ΚΕΦ. Ξ.
ὥστε καὶ ἄκοντα ποιῆσαι τὴν ἐκδίκησιν αὐτῆς, πῶς ὁ Φιλοικτίρμων καὶ μισοπόνηρος, ὁ τοῖς ἀγαπῶσιν αὐτὸν χεῖρα νέμων ἀεὶ τὴν 1 σώζουσαν, οὐ προσδέξεται μὲν τοὺς προσιόντας αὐτῷ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, ποιήσει δὲ τὴν ἐκδίκησιν αὐτῶν, ὡς ἐκλεκτῶν αὐτοῦ; καὶ ταῦτα μὲν ὁ ἅγιος Κύριλλος. ὁ δὲ Χρυσόστομος καὶ αὐτὸς εἰς διαφόρους λόγους αὐτοῦ περὶ τοῦ κριτοῦ τῆς ἀδικίας λέγει, ὅτι πονηρός τις ἢν καὶ παράνομος, καὶ αὐτὸ δὲ τὸ ἅγιον Εὐαγ-
γέλιον τοῦτο δείκνυσιν ἐν τῷ λέγειν τὸν Κύριον, “ἀκούσατε τί “ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν “ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ·” παρέστησε γὰρ διὰ τούτων, ἄλλον εἶναι τὸν κριτὴν τῆς ἀδικίας, καὶ ἄλλον τὸν Θεόν. Πῶς οὖν μετὰ τοιαύτας ἐμΦανεῖς ἀποδείξεις, οὐ Φρίττουσί τινες ὅλως,
κἂν εἰς ἔννοιαν λαμβάνειν, μή τι γε καὶ παρρησίᾳ λαλεῖν, αὐτὸν τὸν Θεὸν εἶναι κριτὴν τῆς ἀδικίας, ἐκπλήττεσθαι χρή.
ἐσχάτοις καιροῖς τῆς ὀρθῆς πίστεως καὶ ἀδιαβλήτου, προσέχοντες πνεύμασι πλάνης καὶ ψευδηγορίαις διεστραμμένων ἀνθρώπων.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.