ΚΕΦ. Β.
* δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι δόξα τῷ ἐν ὑψίστοις ὄντι Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη γενομένῳ. καὶ γὰρ ἀγέλην ἀπέφηνε μίαν, τούς τε ἐν οὐρανῷ, καὶ τοὺς ἐπὶ γῆς, γενόμενος ἡμῖν εἰρήνη καὶ εὐδοκία. οἱ μὲν γὰρ Ἄγγελοι καὶ πᾶσα ἡ ἐν οὐρανοῖς δύναμις, πλὴν τῶν ἀπιστούντων,
ἐν εἰρήνῃ μεμενήκασι πρὸς τὸν Θεὸν, τὰ αὐτοῦ πληροῦντες θελή- θελήματα, ἡμᾶς δὲ ἡ ἁμαρτία ἐχθροποίησε πρὸς τὸν Θεόν. ἐπειδὴ οὖν ἔλυσε τὴν ἔχθραν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς, ἀποκαταλλάξας ἡμᾶς πρὸς τὸν πατέρα, κατὰ τὸν λέγοντα ’πό. στόλον· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν· εἰκότως δοξολογοῦσιν
οἱ Ἄγγελοι αὐτὸν, τὸν ἐπὶ τῆς γῆς εἰρήνη γενόμενον Χριστὸν τὸν Θεὸν ἡμῶν.
ἀγραυλοῦντας καὶ φυλάσσοντας τὰς φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν, κἀκείνους εὐηγγελίσατο ; ὅτι ἐκεῖνοι μὲν ἦσαν διεφθαρμένοι, καὶ τῷ φθόνῳ ἤμελλον διαπρίεσθαι· οὗτοι δὲ ἄπλα- στοι ἦσαν, τὴν παλαιὰν πολιτείαν ζηλοῦντες τῶν πατριαρχῶν, καὶ αὐτοῦ Μωϋσέως· ποιμένες γὰρ ἦσαν καὶ οὗτοι.
“ διέλθωμεν δὴ ἕως εἰς Βηθλεὲμ” λέγοντες, τοὺς τῆς ἐκκλησίας προτυποῦντες ποιμένας τὲ καὶ ἱερεῖς, οἷς ἔργον ἐστὶ τὸν οὐράνιον ἄρτον ἐπιζητεῖν, τὸν ἀμνὸν τοῦ Θεοῦ, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ μυστικῶς καθ’ ἑκάστην ἱερουργούμενον, κατὰ τὸ μέγα ἔλεος αὐτοῦ.
ἀλήθειαν ὁ ἐξ αὐτῆς γεννηθεὶς ἐν σαρκί.
θεωρήσεις ὑψώμασι τὴν ὑπερτάτην ἔχοντα δόξαν, ὄψει καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· ἀκούσεις τῶν Σεραφεὶμ ὑμνολογούντων αὐτόν· πλήρη λεγόντων τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ· γέγονε δὲ τοῦτο καὶ ἐπὶ τῆς γῆς· δόξα γὰρ Θεοῦ περιήστραψε τοὺς ποιμένας, καὶ πλῆθος ἦν στρατιᾶς οὐρανίου
δοξολογούντων Χριστόν — Καὶ μετ’ ὀλίγα. οὐκοῦν μὴ ὡς βρέφος ἴδῃς ἁπλῶς τὸν ἐν φάτνῃ κείμενον, ἀλλ’ ἐν πτωχείᾳ τῇ κἀς ἡμᾶς τὸν πλούσιον ὡς Θεὸν, καὶ διὰ τοῦτο δοξολογούμενον καὶ πη αὐτῶν τῶν ἁγίων Ἀγγέλων.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.