ΕΡΜΗΝΕΙΑ ΤΟΥ ΚΑTΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΥ.
ἡμῖν ἐδόθη· οὐδὲ γὰρ πονήσαντες καὶ ἱδρώσαντες, ἀλλ’ ἀγαπηθέντες ὑπὸ τοῦ Θεοῦ μόνον, ἐλάβομεν ἅπερ ἐλάβομεν. Εὐαγγέλιον δέ ἐστι λόγος περιέχων ἐπαγγελίαν πραγμάτων κατὰ τὸ Εὐαγγέλιον, διὰ τὸ ὠφελεῖν εὐφραίνων τὸν ἀκούοντα, ἐπὰν παρα- δέξηται τὸ ἐπαγγελλόμενον.
οὗτος ἀπεμνημόνευσέ τε καὶ διεξῆλθεν ἀκριβῶς, διὸ καὶ τὸ προοίμιον τῆς Εὐαγγελικῆς γραφῆς ἀκρίβειαν ἐπαγγέλλεται.
Τὸ “ ἐπεχείρησαν” ἐνταῦθα ἀντὶ ὅτι χωρὶς χαρίσματος ἦλθον εἰς τὴν ἀναγραφὴν τῶν Εὐαγγελίων τινὲς, χρὴ νοεῖν. Ματθαῖος γὰρ οὐκ ἐπεχείρησεν ἀλλ’ ἔγραψεν ἀπὸ ἁγίου Πνεύματος, ὁμοίως καὶ Μάρκος καὶ Ἰωάννης, παραπλησίως δὲ καὶ Λουκᾶς. τὸ μέντοι ἐπιγεγραμμένον κατ’ Αἰγυπτίους Εὐαγγέλιον,
καὶ τὸ ἐπιγεγραμμένον τῶν ιβ΄ Εὐαγγέλιον, οἱ συγγράψαντες ἐπεχείρησαν. πολλὰ δὲ καὶ ἕτερα φέρονται, ἀλλὰ τὰ τέσσαρα μόνα ἡ τοῦ Χριστοῦ Ἐκκλησία προσδέχεται. “ πεπληροφορημένων” δὲ λέγει, ὡς οὐχ ἁπλῶς τῷ λόγῳ παραδεδομένων, οὐδὲ ψιλῇ τῇ πίστει παρειλημμένων, ἀλλὰ περὶ ὧν ἐν πληροφορίᾳ γέγονεν αὐτοῖς παρηκολουθηκὼς τοῖς ἔργοις· αὐτόπτας δὲ καὶ ὑπηρέτας καλεῖ τοὺς ἁγίους Ἀποστόλους.
βασιλέως τῶν Ἰουδαίων φέρει τὸν χρόνον, καὶ οὕτως στηρίζει τῆς παρουσίας τοῦ Ἰησοῦ τὴν γνῶσιν.
Ἰησοῦν παραγένηται· διὸ καὶ τὴν γέννησιν αὐτοῦ πρώτην ὁ Εὐαγγελιστὴς ἐξηγεῖται, θαυματούργημα οὖσαν Θεοῦ, ὅπερ καὶ αὐτὸ πρόφασιν εἶχε πίστεως ἀγαθῆς.
ἐν τῇ λειτουργίᾳ ὁ Ἀβιὰ, μετὰ τὴν ἐκείνου ἐφημερίαν ἐλειτούργει ὁ Ζαχαρίας. ἐφημερίαν δὲ χρὴ νοεῖν οὐ τὸ πρὸς ἡμέραν παραμένειν καὶ λειτουργεῖν ἐν τῷ ἱερῷ, ἀλλὰ τὸ πρὸς ἑβδομάδα· δεῖξαι δὲ θέλων ὅτι ἑκατέρωθεν νομίμως ἐτύγχανεν ἱερεὺς ὁ Ζαχαρίας, φησὶ, “ καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών.”
ἐμφωλεύοντας κεκτημένον λογισμοὺς πονηρούς.
“ ράχθη δὲ Ζαχαρίας,” καὶ τὰ ἑξῆς . διότι ξενίζουσα ὄψις ἀνθρώπῳ φαινομένη οὐκ ἔστιν ὑπομονητή· ἀλλ’ ὅμως ἐπιστρέφει ἀπὸ τῆς ταραχῆς τὸν Ζαχαρίαν ὁ Ἄγγελος, εἰπὼν αὐτῷ, “ μὴ φοβοῦ Ζα- “ χαρία,” καὶ ἀνακτᾶται αὐτόν.
λαοῦ παρακαλοῦντος τοῦ Ζαχαρίου, καὶ ὑπὲρ ἁμαρτημάτων δεομένου, καὶ συγγνώμην αἰτοῦντος τοῖς συνδούλοις, εἰπεῖν πρὸς αὐτὸν τὸν Ἄγγελον, “ μὴ φοβοῦ, εἰσηκούσθη γὰρ ἡ δέησίς σου,” καὶ τοῦ ἀκουσθῆναι ἀπόδειξιν ποιεῖται, τὸ τεχθήσεσθαι αὐτῷ παῖδα τὸν Ἰωάννην ; καὶ μάλα εἰκότως· ἐπειδὴ γὰρ ὑπὲρ τῶν ἁμαρτημάτων
τοῦ λαοῦ παρεκάλει, ἔμελλε δὲ τίκτειν τὸν υἱὸν βοῶντα, ‘ ἴδε ὸ ἀμνὸς του Θεοῦ ο αἴρων τὴν ἁμαρτίαν, καὶ τὰ ἐξῆς, εἰκότως φησὶν ἠκούσθη ἡ δέησίς σου, καὶ τέξῃ υἱόν.
σμικρότης ψυχῆς. ἐγὼ οὕτως ἀκούω τοῦ ἐν τῷ Εὐαγγελίῳ, “ μὴ “ καταφρονήσητε ἑνὸς τῶν σμικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ·” μικρὸν γὰρ ἐκεῖ τὸν ἐναντίον τῷ μεγάλῳ λέγει· ὅτι ὁ τυχὼν ὁ μικρός ἐστι, δῆλον ἐκ τοῦ “ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν σμικρῶν τούτων·” μέγας γὰρ οὐ σκανδαλίζεται, ἀλλ’ ὁ μέγας παντὸς σκανδάλου
κρείττων ἐστι·
ἐστιν· ὁ Ἠλίας τῆς δευτέρας τοῦ Κυρίου παρουσίας ἐστὶ πρόδρομος, καθώς, φησιν, ὁ προφήτης εἶπε· “ πέμψω ὑμῖν Ἠλίαν τὸν “ Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ “ ἐπιφανῆ.” οὕτως οὖν καὶ ὁ Ἰωάννης τῆς πρώτης γέγονε πρόδρομος· καὶ ἐν πνεύματι μὲν, ὅτι ὥσπερ ἦν ἐπὶ τὸν Ἠλίαν ἡ τοῦ
Παναγίου Πνεύματος χάρις, οὕτως καὶ ἐπὶ τὸν πρόδρομον. ἐν δύο δὲ διὰ τὸ μέγεθος τῆς πληρουμένης παρ’ αὐτῶν διακονίας.
ἡ τοῦ Ἰωάννου διακονία, ὡς ἐπιστρέψαι τὰς τῶν Ἰουδαίων καρδίας εἰς τὴν τῶν Ἀποστόλων διδασκαλίαν· ὁ γὰρ περὶ Χριστοῦ τοιαῦτα μαρτυρήσας, συνεισήγαγε τῇ τοιαύτῃ μαρτυρίᾳ καὶ τοὺς Χριστοῦ μαθητὰς, καὶ τὸ ἀξιόπιστον αὐτοῖς ἐκ τούτου κατε- σκεύασε.
καὶ προκατεσκευασμένον λαόν· πολλὰ γὰρ θαυμαστὰ προειπὼν περὶ τοῦ Κυρίου ὁ πρόδρομος, τὴν εἰς αὐτὸν πίστιν τοῦ λαοῦ προευτρέπισεν.
Ἀγγέλου λέγοντος ταῦτα πρὸς αὐτόν· ἐπειδὴ ἀπιστεῖς Ἀγγέλῳ παρεστηκότι Θεῷ, καὶ οὐ πιστεύεις τῷ ἀποστείλαντι αὐτὸν, οὐδὲ λογίζῃ τὴν τοῦ λέγοντος δύναμιν, ἀλλὰ τὴν τοῦ πράγματος ἀδυναμίαν, διὰ τὴν ἄπιστόν σου ταύτην φωνὴν, ἀφαιρεθήσῃ τῆς φωνῆς· ἕως ἂν τοῦ πράγματος πληρωθέντος, γνῷς καὶ τὸ σὸν ἄπιστον καὶ
τὸ δυνατὸν τοῦ Θεοῦ.
οἶμαι δηλοῦν τὸ ἐκ τοῦ παλαιωθέντος καὶ καταγηράσαντος καὶ στειρωθέντος τῇ ἀνηκοίᾳ τῶν δεξαμένων νόμου τοῦ γραπτοῦ τὰς περὶ Χριστοῦ προρρήσεις προελθεῖν, καὶ τὴν αὐτοῦ μητέρα ἐκ τούτου προελθεῖν.
ταύτην διὰ νεύματος ὁ Ζαχαρίας ἐδήλου, καὶ τοῦτό ἐστιν ἴσως, “ ὅτι καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμεινε κωφός.”
τοῦ λόγου· ἐὰν οὖν ἴδῃς Ἰουδαίων τὴν πολιτείαν ἄλογον, ὡς μὴ δύνασθαι αὐτοὺς διδόναι λόγον περὶ ὧν πράττουσι, βλέπε τὸν τύπον τῶν γεγενημένων ἐπὶ Ζαχαρίου διαμένοντος κωφοῦ καὶ διανεύοντος αὐτοῖς. ἔστι γὰρ νῦν κωφὸς ὁ λαὸς καὶ ἄλαλος. πῶς γὰρ οὐκ ἤμελλεν ἄλαλος καὶ ἄλογος εἶναι, ἐκβαλὼν τὸν λόγον ἀφ’
ἑαυτοῦ, καὶ μὴ δυνάμενος περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ λόγου.
θείας συλλήψεως καὶ ὡς περὶ προφήτου μέλλοντος γεννᾶσθαι ἐν τῷ λαῷ, οὐκ ἔτι ἑαυτὴν περιέκρυβεν, ἀλλ’ εἰ δεῖ οὕτως εἰπεῖν, καὶ ἐπαρρησιάσατο, ὅτι ἄρα γέννημα εἴη αὐτῆς ὁ πρόδρομος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
ἐκείνοις ὑπῆρχεν, τουτέστιν ἡ ἀτεκνία, ἤγουν τὸ εἶναι στεῖραν, ὥσπερ ἔπαινος καὶ εὐλογία ἡ πολυτεκνία. Μήνα ἕκτον λέγει τὸν τῆς συλλήψεως Ἰωάννου.
δεῖξαι βουλόμενος, ὅτι καὶ αὐτὴ ἡ πανάμωμος ἐκ γένους ἦν τοῦ Δαβίδ. ὅθεν καὶ ὁ μνηστευσάμενος αὐτὴν Ἰωσήφ· οὐδὲ γὰρ ἦν δυνατὸν κατὰ τὸν νόμον ἀπὸ φυλῆς ἑτέρας ἁρμόζεσθαι γυναῖκα.
“ τωμένη ὁ Κύριος μετὰ σοῦ.”
κοινὸν ἦν· εὗρον γὰρ χάριν πρὸ αὐτῆς καὶ ἄλλαι, τὸ δὲ εἰπεῖν “ συλλήψῃ,” οὐκέτι κοινὸν ἦν, ἀλλ’ ἰδιάζον εἰς ἐπαγγελίαν.
ἐλθών· τὸ γὰρ ὄνομα τοῦτο εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβαλλόμενον, Θεοῦ λέγεται σωτηρία καὶ ἴασις.
θήσεται ; ἔδει γὰρ μᾶλλον εἰπεῖν, Υἱὸς Ὑψίστου ὑπάρχει, ὡς πρὸ τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντος αὐτοῦ. ἀλλ’ ἐροῦμεν· ὅτι ὥσπερ ὢν φύσει ἀληθὴς Θεὸς ὁ Υἱὸς, ἔλαβεν ἐν δωρεᾶς μέρει διὰ τὸ ἀνθρώπινον τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τουτέστι τὸ καλεῖσθαι Θεός· καὶ ὥσπερ ὢν Κύριος πάσης τῆς κτίσεως, ὡς
δημιουργὸς καὶ ποιητὴς, ἐκ δωρεᾶς λαμβάνει πατρικῆς εἰς κληρονομίαν τὰ ἔθνη διὰ τὸ ἀνθρώπινον. “ αἴτησαι” γάρ φησι “ παρ’ “ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.” οὕτως ὣν φύσει καὶ ἀληθῶς Υἱὸς, καὶ ἐκ τῆς οὐσίας ἐκλάμψας τοῦ Πατρὸς πρὸ πάντων τῶν αἰώνων, “ Υἱὸς Ὑψίστου” καλεῖται, διὰ τὸ ἀνθρώπινον.
καὶ τὸ “ δώσει” δὲ τῇ οἰκονομίᾳ ἀρμόττει.
ἀλλὰ καὶ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἡμῶν, ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιουμένους.
ἄνθρωπος γενέσθαι καταδεξάμενος.
δὴ τὸ παρθένον τεκεῖν, ὅθεν καὶ συγγινώσκει ὁ Ἄγγελος, καὶ τὸν τρόπον ἑρμηνεύων λέγει, “ Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ “ δύναμις Ὑψίστου” καὶ τὰ ἑξῆς. “ Χριστὸς δὲ Θεοῦ δύναμις “ καὶ Θεοῦ σοφία,” ὡς διδάσκει ὁ Ἀπόστολος. καὶ πῶς μὲν ἐπελεύσεται ; οὐκ ὄψει τὸ ἐπερχόμενον, ἐνεργήσει δὲ δημιουργικῶς
μὴ φαινόμενον.
Οὐ συγγινώσκει δὲ τῷ Ζαχαρίᾳ ὁ Ἄγγελος ἀπιστήσαντι δικαίως, διότι εἶχεν ἐκεῖνος εἰς ὑπόδειγμα καὶ ἄλλας στείρας πρὸ αὐτοῦ γενομένας καὶ τεκούσας, ὡς αἱ θεῖαι γραφαὶ διδάσκουσι.
ἐπήγαγε καὶ τὸ “ ἐκ σοῦ,” ἵνα ἐξ αὐτῆς φύσει τὸ γενώμενον εἶναι πιστευθῇ.
καὶ γὰρ ἐνταῦθα συνήφθη ἡ βασιλικὴ τοῦ Ἰούδα φυλὴ, ἐξ ἧς ὑπῆρχεν Ἐλισάβετ. διὸ καὶ παραδόξως ἡ πάνσοφος τοῦ παναγίου Πνεύματος ᾠκονόμησε χάρις, καὶ ταύτην τὴν Ζαχαρίου γυναῖκα Ἐλισάβετ προσαγορεύεσθαι, ὥσπερ καὶ τὴν τοῦ Ἀαρὼν, ὅπως διὰ τοῦ ὀνόματος ἐναργῶς μάθωμεν, ὡς ἐξ ἐκείνης τῆς Ἐλισάβετ
ὑπάρχει η συγγενεια.
τῆς πίστεως, ἀπῆλθεν ἀπ’ αὐτῆς.
γέγονεν. διὰ τὸ πλησιάζειν αὐτὸν τῇ Χριστοῦ παρουσίᾳ καὶ προτρέχειν αὐτῆς. διὸ οὐδὲ πρότερον τοῦ Ἁγίου Πνεύματος ἐπλήσθη, ἕως οὗ ἐπέστη αὐτῷ ἡ κυοφοροῦσα τὸν δεσπότην Χριστόν.
ῥήματα, διὰ τὸ κυοφορούμενον ἐν αὐτῇ βρέφος, “ εὐλογημένη σὺ “ ἐν γυναιξὶ” λέγουσα “ καὶ εὐλογημένος” καὶ τὰ ἑξῆς. οὐδεμία γὰρ τοιαύτης χάριτος κοινωνὸς, οὔτε γέγονεν, οὔτε γενέσθαι δύναται.
τὸν Δαβὶδ ἐπαγγελίαν τὴν λέγουσαν, “ ἐκ καρποῦ τῆς κοιλίας “ σωθήσομαι ἐπὶ τὸν θρόνον σου.” καλῶς δὲ καρπὸν κοιλίας τῆς παναγίας παρθένου ἡ Ἐλισάβετ ὠνόμασε, διὰ τὸ μὴ ἐξ ἀνδρὸς εἶναι, ἀλλ’ ἐκ μόνης τῆς παναγίας θεοτόκου Μάριας, Πνεύματος Ἁγίου ἐνοικήσαντος ἐν αὐτῇ, καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως
ἐπισκιασάσης αὐτῇ. οἱ γὰρ ἐκ τῶν πατέρων τὴν σπορὰν ἔχοντες, ἐκείνων εἰσὶ καρποὶ, καθὼς καὶ τῷ Δαβὶδ ἐρρέθη, ἐκ καρποῦ τῆς κοιλίας, τουτέστιν οἱ πρόγονοι τῆς παναγίας θεοτόκου, καὶ αὐτοὶ ἐκ σπορᾶς ἀνδρῶν γεννηθέντες.
αὐτοῦ ἀπεφθέγγετο· ὥσπερ γὰρ ἐκεῖνος ἀνάξιον ἑαυτὸν τῆς παρουσίας τῆς παρθένου θεοτόκου, ὡσανεὶ λέγουσα, τί γάρ μοι τηλικοῦτον πέπρακται ἀγαθὸν, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με. καλεῖ δὲ αὐτὴν μητέρα τὴν ἔτι κυοφοροῦσαν, προφητικῷ λόγῳ προφθάνουσα τὴν κύησιν.
τὸν ἐν ἐμοὶ ἐνεργοῦντα παράδοξα. διὸ καὶ ἠγαλλιάσατο τὸ πνεῦμά μου, τουτέστιν ἐτέρφθη καὶ ἡδύνθη ἐπὶ τῷ Θεῷ τῷ Σωτήρι’ μου. Σωτῆρ’ μου γάρ ἐστι καὶ Θεός· σωτηρίαν τῷ κόσμῳ δι’ ἐμοῦ χαριζόμενος. πνεῦμα δὲ καὶ ψυχὴν τὸ αὐτὸ λέγει.
τοῦτο, ταπεινὴ οὖσα καὶ ἀναξία, καὶ νῦν εἰς οὐρανὸν ἀπὸ γῆς μεταβαίνω, ἄρρητον οἰκονομίαν ἐκπληροῦσα· καὶ οὐχὶ σὺ μόνη ἡ Ελισάβετ, ἀλλὰ καὶ πάντων τῶν πιστευόντων μακαριοῦσι με πᾶσαι αἱ γενεαὶ, καὶ γὰρ μεγαλεῖα ἐποίησέ μοι ὁ δυνατὸς, ὅτι παρθένος οὖσα συνέλαβον, ὑπερβᾶσα τὴν φύσιν βουλήματι αὐτοῦ,
καὶ καταξιουμένη ἄνευ ἀνδρὸς, οὐχ ἁπλῶς εἶναι μήτηρ, ἀλλὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ καὶ Θεοῦ. Διὰ δὲ τὸ μὴ ἀπιστῆσαι τινὰ τῷ τοιούτῳ μυστηρίῳ, εἶπεν ὁ δυνατὸς, ὡσανεὶ ἔλεγεν, ὅτι δυνατὸς ὁ τοῦτο ἐνεργήσας Θεός.
εἰς γυναῖκα συλλαμβανόμενος ὁ τῶν ἁπάντων δημιουργός. “ Καὶ τὸ ἔλεος δὲ αὐτοῦ εἰς γενεὰς καὶ τὰ ἑξῆς. ἐπειδὴ διὰ τὸ ἐλεῆσαι τὰς γενεὰς τῶν γενεῶν συνελήφθη.
πρὸς πίστιν καὶ μετάνοιαν μετατρεπόμενοι.
νοητῶν ἐχθρῶν. “ Διεσκόρπισε” δὲ καὶ τὰς τούτων αὐτῶν καρδίας, τῶν τῇ διανοίᾳ ὑπερηφάνων, τουτέστι τὰς βουλὰς αὐτῶν τὰς καθ’ ἡμῶν ἀπρακτῆσαι ποιήσας. τούτους δὲ αὐτοὺς καὶ δυνάστας καλεῖ, οὓς καθελὼν ὕψωσε τοὺς ταπεινώσαντας ἑαυτοὺς ὑπὸ τὴν κραταιὰν χεῖρα, “ δεδωκὼς αὐτοῖς ἐξουσίαν
“ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν “ τοῦ ἐχθροῦ.”
κενοὺς ἐξαπέστειλε, μὴ προσδεξαμένους τὸν ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προθεσπιζόμενον Χριστὸν τὸν Θεὸν ἡμῶν.
πρὸς τὸν νοητὸν Ἰσραὴλ τὸν ἐν τῷ νοὶ ὁρῶντα Θεόν· τοῦτο γὰρ Ισραὴλ ἑρμηνεύεται, οἵτινές εἰσιν οἱ ἐκ τῶν ἐθνῶν πιστεύσαντες.
αὐτῆς ὑπέστρεψεν ἡ παναγία παρθένος, διὰ τὸ μέλλον συνεισέρχεσθαι πλῆθος εἰς τὸν οἶκον Ζαχαρίου, ἐν τῇ τῆς Ἐλισάβετ γεννήσει· ἦν γὰρ αἰδὼς ἐν τῇ παναγίᾳ παρθένῳ παρθενική.
καὶ τί δεήσει γενέσθαι βουλευομένη.
ἀλλ’ ὡς προφῆτις οὖσα ὑπὸ Πνεύματος Ἁγίου κινουμένη. οὐδὲ γὰρ ἐγίνωσκεν τὰ χρηματισθέντα τῷ Ζαχαρίᾳ· πῶς γὰρ ἃν αὐτῇ ἀπήγγειλεν ὁ μὴ λαλῶν ;
τὸν Θεὸν, καὶ προφητεύων τὰ ἀναγεγραμμένα, πρῶτον μὲν τὰ παρὰ τοῦ Χριστοῦ, ὡς ἤδη ἐπιδημήσαντος τῷ βίῳ, ὕστερον δὲ καὶ περὶ τοῦ Ἰωάννου.
διὰ τῶν δύο τούτων θαυμάτων λογίζονται πάντες, περὶ τοῦ τεχθέν- τος παιδός· ταῦτα δὲ πάντα προκατεσκευάζοντο πόρρωθεν, ὥστε ἀξιόπιστον εἶναι τὸν τῷ Χριστῷ μαρτυρῆσαι μέλλοντα.
Θεὸς τοῦ Ἰσραὴλ ὅτι καὶ τὰ ἑξῆς. οἵτινές εἰσιν οἱ τῷ Χριστῷ πιστεύσαντες· οὗτοι γὰρ τῆς ἐπισκοπῆς ἄξιοι γεγόνασιν, ἐνεργὸν εἰς ἑαυτοὺς τὴν θείαν ἐπισκοπὴν ἀποδείξαντες.
ἀμφότερα δὲ ὁ Χριστὸς ἐστὶν ὁ ἐκ τῆς πατριᾶς τοῦ Δαβὶδ ἀνατείλας· αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ ἡ ἀκαταμάχητος δύναμις τοῦ Πατρὸς, ἡ πάντας τοὺς ἐχθροὺς ἡμῶν τροπωσαμένη, κατὰ τὴν τῶν ἁγίων αὐτοῦ προφητῶν προσαγόρευσιν· πᾶσι γὰρ τοῖς προφήταις τὸ περὶ τοῦ Χριστοῦ κατήγγελται
μυστήριον, καὶ ῥυσαμένη ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· ἐχθρῶν δὲ οὐκ αἰσθητῶν, ἀλλὰ νοητῶν.
ἡμῶν ἀνατρέχει, τοὺς περὶ τὸν Ἀβραάμ. ἐπαισθόμενοι γὰρ τῆς εἰς ἡμᾶς εὐεργεσίας, κοινωνοὶ γίνονται τῆς εὐφροσύνης.
φόβου δὲ, διὰ τοῦτό φησι, “ τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς” καὶ τὰ ἑξῆς. καὶ γὰρ ἡ Χριστοῦ ἐπιδημία, πεποίηκεν ἡμᾶς ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθῆναι, οὐ γὰρ ἠσθάνθημεν τῆς ἐπιβουλῆς τῶν ἐχθρῶν, ἀλλ’ αἰφνίδιον ἥρπασεν ἡμᾶς μεταστήσας ἀπ’ ἐκείνων ἐπὶ τὸν κλῆρον καὶ τὴν μερίδα αὐτοῦ. διὸ καὶ ἡμεῖς
ὀφείλομεν λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ὅπερ οὐ γίνεται διά τινα καιρὸν, ἀλλὰ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἤμων.
τῷ μὴ νοοῦντι παιδίῳ. χρὴ οὖν ὑπολαβεῖν, ὅτι μήποτε ἄρα ὅπερ παράδοξον γέννησιν ἔσχεν ὁ Ἰωάννης, ἅτε Ἀρχαγγέλου ταύτην κηρύξαντος, ἅτε αὐτοῦ σκιρτήσαντος ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ὑπὲρ φύσιν ἐπὶ τῇ παρουσίᾳ τῆς παναγίας παρθένου τῇ πρὸς τὴν Ἐλισάβετ, οὕτω καὶ γεννηθέντι, παράδοξον ἤδη καὶ τὴν παρακολούθησιν
ἔσχε τῆς αἰσθήσεως.
“ ἦν τὸ παιδίον ἐν ταῖς ἐρήμοις, ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ “ πρὸς τὸν Ἰσραήλ.”
καὶ ἐξ οὐρανοῦ ἀνατείλας ἡμῖν ἥλιος δικαιοσύνης, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς ἡμῶν.
ψυχῆς, οὕτως ἡ ἁμαρτία χωρισμὸν Πνεύματος Ἁγίου.
ἠξιοῦτο χάριτος ὁ πρόδρομος, διὰ τοῦτό φησιν ὁ Εὐαγγελιστὴς “ τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι.”
Χριστῷ, καὶ τὴν κακίαν ἐλέγχων μετὰ παρρησίας.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.