ΚΕΦ. Δ.
νῦν τὸν λεπρὸν μὲν τῷ σώματι, καθαρὸν δὲ διὰ πίστεως καὶ ἐλπίδος τὴν διάνοιαν, εἰς τὸ κατὰ φύσιν ἀποκαθίστησιν· ἦν μὲν γὰρ ὁ Κύριος ἐν μία τῶν πόλεων· ὁ δὲ λεπρὸς ἐζήτει σωτῆρα τοῦ πάθους, ἐπιστάμενος τὸ ἀνίατον· ἔρχεται οὖν πρὸς τὸν σωτῆρα, καὶ προσπίπτει αὐτῷ καί φησι, τῆς λέπρας, “ἐὰν θέλῃς,
“δύνασαί με καθαρίσαι·” οἶδα γὰρ ὅτι πάντα δύνασαι· λείπει δὲ τὸ θελῆσαι· οὐδὲν δὲ κωλύει θελήσαντα ἐνεργῆσαι. ὁλόκληρος ἡ ψυχὴ τοῦ λεπροῦ· καθαρὰ καὶ ἡ διάνοια. οἶδά, φησιν, ὅτι δύνασαι ο, οὐ πάντως δὲ ἐγὼ ἄξιος οἰδα γὰρ ὅτι κρίσει Θεοῦ πάσχω ὃ πάσχω ἃν μὴ θέλῃς οὐκ ἀντιλέγω, οὐδὲ βιάζομαι τὴν χάριν.
ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ, θέλω, καθαρίσθητι. καὶ εἰπόντος αὐτοῦ, εὐθέως ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.
λεπροῦ. Διατί δὲ ἅπτεται τοῦ λεπροῦ p, καὶ μὴ λόγῳ ἐπάγει τὴν ἴασιν; ἀπεφήνατο Μώσης ἐν τῷ νόμῳ τὸν ἁπτόμενον λεπροῦ ἀκάθαρτον εἶναι· καὶ ὀφείλει ὅλην τὴν ἡμέραν διατελέσαι ἀκάθαρτος, καὶ μήτε εἰς τὸν ναὸν τοῦ Θεοῦ εἰσελθεῖν, μήτε ἄλλο τι ποιῆσαι, ἀλλ’ ἑσπέρας λουσάμενον καθαρισθῆναι. ἵνα τοίνυν δείξῃ
1 ὁ Σωτῆρ’ ὅτι ἀκαθαρσία q κατὰ φύσιν οὐχ ἅπτεται σωτῆρος, καὶ ὅτι ὁ νόμος οὐκ ἦν κατ’ αὐτοῦ r, ἀλλὰ κατὰ s ἀνθρώπων ψιλῶν, καὶ ὅτι Κύριός ἐστι τοῦ ἰδίου νόμου· καὶ οὐχ ὡς δοῦλος ἀλλ’ ὡς Κύριος θεραπεύει· τὸν γὰρ εεμὰν Ἐλισσαῖος τὴν τοῦ νόμου φυλάττων ἀκρίβειαν, οὐδὲ ἠνέσχετο θεάσασθαι, ἀλλ’ ἔπεμψεν εἰς
τὸν Ἰορδάνην λουσόμενον. Ὁ δὲ Ἰησοῦς ἐπίτηδες ἅπτεται τοῦ λεπροῦ, μὴ χρείαν ἔχων τῆς ἁφῆς πρὸς τὴν τῆς θεραπείας ἐνέργειαν· καὶ ἵνα παιδεύσῃ ὅτι ψυχῆς ἐπιμελεῖσθαι χρὴ, καὶ τῶν ἔξωθεν ἀπαλλαγέντας καθαρμῶν ἐκείνην ἀποσμήχειν· καὶ φησὶ, “θέλω, καθαρίσθητι·” καὶ ἅμα τῷ λόγῳ φυγαδεύει τὸ πάθος, οὐκ
ἀναινόμενος τὸ μὴ δύνασθαι διὰ θελήματος· καὶ ὅπερ ὁ λεπρὸς εἶπε λόγῳ, τοῦτο αὐτὸς ἔργῳ δέδειχεν. οὐ γὰρ μόνον οὐκ ἀπέλυσε τὴν ὑπόνοιαν, ἀλλὰ καὶ μειζόνως ἐβεβαίωσεν, ὃ περιττὸν ἦν εἰπεῖν προσθεὶς, καὶ εἰπὼν “θέλω καθαρίσθητι, ἵνα κυρώσῃ τὸ δόγμα ἐκείνου.
καὶ λέγει αὐτῷ, ὅρα μηδενὶ εἴπῃς.
ποιεῖ· πρὸς δὲ τούτοις μονονουχὶ βοᾷ, οὐκ ἔστι καιρὸς κηρυχθῆναι τὴν ἐνέργειαν· μηδὲν εἴπῃς, οὐ χρείαν ἔχω τοῦ σε κηρύξαι· ἃν γὰρ τὸ πάθος τὸ ἐμόν με u κηρύξῃ οὐδὲν ὠφελήσει ἡ κάθαρσις.
εἰς μαρτύριον αὐτοῖς.
οὖν ἑαυτὸν ὅτι ἐκαθαρίσθη βουλήσει Θεοῦ· διὰ τοῦτο τῷ ἱερεῖ 2 πέμπει εἰς δοκιμασίαν τῆς θεραπείας ὁ Σωτῆρ’ τὸν πάλαι λεπρὸν, ἵνα μὴ ἐκτὸς γένηται τοῦ ναοῦ, ἀλλ’ εἰσέλθῃ εἰς προσευχὴν ἐναρίθμιος γεγονὼς τῷ λαῷ· εἰ γὰρ μὴ εἶπεν ὁ ἱερεὺς ὅτι κεκαθάρισται ὁ λεπρὸς, ἔτι μετὰ τῶν ἀκαθάρτων ἔμενεν ἔξω τῆς παρεμβολῆς. “Δεῖξον οὖν σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ
καθαρισμοῦ σου ὃ προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς x.”
καὶ διαφημίζων τὸν λόγον, τουτέστι τὸν μετ’ ἐξουσίας γενόμενον τῷ “θέλω καθαρίσθητι,” καὶ τὴν παράδοξον θεραπείαν· ὥστε πάντας κινῆσαι καὶ διεγεῖραι πρὸς τὴν τοῦ θεραπεύσαντος θέαν τὲ καὶ πίστιν· ὡς διὰ τοῦτο μὴ δύνασθαι τὸν Σωτῆρα ἐπιχωριάζειν ταῖς πόλεσιν, ἀλλ’ ἐν ἐρήμοις διάγειν· καὶ οὕτως διήρχοντο πρὸς αὐτὸν
πάντοθεν. ἐνίκα γὰρ τὸν κόπον ἡ προθυμία.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.