ΚΕΦ. Γ.
καὶ ἡ πόλις ὄλη ἐπισυνηγμένη ἦν πρὸς τὴν
θύραν. καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις κίλαις νόσοις.
ἔχοντας ποικίλαις νόσοις· οὐχ ἁπλῶς πρόσκειται, τὸ δύνοντος τοῦ ἡλίου. ἀλλ᾿ ἐπειδὴ ἐνόμιζον μὴ ἐξεῖναι b τινι θεραπεύειν σαββάτῳ c, τούτου χάριν τοῦ σαββάτου τὸ πέρας d ἀνέμενον. ἀμέλει, καὶ οἱ τῶν Ἰουδαίων ἡγούμενοι ἐπετίμων αὐτῷ θεραπεύοντι ἐν σαββάτῳ. οἱ δὲ μαθηταὶ ὡς ὠφεληθέντες ἤδη, μὴ ἀναμείναντες
τὴν ἑσπέραν, παρεκάλουν αὐτὸν ἰάσασθαι τὴν πενθέραν Πέτρου.
“τωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τοῦ ἑνὸς, δίκαιοι κατα- “σταθήσονται οἱ πολλοί.” ἢ πολλούς φησι τοὺς πιστεύσαντας εἰς αὐτὸν, καὶ ὧν ἡ πίστις τὴν ἴασιν ἐπεσπάσατο. ὁ δὲ Λουκᾶς τὴν προτέραν ἡμῖν ἔννοιαν δίδωσιν εἰπὼν, ὅτι ἑνὶ g ἑκάστῳ αὐτῶν τὰς χείρας ἐπιτιθεὶς ἐθεράπευσεν αὐτούς.
1 “ τοῦ Θεοῦ. καὶ, ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν “ Χριστὸν αὐτὸν εἶναι.” πρὸς δὲ τὸ τελευταῖον ὁ Μάρκος ἀπιδὼν τοῦτο φησιν· ἄτε τὰ πολλὰ ἐν ἐπιτομῇ διηγούμενος.
τῆς μετ’ ἐξουσίας δυνάμεως.
“Θεοῦ τοῦ Ὑψίστου εἰσὶν οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σω- “τηρίας, διαπονηθεὶς ὁ Παῦλος ἐπιστρέψας τῷ πνεύματι εἶπεν, “παραγγέλλω σοι, ἐξελθὲ ἐξ αὐτῆς ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ.”
ὁ Ἰησοῦς εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. καὶ
κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ’ αὐτοῦ. καὶ εὑρόντες αὐτὸν, λέγουσιν αὐτῷ, ὅτι πάντες ζητοῦσί σε. καὶ λέγει αὐτοῖς, ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις,
ἵνα κἀκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα. καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν, εἰς ὅλην τὴν
Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.
“ἑτέραις πόλεσιν εὐαγγελίζεσθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ· “ὅτι εἰς τοῦτο ἀπέσταλμαι.· ἀναχωρεῖ πρὸς ὀλίγον εἰς ἔρημον τόπον ὁ Κύριος, ἵνα ποθήσωσιν αὐτὸν οἱ ἄνθρωποι ἀπόντα· καὶ τύπος ἡμῖν γενόμενος μετὰ πρᾶξιν ἀρίστην καὶ θαύματα, μὴ θηρᾶσθαι τοὺς παρὰ τῶν ἀνθρώπων ἐπαίνους, καὶ τούτοις συναναστρέφεσθαι, ἀλλὰ
συστέλλεσθαι καὶ ἀναχωρεῖν κάτ ἰδίαν, τῷ Θεῷ μᾶλλον τὴν εὐχαριστίαν προσάγοντας, καὶ τὸν δοτῆρα τῶν ἀγαθῶν ἀνυμνεῖν, καὶ 2 λέγειν “πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν “καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων.”
καὶ τύπος ἡμῖν, ὡς ἔφημεν, πάσης ἀρίστης γινόμενος πράξεως.
ἵνα καὶ οἱ ἄλλοι μετάσχωσι g τῆς διδασκαλίας, ὡς τοῦ καιροῦ τῆς ἐπιδημίας μὴ πάνυ πολλοῦ γενησομένου.
παραδεικνὺς, καὶ τὴν εὐδοκίαν τοῦ Πατρὸς ἀποστολὴν ὀνομάζων. καὶ ὁ μὲν ἁπλῶς ἵνα κηρύξω φησίν. ὁ δὲ τὴν βασιλείαν τοῦ Θεοῦ· βασιλείαν τοῦ Θεοῦ ἑαυτὸν ὀνομάζων, ἔλεγε γὰρ καὶ Ἰωάννης, μετανοεῖτε· ἤγγικε, ἥτις ἐστιν k ὁ Χριστὸς, ὃς καὶ βασιλεία ἐστὶ τοῦ Θεοῦ ἐντὸς τυγχάνων τῶν μαθητευομένων αὐτῷ, κατὰ τὸ,
“ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι· διὸ λέλεκται τοῖς “ ἔχουσιν αὐτὴν ἐντὸς,“ ”μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀνα- “ βήσεται εἰς τὸν οὐρανὸν, τουτέστι τὸν Χριστὸν καταγαγεῖν· ἣ “ τίς καταβήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν “ ἀγαγεῖν· ἀλλὰ τί λέγει ἡ γραφή; ἐγγύς σου τὸ ῥῆμα ἐστὶ
“ σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου.” Καὶ βασιλεία δὲ τῶν οὐρανῶν ὁ Χριστός ἐστι, ἑκάστου τῶν ἐν τῇ διανοίᾳ αὐτοῦ λαμβανομένου ὄντος οὐρανοῦ· καὶ οὐρανοῦ, μὴ παρερχομένου μηδὲ ἀπολλυμένου. ἐκήρυσσε δὲ ἐν ταῖς συναγωγαῖς, ἵνα συγκεράσῃ μίαν διδασκαλίαν παλαιᾶς τε καὶ καινῆς διαθήκης,
καὶ ἵνα δείξῃ ὅτι l οὐχ ἕτερος ἐστὶν ὁ τῆς παλαιᾶς Θεὸς καὶ ἕτερος ὁ τῆς νέας m, κατὰ τοὺς ἀσεβεῖς αἱρετικούς. ἀλλὰ αὐτός ἐστι Θεὸς ὁ καὶ τὸν νόμον παρασχὼν καὶ ἀπὸ τοῦ γράμματος τοῦ 3 νόμου ἐπὶ τὸ Πνεῦμα μετάγων, καὶ ἀπὸ σκιᾶς ἐπὶ τὴν ἀλήθειαν, καὶ τῆς τῶν δαιμόνων τυραννίδος ἐλευθερῶν τοὺς ἀνθρώπους· πανταχοῦ δὲ τὴν αὐτοῦ διδασκαλίαν πιστούμενος, καὶ εὐπαράδεκτον αὐτὴν ποιῶν τοῖς ἀκούουσιν, ἐπάγει τοῖς λεγομένοις τὰ θαύματα.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.