γεγόνασιν ἀπειθεῖς, καὶ ἀτιμάσαντες τοὺς ἀπεσταλμένους ἐξαπέστειλαν κενούς· τουτέστιν, οὐδὲν
ἔχοντας εἰπεῖν ὑπὲρ αὐτῶν ἀγαθὸν τῷ πεπομφότι Θεῷ, καὶ φησὶν Ἱερεμίας, “ἰδοὺ τὸ ῥῆμα τοῦ Κυρίου ἐγενήθη αὐτοῖς εἰς ὀνειδισμὸν, “οὐ μὴν βουληθῶσιν αὐτοῦ d ἀκοῦσαι.”
ἁμάρτημα μέγα καὶ ἀπολογίας πάσης ἐστερημένον, ἐπεὶ αὐτὸς εἰδὼς, ὅτι ἀναιρήσουσιν ἔπεμψε, λέγει δὲ ἐντραπήσονται τὸ γενέσθαι ὀφεῖλον ἀπαγγέλλων, ὅτι δεῖ αὐτοὺς ἐντραπῆναι, ἐπεὶ καὶ ἀλλαχοῦ φησιν, “ἐὰν ἄρα ἀκούσωσιν,” οὐδὲ ἐκεῖ ἀγνοῶν, ἀλλ’ ἵνα μὴ λέγωσί τινες τῶν ἀγνωμόνων, ὅτι ἡ πρόγνωσις αὐτοῦ γέγονεν
ἀναγκαστικὴ τῆς παρακοῆς, διὰ τοῦτο οὕτω σχηματίζει τὰς λέξεις. Εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμονες ἐγένοντο, τοῦ υἱοῦ τὸ ἀξίωμα αἰδεσθῆναι ἐχρῆν. καὶ ὁ μὲν Λουκᾶς φησιν, ὅτι αὐτὸς ἀπεφήνατο, ὅτι παθεῖν ἔδει τούτους, κἀκεῖνοι εἶπαν, “μὴ “γένοιτο,” καὶ τὴν μαρτυρίαν ἐπήγαγεν, ὁ δὲ Ματθαῖος ὅτι αὐτοὶ
τὴν ψῆφον ἐξήνεγκαν.
ψῆφον αὐτοὶ ἐξήνεγκαν κὰν καθ’ ἑαυτῶν, καὶ πάλιν αἰσθόμενοι τῶν εἰρημένων, εἶπαν “μὴ γένοιτο,” καίτοι καὶ τὸν προφήτην ἐπετείχισεν αὐτοῖς, πείθων αὐτοὺς ὅτι πάντως ἔσται τοῦτο, ἀλλ’ ὅμως οὐδ’ 1 οὕτως τὰ ἔθνη σαφῶς ἀπεκάλυψεν, ὥστε μηδεμίαν αὐτοῖς παρασχεῖν σχεῖν λαβὴν, ἀλλ’ ἠνίξατο εἰπὼν, “δώσει τὸν ἀμπελῶνα ἄλλοις.”
οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὗτος πλανᾷ τοὺς ὄχλους, καὶ ὅσα τοιαῦτα· δύο δέ φησιν ἀπωλείας ἐνταῦθα τῶν Ἰουδαίων, μίαν μὲν, τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι, τοῦτο γὰρ ἐπὶ τὸν λίθον τοῦτον, ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν καὶ τῆς συμφορᾶς καὶ πανολεθρίας, ἣν σαφῶς ἐδήλωσεν εἰπὼν, “λικμήσει
“αὐτόν.” Διὰ τούτων καὶ τὴν ἀνάστασιν ἠνίξατο τὴν ἑαυτοῦ. Κυρίλλου. Σκανδαλισθέντες γὰρ ἐπὶ Χριστῷ καὶ αὐτῷ, τῶν Ἰουδαίων οἱ δῆμοι συνετρίβησαν. Οὐ γὰρ ἤθελον ἀκοῦσαι τῆς Ἡσαΐου φωνῆς λεγούσης, “Κύριον αὐτὸν ἁγιάσατε, “καὶ αὐτὸς ἔσται σοι φόβος, καὶ οὐχ ὡς λίθου προσκόμματι
“συναντήσεσε αὐτῷ, οὐδὲ πέτρας πτώματε.”
αὐτοῖς λόγος, οὐδὲ γέγονεν αὐτοῖς χαλινὸς ἡ διὰ Μωϋσέως ἐντολὴ λέγουσα, “ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·” προτιμῶσι δὲ μᾶλλον τῆς εἰς Θεὸν αἰδοῦς τὸν ἀνθρώπινον φόβον.
καίουντα τὸν ἀσεβῆ, καὶ ἀμνησικάκῳ χάριτι διασώζοντα τοὺς ταῖς ἁμαρτίαις ἐνισχημένους; ἀλλ’ οὐδὲν τῶν τοιούτων ὑπολελογισμένοι, συκοφαντίας τῆς κατ’ αὐτοῦ συλλέγουσιν ἀφορμάς.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.