ΚΕΦ. Ε.
ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. καὶ εὐθέως συνήχθησαν
1 πολλοὶ, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν.
καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. καὶ ἔρχονται πρὸς αὐτὸν, παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων.
σιωπήσας τῆς στέγης, διὰ τῶν αὐτῶν ἔρχεται ῥημάτων, ἐν τῇ πόλει αὐτοῦ φάσκων γεγενῆσθαι τὸ θαῦμα. πόλις δὲ αὐτοῦ ἐνομίζετο εἶναι ἡ b αζαρὲτ, οὐχ ἡ Καπερναούμ· εἰ μή τις εἴπῃ c, πόλιν αὐτοῦ φάσκειν d Καπερναοὺμ διὰ τὸ πολλάκις ἐκεῖσε αὐτὸν ἐπιδημεῖν e καὶ πολλὰ ἐν αὐτῇ γεγενῆσθαι σημεῖα· ἢ καὶ διὰ τὴν
ἐγγύτητα τῶν τόπων μὴ ἀκριβολογεῖσθαι τοὺς ὐαγγελιστὰς, σπεύδοντας μόνον τὸ σημεῖον εἰπεῖν. περὶ ὃ καὶ συμφωνοῦσι g, κᾂν τοῖς ῥήμασι διαφέρωνται h.
χαλῶσι τὸν κράββατον, ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο.
εἰσόδου. σπεύδοντες οὖν οἱ κομίζοντες k τυχεῖν αὐτὸν τῆς ἰάσεως, ἀναβαίνουσιν αὐτὸν l εἰς τὸ δομάτιον m, καὶ γίνεται διὰ μηχανῆς τὸ πρᾶγμα, τῆς προσδοκίας τῆς ἰάσεως καινουργούσης παράλογα. ἀνιμησάμενοι γὰρ σὺν τῷ φόρτῳ τὴν κλίνην, καὶ τὴν στέγην αὐτὴν n ἀνατρέψαντες, καθίεσαν ο ἐπὶ κλίνης τὸν ἄνδρα
παρειμένον κατὰ πρόσωπον τοῦ Σωτῆρος. καὶ ὄρα μοι τοῦ Ἰησοῦ τὴν μακροθυμίαν· πῶς τούτων γενομένων p συνεχώρει, ἐπιστάμενος τὸ μικρὸν ὕστερον γενησόμενον·
ἄλλων πίστιν θεραπεύεται, καὶ πλήρης τοῦτο ἡ ἱερὰ τῶν Εὐαγγελίων γραφή. Θεασάμενος οὖν τὴν πίστιν αὐτῶν, οὐ μάταιον αὐτῶν ἀποφαίνει τὸν πόνον, ἀλλά φησι, “τέκνον,” ἢ ὡς ὁ Λουκᾶς, ἄνθρωπε, ἀφέωνταί” q σοι καὶ τὰ ἐξῆς r. τὸ δὲ “τέκνον, ” ἢ αὐτῷ πιστεύσαντι s, ἣ κατὰ τῆς δημιουργίας λόγον. ποῖαι δὲ, ὡς
φησὶν, ἁμαρτίαι; ἄλλο προσδοκῶ, καὶ ἄλλο χαρίζῃ. ἤγαγόν με οὗτοι u ἵνα βαδίσω, σὺ δὲ ἄλλο ἀντ’ ἄλλου θεραπεύεις. οἶδας γὰρ ἃ ἐπλημμέλησα· οἶδά x φησιν, ἃ μὴ βλέπουσιν οὗτοι. ἡ ψυχὴ νόσει πρὸ τοῦ σώματος. τὸ τοίνυν αἴτιον θεραπεύω y τῆς νόσου, καὶ συναναιρεῖται τὸ πάθος.
κριτὴς ἐξουσίαν ἔχει ἀφιέναι καὶ μή· ὁ δὲ Σωτῆρ’ ταῖς διανοίαις ὡς Θεὸς ἐμβατεύων, καὶ εἰδὼς τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ἀποκαλύπτει αὐτῶν τὴν ἐνθύμησιν· ἐκ τούτου πιστούμενος, ὅτι ὁ τῶν ἀπορρήτων θεατὴς, καὶ ἁμαρτημάτων δωρεῖται ἄφεσιν· ἀλλὰ πάλιν ἐκεῖνοι μένουσιν ἀνόητοι, καὶ οὐ διδόασι τῷ τοὺς λογισμοὺς
αὐτῶν ἐξαγγείλαντι τὸ δύνασθαι ἁμαρτήματα θεραπεύειν. λέγει οὑν αὐτοῖς ὁ Ἰησοῦς, “τί ἐστιν εἰκοπώτερον” κ. τ. ἑ. Τὸ μὲν γὰρ ἀφιέναι ἁμαρτίας δυσκολώτερον τοῦ εἰπεῖν, ἐγεῖραι. οὐ γὰρ φανερὸς ὁ ἔλεγχος· οἷον ἔαν τις εἴπῃ, ἀφέωνται σοι αἱ ἁμαρτίαι, ἄδηλον ἐμ ἐνήργησεν· οὐ γὰρ φανερὸν τὸ πρᾶγμα ἵνα δοκιμασθῇ ὁ
ἰατρεύων. φησὶν οὖν, τί ἐστιν εὐκοπώτερον, εἰπεῖν ἣ ποιῆσαι; δηἀφέονται 3 λονότι τὸ εἰπεῖν, διὰ τὸ μὴ φαίνεσθαι τὸ γινόμενον. ἐπεὶ τοίνυν ἀπιστεῖτε τῷ λόγῳ, ἐπιφέρω ἔργον πιστούμενον τὸ ἀόρατον. εἰ γὰρ πρῶτον ὁ Κύριος ἐθεράπευσε τὸν παραλυτικὸν ἔξωθεν, εἶτα συνεχώρησεν αὐτῷ τὰ ἁμαρτήματα, ᾠήθησαν ὡς τὸ μὲν πρῶτον τεθεράπευται, ἄδηλον δὲ τὸ δεύτερον· ἀλλὰ πρῶτον τὸ ἀμφίβολον καὶ τὸ
ἀπιστούμενον εἰσφέρει b, ἵνα διελεγχθῶσιν ἀπιστοῦντες καὶ διαλογιζόμενοι ἐν ἑαυτοῖς. τότε προσάγει c τὸ ἔργον.
σοὶ λέγω, ἔγειραι, καὶ ἆρον τὸν κράββατόν σου, καὶ
ὕπαγε εἰς τὸν οἶκόν σου.
“ εἰς τὸν οἶκόν σου.” ἐξῆλθε τὸ ῥῆμα, καὶ τὸ θαῦμα ἐπηκολούθησε. ἐπανῆλθεν ἡ δύναμις τοῦ σώματος, καὶ ἅπαν ἀνευρώθη τὸ σῶμα. ἤσθετο τῆς ἰάσεως ὁ παραλυτικὸς, καὶ διανέστη ἔδωκε γὰρ αὐτῷ αἴσθησιν τῆς θεραπείας) ἀπέτεινε τοὺς πόδας, ἐκίνει f τὰ ἄρθρα, ἐβάδισεν ὑγιής. τι δὲ g βούλεται “ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας;”
διατί δὲ καὶ υἱὸν ἀνθρώπου εἶπεν ἀφιέναι ἁμαρτίας ἐπιτελουμένης θεοσημείας; ἣ ἵνα δείξῃ ὅτι κατήγαγεν εἰς τὴν ἀνθρωπίνην φύσιν τὴν τῆς θεότητος ἐξουσίαν, διὰ τὴν ἀδιαίρετον πρὸς αὐτὸν ἕνωσιν. εἰ γὰρ καὶ ἄνθρωπός φησι γεγένημαι h, Θεὸς λόγος ὑπάρχων, καὶ διὰ τῆς οἰκονομίας i ἐπὶ τῆς γῆς πολιτευόμενός τε καὶ ἀναστρεφόμενος, κ
ἀλλ’ οὐδὲν ἧττον τὰ παρὰ 1 λόγου ἀποτελῶ θαύματα, καὶ ἄφεσιν δωρούμενος ἁμαρτημάτων. οὐδὲ γὰρ ἀφεῖλέν τι τῶν τῆς θεότητος ἰδιωμάτων, ἣ ἐμείωσε τὸ γενέσθαι με ἀτρέπτως καὶ ἀληθῶς ἐπὶ τῆς γῆς κατὰ σάρκα υἱὸν ἀνθρώπου. ὑγιάνας τοίνυν τὰ συναμφότερα ψυχήν τε καὶ σῶμα, καὶ ὁλόκληρος γενόμενος, ἄρας
τὸ κράββατον ἐξῆλθεν ἐνώπιον πάντων.
ἐδόξαζον τὸν Θεὸν “λέγοντες ὅτι οὐδέποτε οὕτως εἴδομεν.” οὐδὲν πιστότερον. τὸ μεῖζον ἐάσαντες τὴν τῶν ἁμαρτιῶν ἄφεσιν, τὸ φαινόμενον m θαυμάζουσιν· ἔδει γὰρ αὐτοὺς εἰπεῖν, οὐκέτι τοσοῦτον θαυμάζομεν ὅτι ἐγήγερται n ὁ παράλυτος, ὅσον ἐκ τούτου πιστεύομεν ὅτι καὶ ἡ ψυχὴ ἰάσεως ἔτυχεν, ἁμαρτημάτων ἀπαλλαγεῖσα. ἀπαλ- λαγεῖσα.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.