ΚΕΦ. Α.
ἑνὸς κἀς ὅλῃ τῇ οἰκουμένῃ γεννωμένου· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, “ ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα” καὶ τὰ ἑξῆς. καὶ διὰ τοῦτο δὲ γίνεται τοῦτο, ἐπειδὴ ἡ ἀπογραφὴ αὕτη χρησίμως τὴν παναγίαν παρθένον ἐξέπεμπεν εἰς Βηθλεὲμ τεκεῖν, ἵνα πληρωθῇ ἡ λέγουσα προφητεία “ καὶ σὺ Βηθλεὲμ,
“ οἰκος τοῦ Ἐφραθὰ, μὴ ὀλιγοστὸς εἶ a τοῦ εἶναι ἐν χιλιάσιν “ Ἰούδα, ἐξ οὗ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν “ τῷ Ἰσραήλ.”
Ἰησοῦν, ἵνα συναναγραφεὶς τοῖς ἐν τῇ οἰκουμένῃ, ἁγιάσῃ τὴν οἰκουμένην, καὶ μεταθῇ τὴν ἀπογραφὴν ταύτην εἰς βίβλον ζώντων, ἵνα τὰ ὀνόματα τῶν συγγραφέντων αὐτῷ καὶ πιστευόντων αὐτῷ, ἐγγράψῃ ἐν τοῖς οὐρανοῖς.
Ἰησοῦς Χριστός. γέγονεν ἡμῶν διὰ τὴν σάρκωσιν ἀδελφὸς, τούτου χάριν ὠνομάσθη πρωτότοκος, ὡς πρωτεύων ἐν πᾶσιν αὐτός.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.