ΚΕΦ. ΞΕ.
Πατρὸς ἄρρητον γέννησιν. ἀποπεράνας δὲ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, εἰς τὴν ἐνοῦσαν αὐτῷ κατὰ φύσιν ἀναπεφοίτηκε δόξαν, καὶ οἷον ἀποδεδήμηκεν εἰς χώραν μακράν· χώρα γὰρ ἑτέρα παρὰ τὴν γῆν ὁ οὐρανός. Ἀνέβη δὲ λαβεῖν ἑαυτῷ βασιλείαν. πῶς δὲ ὁ τῶν ὅλων βασιλεύων μετὰ τοῦ Πατρὸς ἄνεισι
πρὸς αὐτὸν, ληψόμενος βασιλείαν; δηλονότι ἐνανθρωπήσαντι τῷ Υἱῷ καὶ τοῦτο δίδωσιν ὁ Πατήρ. Ἀναφοιτήσας γὰρ εἰς οὐρανὸν, κεκάθικεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης ἐν ὑψηλοῖς, τὸ λοιπὸν ἐκδεχόμενος ἕως οὗ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.
τοῦ προφήτου βοῶντος, “χαῖρε σφόδρα, θύγατερ Σιῶν, ὅτι ἰδοὺ “ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων·” ὁμοίως καὶ Ἡσαΐου, “ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες “μετὰ κρίσεως ἄρξουσιν·” ἔτι δὲ καὶ τοῦ προφήτου Δαβὶδ περὶ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· “ἐγὼ δὲ κατεστάθην βασιλεὺς
“ ὑπ᾿ αὐτῶν.”
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.