ΚΕΦ. Β.
παραγεγόνασι προφῆται· ἀλλὰ, “ τάδε λέγει Κύριος,” ἔφασκον. οὕτος δὲ ἐγὼ δὲ λέγω ὑμῖν. καινὴ τίς ἐστι διδαχὴ καὶ νέα, ὡς ἔοικεν, διαθήκη· ἐποίουν θαύματα καὶ προφῆται, ἀλλ’ ἐπικαλούμενοι τὸν Θεὸν, οὗτος δὲ φησὶ κατ’ ἐξουσίαν λέγει, “ Φιμώθητι καὶ ἔξελθε ἀπ’ αὐτοῦ. κύριος ὡς ἔοικε πάντων y ἐστί·
καὶ οὕτως ἐξάκουστον ἐγένετο ἐν πάσῃ τῇ περιχώρῳ τὸ θαῦμα.
εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. καὶ προσελθὼν ἤγειρεν αὐτὴν, κρατήσας τῆς χειρὸς αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως, καὶ διηκόνει αὐτοῖς.
πυρέσσουσαν ἤγειρεν, δεικνὺς γὰρ τὴν πρὸς τὸ ἴδιον σῶμα ἕνωσιν ἀδιαίρετον, δι’ αὐτοῦ ὡς ἐπὶ πάντας θεοσημείας εἰργάζετο· ἡ δὲ τοῦ πυρετοῦ ἐλευθερωθεῖσα, καὶ τῇ ἐπαφῇ τοῦ θείου σώματος ῥωσθεῖσα, τὴν διακονίαν αὐτοῖς ἀντεδίδου. διδάσκουσα ἡμᾶς, μὴ μάτην παρὰ Θεοῦ τὰς ἰάσεις ἐπιζητεῖν, ἀλλὰ τυχόντας ἰάσεως, ἐξυπηρετεῖσθαι
αὐτοῦ τοῖς προστάγμασιν b, καὶ τοῖς ἁγίοις διακονεῖν.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.