ΚΕΦ. ΞΖ.
πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν.
λύσοντας “πῶλον δεδεμένον, ἐν ᾧτ’ οὐδεὶς πώποτε ἀνθρώπων “ἐκάθισεν,” ἀντὶ τοῦ οὐδέποτε ἄνθρωπος λογ(??)λὸς ἐπεκάθισεν, ἣ Μωϋσέως λόγος, ἣ Ἡσαΐου, οὐδὲ ἄλλου τινὸς τῶν προφητῶν. ὅτε δὲ ἦλθεν ὁ Χριστὸς, εἶπε τοῖς μαθηταῖς, ἵνα ἀπελθόντες λύσωσι τὸν πῶλον. Εἶπε δὲ αὐτοῖς, “ἐάν τις ὑμᾶς ἐρωτᾷ, τί λύετε τὸν πῶλον,
“ἐρεῖτε, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.” πολλοὶ γὰρ ἦσαν οἱ κύριοι τοῦ ὄνου πρὸ τοῦ κυριευθῆναι ὑπὸ τοῦ Σωτῆρος· ἴσμεν δὲ ὅτι ὁ τοῦ Κυρίου ἅπαξ γενόμενος, οὐ δύναται πολλοὺς κυρίους ἔχειν· ὅταν τῇ κακίᾳ δουλεύῃ τις, πολλῶν παθῶν δοῦλός ἐστιν ὁ ἄνθρωπος.
δύο τάγματα, προφῆται δὲ οὗτοι καὶ Ἀπόστολοις, δι’ ὧν σαγηνεύονται εἰς πίστιν τὰ ἔθνη. Ἄγεται τοίνυν ἀπό τινος κώμης, ἵνα δι’ αὐτοῦ τὴν ἄγροικον τῶν ἐθνῶν δείξῃ φρένα· οὐκ ἐν νόμῳ τεθραμμένων, ζησάντων δὲ μᾶλλον ἀτημελῶς καὶ ἀρτίως καὶ ἀγρίως, πλὴν μετέστη ἐπὶ τὸ ἥμερον· γέγονε γὰρ ὑπὸ Χριστῷ τῷ πάντα
διδάσκοντι. ἕτερός γε μὴν τῶν ἁγίων Εὐαγγελιστῶν καὶ παῖδας ἔφη βαία φοινίκων ἀνατείνοντας προτρέχειν αὐτοῦ, καὶ ὁμοῦ τοῖς μαθηταῖς συντιθέναι τὴν δοξολογίαν, ἵνα καὶ δι’ αὐτῶν τὸν νέον καὶ ἐξ ἐθνῶν, ὥσπερ ἐν πίνακι γεγραμμένον, ἴ’ δῶμεν λαόν. Γέγραπται γὰρ, “καὶ ὁ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.”
“γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.” Διά τι; ἄνθρωποι γὰρ μετ’ Ἀγγέλων· ὁ γὰρ ἄνω βασιλεὺς κατέβη κάτω, καὶ πεποίηκε μίαν ὑπακοήν. Σημεῖον τὸ γινόμενον. οὐ γὰρ ἀπὸ τοῦ ὄρους τῶν Ἐλαιῶν εἰς Ἰερουσαλὴμ εἰσιόντι τῷ Κυρίῳ χρεία τις ἐπ’ ὄνου καθέζεσθαι, ὃς εἰς τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν ἅπασαν διῄει πεζὸς, ἀλλὰ τὸ
ἔποχον αὐτὸν ἐπὶ τοῦ πώλου θεωρεῖσθαι, δηλοῖ τὸ ἐπὶ τοῦ νέου λαοῦ καθέζεσθαι τὸν οὐράνιον ἡγεμόνα καὶ βασιλέα τῆς Ἱερουσαλήμ.
οὐ μόνον τοῦ πώλου μνημονεύων, ἀλλὰ καὶ τῆς ὄνου, ὅτι καὶ ὁ Ισραὴλ ὕστερον ἀκολουθήσει τῷ νέῳ λαῷ, καθά ποτε ἡ μήτηρ τῷ πώλῳ· ὅτι γὰρ ἐπὶ τῷ πώλῳ ἐκαθέσθη δηλοῦσιν οἱ λοιποὶ, οἳ καὶ μόνου τοῦ πώλου μνημονεύοντες ἀγομένου πρὸς τὸν Ἰησοῦν. ὁ δὲ Ματθαῖος εἰπὼν καὶ τὴν ὄνον ἀχθεῖσαν καὶ ἐπάνω αὐτῷ καθεσθέντα τὸν Κύριον, οὐ δήπου συνωρίδα γενομένην τοῦ τε πώλου καὶ τῆς μητρὸς λέγει, πῶς γάρ; ἀλλ’ ἑπομένην τὴν ὄνον. Δεδεμένος δὲ ὁ πῶλος καὶ ἡ ὄνος τοὺς προσδεδεμένους τοῖς ἀνθρωπίνοις πράγμασιν ἔδειξε λαοὺς, καὶ μὴ ἀνέτους ὄντας εἰς τὸ δέξασθαι τὴν ἐπίβασιν
τοῦ Κυρίου, ἀνιεμένους δὲ διὰ τὸ θεῖον ἐπίταγμα τοῦ Κυρίου μηδενὸς ἀποκωλύσαι δυνηθέντος, καὶ εἰ βούλονται κωλύειν τινὲς, ὡς αὐτοὶ δεσπόται, ἀλλ’ ἐάν τις ὑμῖν εἴπῃ, τί φησιν; “ἐρεῖτε ὅτι “ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.” θεία δὲ κλῆσις ἐν τούτῳ δεδήλωται.
τριάκοντα πέντε ἔτη τῆς ἀναλήψεως ἡ ἅλωσις αὐτῆς γέγονεν, ἀναβολὴν ποιουμένου τοῦ φιλανθρώπου Θεοῦ τῆς τιμωρίας ἐν τοσούτοις ἔτεσι, καὶ μακροθυμοῦντος πρὸς τὸ ἐπιστρέψαι τοὺς πεπλανημένους διὰ τῆς τῶν ἁγίων Ἀποστόλων διδασκαλίας, εἰς τὴν τῆς πίστεως ἀληθινὴν ἐπίγνωσιν, καὶ ἀπολλαγῆναι τῆς μελλούσης
ὀργῆς ἔρχεσθαι ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· διὸ καὶ οἱ πεισθέντες μὲν ἐρρύσθησαν, οἱ δὲ ἀπειθήσαντες ἀπώλοντο. τὸ γὰρ, “εἰ “ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην,” τοῦτό ἐστιν, ὅτι τὰ χρήσιμα καὶ ἀναγκαῖα πρὸς τὸ εἰρηνεῦσαι Θεῷ εἰ ἐπέγνως ἅτινά ἐστιν, ἡ πίστις, καὶ ἡ εἰς Κύριον ὑπακοὴ, καὶ τὸ ἀπέχεσθαι τῶν τύπων
καὶ τῆς ἐν νόμῳ λατρείας, οὐκ ἃν τοιαῦταί σε θλίψεις περιέμενον, ἀλλ’ ἐκρύβη, φησὶν, ἀπὸ ὀφθαλμῶν σου· ἑκουσίως γὰρ οὐκ ἠθέλησεν εἰδέναι, ἤγουν συνιέναι τὰς θεοπνεύστους γραφὰς τὰς δηλούσας τὸ περὶ ἐμοῦ μυστήριον.
κατελθὼν ἐπισκεψάμενος αὐτὴν, καὶ θεῖα διδάγματα διδάξας ἐν αὐτῇ, καὶ πλείστας θαυματουργίας ἐργασάμενος.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.