ΚΕΦ. ΝΗ.
περὶ τῶν μὴ Φοβουμένων αὐτόν φησιν ὁ Θεὸς, “ὅτι οὐ μὴ μνησθῶ “τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου,” μνημονεύει δὲ τοῦ πένητος ὀνομαστὶ, ἐπειδήπερ ἐν γλώσσῃ Θεοῦ οἱ τοιοῦτοι εἰσιν. ἔχει δὲ καὶ λόγον ὡς ἡ τῶν Ἑβραίων παράδοσίς Φησι, Λάζαρον εἶναι τινα κατ’ ἐκεῖνο τοῦ καιροῦ ἐν Ἰεροσολύμοις, ἐσχάτην ποιοῦντα
πτωχείαν καὶ ἀρρωστίαν, οὗ μνημονεῦσαι τὸν Κύριον, ὡς εἰς παραβολὴν λαβόντα αὐτὸν εἰς ἐμφανεστέραν τοῦ λεγομένου δύναμιν.
ἵν εἴδοιεν οἱ τὸν ἐκ γῆς ἔχοντες πλοῦτον, ὡς εἰ μὴ βουληθεῖεν εἶναι χρηστοὶ καὶ εὐμετάδοτοι καὶ κοινωνικοὶ, καὶ ταῖς τῶν πενήτων ἀνάγκαις ἐπικουρεῖν ἕλοιντο, δεινῇ καὶ ἀΦυλάκτῳ περιπεσοῦνται δίκῃ. Ἴδωμεν τοίνυν τοῦ πλουσίου τὴν ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων ἠρμένην ὀΦρύν. “Ενεδιδύσκετο,” Φησὶ, “πορφύραν καὶ βύσ-
“σον,” τουτέστιν εὐειματεῖν b ἐσπούδαζε, καὶ ἦν ἐν ἐσθῆτι πολυτελεστάτῃ τελεστάτῃ καὶ ἀκαταλείπτοις τρυφαῖς. τοῦτο γὰρ ἐμφαίνει τὸ εὐφραίνεσθαι καθ’ ἡμέραν. πρόσκειται δὲ “λαμπρῶς,” τουτέστιν, ἀσώτως.
πρὸς τὸν πυλῶνα αὐτοῦ ἀτημελῶς ἐρριμμένος, οὐδενὸς ἀξιούμενος λόγου, Φειδοῦς καὶ Φροντίδος ἄμοιρος ὤν· ζητῶν πρὸς κόρον τῆς τοῦ πλουσίου τραπέζης τὰ παρολισθαίνοντά τε καὶ ἀχρηστότερα· ἐκολάζετο δὲ καὶ ἑτέρως νόσῳ χαλεπωτάτῃ, ἀλλὰ καὶ οἱ κύνες, Φησὶν, ἔλειχον τὰ ἕλκη αὐτοῦ, οὐκ ἀδικοῦντες ἀλλ’ οἷον συναλγοῦντες
καὶ θεραπεύοντες τῇ γλώττῃ, καὶ τὸ λυποῦν ἀποξέοντες, καὶ ΦιλοΦρόνως περιαλείΦοντες, ὅπως καὶ ἐν τούτῳ δειχθῇ ὁ πλούσιος καὶ θηρῶν ἀπηνέστερος, ὡς ἀσυναλγὴς καὶ ἀφιλοικτίρμων καὶ μεστὸς πάσης ἀπανθρωπίας. ὑπάρχων δὲ ὁ πένης ἐν τοιούτοις 1 δεινοῖς, οὔτε ἀπεδυσώπησεν, οὔτε ἐβλασφήμησεν, οὔτε ἠγανάκτησεν, οὔτε κατεγόγγυσε τοῦ πλουσίου. πόθεν δὲ τοῦτο δῆλον; ἐξ ὧν ἀπήγαγον αὐτὸν οἱ Ἄγγελοι δορυφοροῦντες, καὶ εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀπεκατέστησαν.
τὸ εἰρημένον ὅτι μετὰ τὸ ἀποθανεῖν τὸν πλούσιον πρόσκειται τὸ “ἐτάΦη.” ἐπειδὴ γὰρ καὶ ζῶν, καθάπερ ἐν μνήματι κατορρυγμένη ὑπῆρχεν αὐτοῦ ἡ ψυχὴ, τάφου περιφέρουσα τὴν σάρκα· διὰ τοῦτο προσετέθη τὸ “ἐτάφη,” ἀπαλλαγεὶς δὲ τοῦ σώματος ἄπεισιν ἐκ τρυφῆς εἰς τὸν ᾅδην· ἵνα δὲ μειζόνως κατατρύχηται,
ὁρᾷ, φησὶν, τὸν Λάζαρον ἐν κόλποις ὄντα τοῦ Ἀβραὰμ, ὥσπερ γὰρ τὸν Ἀδὰμ ἐκβαλὼν τοῦ παραδείσου κατ’ ἀντικρὺ τούτου κατῴκισεν αὐτὸν ὁ Θεὸς, ἵνα ἡ συνεχὴς ὄψις ἀνανεοῦσα τὸ πάθος ἀκριβεστέραν αὐτῷ παράσχῃ τῆς ἐκπτώσεως τῶν ἀγαθῶν τὴν αἴσθησιν, οὕτω δὴ καὶ τοῦτον κατέναντι τοῦ Λαζάρου κατῴκησε.
παρεώρα·
Φησὶ, τοσαύτης ἀπολαύων εὐπορίας, καὶ οὐδὲν ἠδικημένος, ὑπερεῖδον ἐν τοσούτοις ὄντα τὸν ἄνθρωπον κακοῖς, καὶ οὐδὲ ψιχίων μετέδωκα, πολλῷ μᾶλλον αὐτὸς οὕτως ὑπεροφθεὶς οὐκ ἐπινεύσει τῇ χάριτι ταύτῃ. Ταῦτα λέγομεν, οὐχὶ τοῦ Λαζάρου κατηγοροῦντες, οὐ γὰρ δὴ οὕτως διέκειτο ἐκεῖνος, ἀλλ’ ὅτι οὗτος ταῦτα
δεδοικὼς οὐκ ἐκάλεσεν ἐκεῖνον, ἀλλὰ τὸν Ἀβραὰμ ἐφώνησεν· ἐνόμιζε γὰρ αὐτὸν ἀγνοεῖν τὰ γεγενημένα.
ἄνθρωπον, φιλανθρωπίας μέμνησαι νῦν καὶ ἐλέους καὶ συμπαθείας καὶ συγγνώμης· οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς, οὐδὲ ἐγκαλύπτῃ; ἀλλὰ τί; “τέκνον,” Φησὶν, “ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου·” ψυχὴν γὰρ τεταπεινωμένην μὴ προσταράξῃς, Φησί· ἀρκεῖ τὰ τῆς τιμωρίας αὐτῷ, μὴ προσεπεμβαίνωμεν αὐτοῦ ταῖς συμΦοραῖς,
τέκνον, οὗ κύριός εἰμι, μεταδίδωμί σοι, τὸ δ᾿ ἐντεῦθεν ἀπελθεῖν ἐκεῖ, οὐκ ἔστιν ἡμέτερον λοιπόν. Διὰ τι οὐκ εἶπε, ἔλαβες τὰ ἀγαθά σου, ἀλλ’ “ἀπέλαβες;” ὀΦειλὴν γάρ τινα ἐνδεικνυμένου καὶ δηλοῦντός ἐστιν· ἀπολαμβάνει γάρ τις τὰ ὀΦειλόμενα.
ἔσχατον κακίας ἐληλακότες, πολλάκις ἕν τι καὶ δύο καὶ τρία εἰργάσαντο ἀγαθά· καίπερ οὖν καὶ οὗτος ὁ πλούσιος, ὅθεν διὰ τῆς εὐημερίας τῆς ἐν τῷδε τῷ βίῳ ἀπολαβὼν αὐτὰ, ἤκουσεν ὅτι “ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά. Ἴσως γὰρ καὶ οὕτος ἓν ἢ καὶ δύο ἢ καὶ τρία ἡμαρτηκὼς,
ἐντεῦθεν διὰ τῆς ὀδύνης ἧς ὑπέμεινεν, ἀπέλαβε ταῦτα.
πταίοντας· ὥσπερ γὰρ ἐναντίαι αἱ προθέσεις, οὕτως ἀμιγὴς ἡ μετάσασις, τῶν μὲν τὴν ἄνεσιν, τῶν δὲ τὴν κόλασιν δεχομένων. ἀποτυχὼν δὲ τῶν καθ’ ἑαυτὸν, ὑπὲρ ἑτέρων λοιπὸν ποιεῖται τὴν ἱκετηρίαν. Ὅρα πῶς Φιλάνθρωπος καὶ ἥμερος γέγονεν ὑπὸ τῆς κολάσεως· ὁ γὰρ τοῦ Λαζάρου καταφρονῶν παρόντος, ἑτέρων ἀπόντων
τῶν Φροντίζει, καὶ παρακαλεῖ πεμφθῆναι τὸν Λάζαρον εἰς τὸν οἶκον τοῦ πατρὸς, καὶ οὐδὲ ἁπλῶς παρεκάλεσεν ἀναστῆναι τινα ἐκ τῶν νεκρῶν, ἀλλὰ τὸν Λάζαρον, ὅπως, φησὶν, ἰδόντες αὐτὸν στεΦανωθέντα, ὃν ἔβλεπον μυρίοις κακοῖς ἀγωνιζόμενον, οἱ γενόμενοι μάρτυρες τῆς πενίας αὐτοῦ τοῦ λιμοῦ καὶ τῶν ὀδυνῶν, αὐτοὶ καὶ
τῆς μεταβολῆς καὶ τῆς δόξης αὐτοῦ γενόμενοι μάρτυρες, ἑκατέρωθέν τε παιδευθέντες, καὶ μαθόντες ὅτι οὐ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεται πράγματα, κἂν οὕτω παρασκευάσωνται ὡς δυνηθῆναι ταύτην διαφυγεῖν τὴν κόλασιν.
“σάτωσαν αὐτῶν.” Οὐχ οὕτω γὰρ, φησὶ, σὺ κήδῃ τῶν ἀδελφῶν, ὡς ὁ ποιήσας αὐτοὺς Θεός· μυρίους γὰρ αὐτοῖς ἐπέστησε διδα- σκάλους.
“σουσιν;” ἐπειδὴ αὐτὸς οὗτος τῶν θείων γραφῶν ἀκούων κατεφρόνει, καὶ μύθους ἐνόμιζεν εἶναι τὰ λεγόμενα, ἐξ ὧν αὐτὸς ὑπενόει, καὶ περὶ τῶν ἀδελΦῶν οὕτως ὑποπτεύουσιν ὥσπερ κἀγὼ, ὅτι “τις ἦλθεν “ἐκεῖθεν;” τίς ἐκ νεκρῶν ἀνέστη; τίς εἶπε τὰ ἐν τῷ ἅδῃ; διὰ τοῦτο ἐάν τις ἀπὸ τῶν νεκρῶν ἀπέλθῃ, οὐκ ἀπιστήσουσιν αὐτῷ,
ἀλλὰ μᾶλλον τοῖς λεγομένοις προσέξουσιν. “εἶπε δὲ,” Φησὶ, “πρὸς “αὐτὸν, εἰ Μώσεως καὶ τῶν προΦητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις “ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.” ὅτι δὲ τοῦτο οὕτως ἐστὶν ἀληθὲς, καὶ ὁ τῶν γραΦῶν οὐκ ἀκούων, οὐδὲ νεκρῶν ἀνισταμένων ἀκούσεται, ἔδειξαν οἱ Ἰουδαῖοι. οἳ ἐπειδὴ Μώσεως οὐκ ἤκουσαν
καὶ τῶν προΦητῶν, οὐδὲ νεκροὺς ἰδόντες ἀναστάντας ἐπίστευσαν, ἀλλὰ νῦν μὲν ἀνελεῖν τὸν Λάζαρον ἐπεχείρουν, νῦν δὲ τοῖς Ἀποστόλοις ἐπεπήδων, καίτοι πολλῶν ἀναστάντων ἐν τῷ καιρῷ τοῦ σταύρου·
τούτους εἶναι ὁ ἅγιος Διονύσιος ὁ Ἀρεωπαγίτης τὰς θειοτάτας καὶ μακαριωτάτας λήξεις, τὰς ὑποδεχομένας πάντας τοὺς δικαίους, εἰς τὴν ἐν αὐταῖς ἀγήρω καὶ μακαριωτάτην τελείωσιν.
τὴν εἰς τοῦτο βεβαίωσιν. παρασκευάσαι δὲ αὐτοὺς βουλόμενος δεκτικοὺς γενέσθαι τῆς τοιαύτης χάριτος, Φησὶν, “εἰ ἔχετε πίστιν “ὡς κόκκον σινάπεως, ἐλέγετε ἃν τῇ συκαμίνῳ ταύτῃ, ἐκριζώθητι” καὶ τὰ ἑξῆς. Εἰ γὰρ τὸ πεπηγὸς οὕτω καὶ κατὰ γῆς ἐρριζωμένον μετακινήσειεν ἃν ἡ τῆς πίστεως δύναμις, καθόλου Φαίη τις
ἃν, μηδὲν οὕτως ἀκίνητον εἶναι ὃ μὴ σαλεύσειεν ἡ πίστις· ἐκεῖνο μέντοι προσεκτέον ἀσΦαλῶς, ὥστε μή τινα λόγον λογίζεσθαι κατὰ κενὴν ἔκπληξιν εἰπεῖν τοῦτο τῷ δεσπότῃ Χριστῷ, πρὸς ὠΦέλειαν δὲ μᾶλλον καὶ σωτηρίαν ἡμῶν, καὶ γὰρ πάντα ἰσχύει ἡ τῆς θείας δυνάμεως ἐξουσία. Περὶ γὰρ κόκκου σινάπεως προεγράφη εἰς
τὸ κατὰ τὸν Ματθαῖον.
ὁ ἀρχέκακος δράκων, ὡς οἴεσθαι τάχα που καὶ ὀφελεῖν τὸν Θεὸν τὰς ἀνωτάτω τιμὰς, ὅταν εὐκλεᾶ καὶ εὐδόκιμον ἔχωσι τὴν ζωήν. Διὰ τοῦτο τῶν προκειμένων ἀναγνωσμάτων τὴν δύναμιν ὁ δεσπότης ποιεῖται Χριστὸς, λέγων, “τίς ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα “ἢ ποιμαίνοντα,” καὶ τὰ ἑξῆς. Διδάσκει γὰρ διὰ τούτων ὅτι
τῆς δεσποτικῆς ἐξουσίας ἡ δύναμις, ὡς ὄφλημα πανταχοῦ παρὰ τῶν οἰκετῶν ζητεῖ τὴν ὑποταγήν. οὐ γὰρ χάριν, ἔΦη, ὁμολογήσει τῷ οἰκέτῃ, κἂν εἰ γένοιτο παρ’ αὐτοῦ πᾶν ὅπερ ἔδει γενέσθαι κατά γε τὸ τῆς δουλείας πρέπον, ἀλλὰ μὴ πληροῦντος μὲν τὸ ὀΦειλόμενον κίνδυνος ἕπεται, πληροῦντος δὲ χάρις οὐδὲ μία, κἂν εἰ ὁ
δεσπότης Χριστὸς ὑπάρχων ἀγαθὸς καὶ Φιλότιμος καὶ Φιλάνθρωπος οὐ μόνον ἰσοδύναμα γέρα τοῖς κάμνουσιν ἐπαγγέλλεται, ἀλλὰ καὶ πολλῷ πλέον τοὺς πόνους ὑπερβαίνοντα, καθώς Φησιν ὁ πάνσοΦος Παῦλος, “ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, “πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.”
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.