ΚΕΦ. ΝΘ.
δὲ ἡ ἀπόδειξις σαΦὴς, ὧν ἔΦην ἀρτίως, ἡ τῶν λεπρῶν διακάθαρσις· οὗτοι γὰρ πόλεων τε καὶ κωμῶν ἀπελαυνόμενοι ὡς ἀκάθαρτοι κατὰ τὸν Μωϋσέως νόμον, ὑπαντήσαντες τῷ Σωτήρι’, ἐλιπάρουν ἀπαλλάττεσθαι τοῦ κακοῦ, καὶ ἐπιστάτην ὠνόμαζον, τουτέστι διδάσκαλον. ὁ δὲ Φιλάνθρωπος ὣν, ἔΦη, “ὑπάγετε, δείξατε ἑαυτοὺς “τοῖς ἱερεῦσι·”
ἱερεῦσι; νόμος ἐκάλει πρὸς τοῦτο πάλιν τοὺς τῆς λέπρας ἀπηλλαγμένους. Ἐκέλευε γὰρ ὡς ἤδη τεθεραπευμένους βαδίζειν, καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, δηλονότι τοὺς ἱερεῖς, διαμαρτυρασθαι, ὅτι παρ’ ἐλπίδα καὶ παραδόξως ἀπηλλάγησαν τοῦ κακοῦ, τοῦ Χριστοῦ τοῦτο κατανεύσαντος. καὶ δὴ ἐν τῷ αὐτοὺς ὑπάγειν
καθαροὶ γίνονται, καὶ οἱ μὲν ἐννέα ἅτε Ἰουδαῖοι ὄντες, εἰς ἀχώριστον λήθην ἐμπεσόντες, οὐχ ὑπέστρεψαν δοῦναι δόξαν τῷ Θεῷ, ὅθεν σκληροκάρδιον καὶ ἀμνήμονα παντελῶς δεικνύει τὸν Ἰσραὴλ, ὁ δὲ ἀλλογενὴς, τουτέστιν ὁ Σαμαρείτης, διὰ τὸ ἐξ Ἀσσυρίων κατάγειν τὸ γένος ἀλλογενής· οὐ γὰρ μάτην λέγει, ἐν μέσῳ τῆς
Σαμαρείας καὶ Γαλιλαίας καὶ Ἰουδαίας, “ὑπέστρεψε μετὰ Φωνῆς “μεγάλης δοξάζων τὸν Θεόν.” Δεικνύει οὖν ὅτι οἱ Σαμαρεῖται εὐγνώμονες, Ἰουδαῖοι δὲ εὐεργετούμενοι ἀχαριστοῦσιν.
οἱ τάλανες, ἢ τάχα που εἰς νοῦν ἔχοντες ὅτι τὸν ἐπὶ ξύλου θάνατον ὑπομενεῖ ταῖς αὐτῶν δυστροπίαις σεσαγηνευομένος, εἰς τοῦτο κατειρωνεύοντες, καὶ Φασι, “πότε ἔρχεται ἡ βασιλεία “τοῦ Θεοῦ,” ἀντὶ τοῦ, πρὸ τῆς παρὰ σοῦ λαλουμένης βασιλείας, σταυρός σε καὶ θάνατος λήψεται. Τί οὖν πρὸς ταῦτα Χριστός;
“ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι,” τουτέστιν ἐν ταῖς ὑμετέραις προαιρέσεσι, καὶ ἐν ἐξουσίᾳ κεῖται τοῦ λαβεῖν αὐτήν. Εξεστι γὰρ ἀνθρώπῳ παντὶ τὴν εἰς Χριστὸν δικαίωσιν, τὴν διὰ τῆς πίστεως δὲ δηλονότι καταπλουτήσαντι, καὶ διὰ πάσης ἀρετῆς ἐκλελαμπρυσμένῳ, τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν.
“οὐκ ὄψεσθε,” τουτέστιν ἐπὶ γῆς συνδιαγωγῆς αὐτοῦ, καίτοι καὶ τότε σὺν αὐτῷ ὄντες, θλῖψιν ὑπομένοντες, ἀλλὰ πρὸς ἀντιπαράθεσιν τῶν ὑπερκειμένων κακῶν αἱρετά πὼς ἦσαν τὰ ἐλάττονα. Μειζόνων γὰρ μετὰ τὴν αὐτοῦ ἀνάληψιν θλίψεων ἐπειράθησαν. Περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας, καὶ ὅτι “ὡς ἀστραπὴ
οὕτως ἔσται, ἕως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, προεγράΦη εἰς τὸ κατὰ Ματθαῖον.
τοῦτο καὶ τεταπείνωκεν ἑαυτὸν, καὶ οὐκ ἐν δόξη θεότητος ἐμΦανῶς· ἐκάλει γὰρ ὁ καιρὸς εἰς τοῦτο, καὶ τῆς οἰκονομίας ἡ χρεία· μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀναπτὰς εἰς οὐρανὸν, καὶ συνεδρεύσας τῶ Θεῷ καὶ Πατρὶ, καταβήσεται πάλιν, οὐκ ἐν ὑΦέσει δόξης, οὔτε μὴν ἐν ἀνθρωπίνῃ σμικροπρείᾳ, ἀλλ’ ἐν τῇ τοῦ Πατρὸς
ὑπεροχῇ, πληθύος Ἀγγέλων δορυφορούσης αὐτὸν, καὶ παρισταμένης ὡς Θεῷ καὶ Κυρίῳ τῶν ὅλων. Ἥξει τοίνυν ὡς ἀστραπὴ καὶ λεληθότως, καὶ οὐδενὶ πιστευτέον λέγοντι, “ἰδοὺ ὧδε ἣ ἐκεῖ.”
γενομένην στήλην ἁλὸς, τουτέστιν, ἀπολιθωθεῖσαν, ὅπως ἕκαστος τῆς πνευματικῆς ἐργασίας, ἀνδρείως ἀντέχηται. Διὸ καὶ τοῦ Λὼτ ἐμνημόνευσε καὶ τῶν ἐν Σοδόμοις, θείου πυρὸς ἔργον καὶ τροΦὴ γενομένοις.
καὶ τίνα τρόπον ὁ διασῶσαι νομίσας ἀπόλλυσιν αὐτήν; ὁ θεῖος Ἀπόστολος περὶ τούτων Φησὶν, “οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ σάρκα “ἐσταύρωσαν, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις,” πόνοις δηλονότι καὶ τοῖς εἰς εὐσέβειαν ἀγῶσι, κατανεκροῦντες τὸ τῆς σαρκὸς Φρόνημα, καθώς Φησιν, “νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς
“γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν “πλεονεξίαν·” ὅσοι οὖν τούτων ἕνεκα νεκροῦνται, οὗτοι σεσώκασι τὴν ἑαυτῶν ψυχὴν, οἱ γε μὴν Φιλήδονον αἱρούμενοι βίον καὶ οἴονται b τὴν ἑαυτῶν ψυχὴν κτᾶσθαι, ἀπολλύουσι πάντως αὐτήν· 1 “ὁ γὰρ σπείρων,” Φησὶν, “εἰς τὴν σάρκα θερίσει Φθοράν.” ἔστι δὲ καὶ ἑτέρως ἀπολέσαντά τινα τὴν ἑαυτοῦ ψυχὴν διασῶσαι, ὃ καὶ οἱ μακάριοι πεπράχασι μάρτυρες, τοὺς μέχρι ψυχῆς καὶ αἵματος διενεγκόντες ἀγῶνας, τῆς εἰς Χριστὸν ἀγάπης ἕνεκα, καὶ στέΦανον ταῖς ἑαυτῶν κεΦαλαῖς ἀνῆψαν. οἱ ἐξ ἀνάνδρου δὲ ψυχῆς
καὶ γνώμης τὸν παραυτίκα τῆς σαρκὸς διαΦυγόντες θάνατον, οὗτοι φονευταὶ τῆς ἑαυτῶν γεγόνασι ψυχῆς· κατοικήσονται γὰρ εἰς ᾅδου τῆς κακοανδρείας ὑφέξοντες δίκας.
τε καὶ ἐπιεικῶς βιοῦντες, οὗτοι παραλειφθήσονται, δίκαιοι δηλονότι τυγχάνοντες· οἱ δὲ μὴ τοιοῦτοι, ἀλλὰ κακοῦργοι καὶ πάσης Φανλότητος ἐπιτηδευταὶ, ἀφεθήσονται τῇ διὰ πυρὸς ὑποκεισόμενοι δίκῃ. ἀποστελεῖ γὰρ, Φησὶ, τοὺς Ἀγγέλους αὐτοῦ καὶ ἐκλέξωσιν ἐκ τῶν ἁμαρτωλῶν τοὺς δικαίους, καὶ προσοίσουσιν
αὐτῷ.
κοσμικῶν ἀνενηγμένοι πραγμάτων, ἐπ’ αὐτὸν ἀναδραμοῦνται c. Νύκτα ὀνομάζει τὸν τῆς κρίσεως καιρὸν διὰ τὸ ἀφανὲς καὶ ἀπροσδόκητον τῆς παρουσίας αὐτοῦ, κλίνην δὲ τὴν ἀνάπαυσιν.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.