ΚΕΦ. Ξς.
καὶ ἑτέρους ἀπευθύνοντας. οὗτοι γὰρ νουθετοῦντας τοὺς ὑπὸ χεῖρα λαοὺς προσεργάζονται τοῖς δοθεῖσι, καὶ τὸν τοῖς ἁγίοις πρέποντα κερδαίνουσι κλῆρον. ὑποστρέψαντος γὰρ μετὰ τὸ λαβεῖν τὴν βασιλείαν τοῦ ἀνθρώπου τοῦ εὐγενοῦς, δῆλον δὲ ὅτι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ἐν δευτέρᾳ αὐτοῦ παρουσίᾳ τεύξονται καὶ ἐπαίνων, καὶ ταῖς
ἀνωτάτω τιμαῖς ἐντρυφήσωσι. δεκαπλασιάσαντες γὰρ καὶ πανταπλασιάσαντες τὰ δοθέντα διὰ τοῦ κερδᾶναι πολλοὺς, ἐπάνω δέκα πόλεων ἣ πέντε γενήσονται, τουτέστιν ἄρξουσι πάλιν, οὐχ ὧν ἦρξαν πρὸ τούτου μόνων, ἀλλὰ γὰρ καὶ ἑτέρων ἔτι πολλῶν. Ἀτιμία δὲ ἔσται τοῖς ὄκνῳ νενικημένοις· ὁ γάρ τοι κατακρύψας
σουδαρίῳ τὴν μνᾶν, ὑπενήνεκται τῇ τοιᾷδε δίκῃ.
διανοίαις αὐτῶν ἐκύλιον τὴν προσδοκίαν. Ὁ δὲ πλάσας τὴν κὰμ δίαν καὶ τοὺς λόγους ἐπιστάμενος, ᾔδει ταύτην αὐτῶν τὴν προσδοκίαν, καὶ διορθοῦται τὸ σφάλμα διὰ παραβολῆς· εὐκαταφρόνητος γὰρ πᾶσα γυμνότης λόγου.
τί μὴ τὴν δοθεῖσάν σοι χάριν, τοῦτο γάρ ἐστιν ἡ μνᾶ, δέδωκας τοῖς τραπεζίταις, τουτέστι, προὔθηκας εἰς ἀπόλαυσιν τοῖς εὖ εἰδόσι δοκιμάζειν τὰ παρὰ σοῦ. Ἐγὼ γὰρ ἐλθὼν ἔπραξα ἄν· τουτέστιν, ἀπῄτησα τὸ ἐμὸν σὺν τόκῳ· τῶν μὲν γὰρ διδασκάλων ἐστὶ τὸ κατασπείρειν τοῖς ἀκροωμένοις τὸν ἐπωφελῆ καὶ σωτήριον λόγον,
τοῖς ἀκροωμένοις δὲ οὐ μόνον τὰ καταβληθέντα τηρεῖν ἀμείωτα, ἀλλὰ καὶ πᾶσαν ἀρετὴν προσεργάσασθαι. Διόπερ ὁ μὲν ὀκνηρὸς οἰκέτης γυμνὸς καὶ τοῦ δοθέντος ἔσται χαρίσματος, οἱ δὲ τὴν ἀμείνω βαδίζοντες ὁδὸν, ἐν προσθήκῃ θείων χαρισμάτων γενήσονται· ἔτι δὲ καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωσιν· οἱ δὲ μὴ θελήσαντες Ἰουδαῖοι ἐπ’ αὐτοὺς βασιλεῦσαι τὸν ἄνθρωπον τὸν εὐγενῆ, κατεσφάγησαν ἔμπροσθεν αὐτοῦ, φησί. Καὶ γὰρ ἔπαθον καὶ νῦν τοῦτό
τινες ἐξ αὐτῶν ἐπὶ τῇ τῶν Ἱεροσολύμων ἁλώσει· ἐν δὲ τῇ δευτέρα παρρουσίᾳ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πάντες οὗτοι ὥσπερ ἐν σφαγῇ τῇ ἀτελευτήτῳ κολάσει δοθήσονται.
διανοίᾳ τὸν τῆς διδασκαλίας θεμέλων, καὶ ἐδόθη καὶ ἐπερισσεύθη τὰ τῆς θείας γνώμης κατὰ τὴν τοῦ Πνεύματος δωρεάν. Ἰουδαίων δὲ μὴ κατασχόντων τὸν αὐτοῦ λόγον, καὶ ὃ ἐδόκουν ἔχειν ἀφῃρέθη· τοῦτο δέ ἐστιν ἡ κατὰ τὸν Μωϋσέως νόμον λατρεία, καὶ τὰ προφητικὰ καὶ θεόπνευστα γράμματα, τὰ προαγορεύοντα τὴν παρουσίαν
τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ, καὶ αὐτὸ τὸ τοῦ Ισραὴλ διαβόητον ὄνομα.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.